1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

75

τὸν σὸν, ἵνα παύσῃ μακαρίζων τοὺς ἐν χρήμασι πλουτοῦντας; Ὁρᾷς τουτονὶ τὸν οὐρανὸν, πῶς μὲν καλὸς, πῶς δὲ μέγας, πῶς δὲ ἐφ' ὑψηλοῦ κεῖται; Τούτου τοῦ κάλλους οὐχὶ πλέον μὲν ἀπολαύει ἐκεῖνος, οὐδ' ἂν δυνηθείη σε παρώσασθαι, καὶ αὐτοῦ ποιῆσαι τὸ πᾶν· ὥσπερ γὰρ δι' ἐκεῖνον γέγονεν, οὕτω καὶ διὰ σέ. Τί δὲ ὁ ἥλιος, τὸ φαιδρὸν τοῦτο ἄστρον καὶ τηλαυγὲς, καὶ τὰς ὄψεις ἡμῶν εὐφραῖνον, οὐχὶ κοινὸς ἅπασι καὶ οὗτος πρόκειται, καὶ πάντες ἀπολαύουσιν ἐξ ἴσης αὐτοῦ, καὶ πλούσιοι καὶ πένητες; ἀλλ' ὁ τῶν ἄστρων στέφανος, καὶ ὁ τῆς σελήνης κύκλος, οὐχ ὁμοίως πᾶσιν ἀνεῖται; Μᾶλλον δὲ, εἰ δεῖ τι θαυμαστὸν εἰπεῖν, πλέον ἡμεῖς οἱ πένητες ἀπολαύομεν, ἢ ἐκεῖνοι. Ἐκεῖνοι μὲν γὰρ τὰ πολλὰ μέθῃ βαπτιζόμενοι, καὶ ἐν κώμοις διάγοντες καὶ ὕπνῳ βαθεῖ, οὐδὲ ἐπαισθάνονται τούτων, ὑπωρόφιοι ὄντες καὶ σκιατραφούμενοι· οἱ δὲ πένητες μάλιστα πάντων εἰσὶν οἱ τοῖς στοιχείοις ἐντρυφῶντες τούτοις. Κἂν τὸν ἀέρα δὲ ἐξετάσῃς τὸν πανταχοῦ κεχυμένον, τὸν πένητα καθαρωτέρου καὶ πλείονος ἀπολαύοντα ὄψει. Καὶ γὰρ ὁδοιπόροι καὶ γεωργοὶ τῶν ἐν ἄστει μᾶλλον ἐντρυφῶσι τούτοις, καὶ αὐτῶν πάλιν τῶν ἐν ἄστει τούτων πλέον οἱ χειροτέχναι τῶν δι' ὅλης μεθυόντων τῆς ἡμέρας. Τί δὲ ἡ γῆ, οὐχὶ κοινὴ πᾶσιν ἀνεῖται; Οὐχὶ, φησί. Πῶς τοῦτο λέγεις; εἰπέ μοι. Ὅτι ὁ πλουτῶν καὶ ἐν ἄστει πλέθρα ἀπολαβὼν πλείονα, μακροὺς ἀνίστησι περιβόλους, καὶ ἐν ἀγροῖς πολλὰ ἀποτέμνεται μέρη. Τί οὖν, ἐπειδὴ ἀποτέμνεται αὐτὸς, αὐτῶν ἀπολαύει μόνος; Οὐδαμῶς, κἂν μυρία φιλονεικήσῃ· καὶ γὰρ τοὺς καρποὺς εἰς ἅπαντας ἀναγκάζεται διανέμειν, καὶ σῖτον καὶ οἶνον καὶ ἔλαιον σοὶ γεωργεῖ, καὶ διακονεῖται σοὶ πανταχοῦ. Καὶ τῶν περιβόλων τῶν μακρῶν καὶ τῶν οἰκημάτων, μετὰ τὴν ἄφατον δαπάνην καὶ τοὺς πόνους καὶ τὰς ταλαιπωρίας, σοὶ παρασκευάζει τὴν χρῆσιν, ὀλίγον παρὰ σοῦ τῆς τοσαύτης διακονίας ἀργύριον λαβών. Καὶ ἐν βαλανείοις καὶ πανταχοῦ τὸ αὐτὸ συμβαῖνον ἴδοι τις ἄν· τοὺς μὲν πλουτοῦντας καὶ χρήμασι καὶ φροντίσι καὶ πόνοις δαπανωμένους, τοὺς δὲ πένητας ὀλίγων ὀβολῶν μετὰ ἀδείας ἅπαντα καρπουμένους ταῦτα. Καὶ πλέον οὐδὲν ἀπολαύει σου τῆς γῆς· οὐ γὰρ δὴ ἐκεῖνος μὲν δέκα γαστέρας, σὺ δὲ μίαν πληροῖς. Ἀλλὰ πολυτελεστέρων αὐτὸς μετέχει σιτίων; Μάλιστα μὲν οὐ πολλὴ τοῦτο πλεονεξία· πλὴν κἀνταῦθά σε τὸν πλέον ἔχοντα εὑρήσομεν. Ἡ γὰρ πολυτέλεια αὕτη διὰ τοῦτό σοι ζηλωτὴ εἶναι δοκεῖ, ἐπειδὴ πλείονα ἔχει τὴν ἡδονήν· ἀλλ' αὕτη παρὰ τῷ 61.489 πένητι πλείων, οὐχ ἡδονὴ δὲ μόνον, ἀλλὰ καὶ ὑγεία· κἂν τούτῳ πλεονεκτεῖ μόνον ὁ πλούσιος, τῷ τὸ σῶμα ἀσθενέστερον κατασκευάζειν, καὶ πλείονας συνάγειν τὰς πηγὰς τῶν ἀῤῥωστημάτων. Τὰ μὲν γὰρ τοῦ πένητος κατὰ φύσιν οἰκονομεῖται πάντα, τὰ δὲ ἐκείνου διὰ τὴν ἀμετρίαν εἰς φθορὰν τελευτᾷ καὶ ἀῤῥωστίαν. ʹ. Εἰ δὲ βούλεσθε, καὶ ἐπὶ ὑποδείγματος αὐτὸ τοῦτο κατίδωμεν. Εἰ γὰρ δέοι κάμινον ἀνάψαι, εἶτα ὁ μὲν σηρικὰ ἱμάτια καὶ ὀθόνας λεπτὰς καταβάλλοι πολλὰς καὶ ἀπείρους, καὶ οὕτως αὐτὴν ἀνακαίοι, ὁ δὲ ξύλα δρυὸς καὶ πεύκης· τί πλέον ἔσχεν οὗτος ἐκείνου; Οὐδέν· ἀλλὰ καὶ ἔλαττον. Τί δέ; (οὐδὲν γὰρ κωλύει καὶ ἑτέρως τὸ αὐτὸ περιτρέψαι ὑπόδειγμα) εἰ ὁ μὲν ξύλα βάλλοι, ὁ δὲ σώματα ὑποκαίοι, ποίᾳ ἂν ἡδέως παρέστης καμίνῳ, τῇ τῶν ξύλων, ἢ τῇ τῶν σωμάτων; Εὔδηλον ὅτι τῇ τῶν ξύλων· ἐκείνη μὲν γὰρ κατὰ φύσιν καίεται, καὶ ἡδὺ θέαμα τοῖς ὁρῶσίν ἐστιν· αὕτη δὲ τῇ κνίσσῃ καὶ τῷ ἰχῶρι καὶ τῷ καπνῷ καὶ τῇ τῶν ὀστέων δυσωδίᾳ πάντας ἂν ἀπελάσειεν. Ἔφριξας ἀκούσας, καὶ ἐβδελύξω τὴν κάμινον; Τοιαῦται αἱ τῶν πλουσίων γαστέρες εἰσί. Πλείονα γὰρ ἐν τούτοις σηπεδόνα, ἢ ἐν τῇ καμίνῳ ἐκείνῃ εὕροι τις ἂν, καὶ πνεύματα δυσώδη καὶ ῥεύματα ἀκάθαρτα, τῷ πανταχοῦ καὶ ἐν ἑκάστῳ μορίῳ πολλὴν εἶναι τὴν ἀπεψίαν διὰ τὴν πλησμονήν. Τοῦ γὰρ κατὰ φύσιν θερμοῦ οὐκ ἀρκοῦντος ἅπαντα κατεργάσασθαι, ἀλλὰ καταχωννυμένου, ἐπίκειται ἐκεῖνα ἄνωθεν καπνιζόμενα, καὶ πολλὴν ποιοῦντα τὴν ἀηδίαν. Τίνι οὖν ἄν τις παραβάλοι τὰς ἐκείνων γαστέρας; ἀλλὰ μὴ δυσχεράνητε πρὸς τὸν λόγον, ἀλλ' εἰ μὴ ἀληθῆ λέγω, διελέγξατε· τίνι οὖν ἄν τις αὐτὰς παραβάλοι; οὐδὲ γὰρ ἀρκεῖ τὰ