1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

76

εἰρημένα δεῖξαι αὐτῶν τὴν ἀθλιότητα. Εὗρον καὶ ἑτέραν εἰκόνα. Τίνα δὴ ταύτην; Καθάπερ ἐπὶ τῶν ἀμαρῶν ἔνθα πολλοὶ οἱ φορυτοὶ κόπρου, χόρτου, 61.490 καλάμης, λίθων, πηλοῦ, συνεχεῖς ἐμφράξεις γίνονται, καὶ ὑπερεκχεῖται λοιπὸν ἄνωθεν ἡ τοῦ βορβόρου ῥύμη· οὕτω καὶ ἐπὶ τῆς τούτων κοιλίας συμβαίνει· φραττομένης γὰρ αὐτῆς κάτωθεν, ἄνωθεν ἀναβλύζει τὰ πλείονα τῶν πονηρῶν τούτων ῥευμάτων. Ἀλλ' οὐκ ἐπὶ τῶν πενήτων οὕτως ἀλλ' ὥσπερ αἱ τὰ καθαρὰ προχέουσαι ῥεῖθρα πηγαὶ, καὶ κήπους ἄρδουσαι καὶ παραδείσους, οὕτω καὶ αἱ τούτων γαστέρες εἰσὶ καθαραὶ τῶν τοιούτων περιττευμάτων. Ἀλλ' οὐχ αἱ τῶν πλουτούντων, μᾶλλον δὲ τρυφώντων, τοιαῦται, ἀλλὰ χυμῶν, φλεγμάτων, χολῆς, αἵματος διεφθορότος, ῥεύματος σεσηπότος, καὶ τῶν ἄλλων τῶν τοιούτων εἰσὶ πεπληρωμέναι. ∆ιόπερ οὐδεὶς κἂν πρὸς βραχὺν ἀρκέσει χρόνον διαπαντὸς ἐν τρυφῇ ζῶν, ἀλλ' ἐν ἀῤῥωστίαις βιώσεται διηνεκέσι. ∆ιὸ καὶ ἡδέως ἂν ἠρόμην αὐτοὺς, τίνος ἕνεκεν τὰ σιτία δέδοται· ἵνα φθειρώμεθα, ἢ ἵνα τρεφώμεθα; ἵνα νοσῶμεν, ἢ ἵνα ὑγιαίνωμεν; ἵνα ἀσθενῶμεν, ἢ ἵνα ἰσχύωμεν; Εὔδηλον ὅτι διὰ τροφὴν καὶ ὑγείαν καὶ ἰσχύν. Τίνος οὖν ἕνεκεν εἰς τοὐναντίον αὐτοῖς ἀποκέχρησθε, νόσον καὶ ἀσθένειαν διὰ τούτων δημιουργοῦντες τῷ σώματι; Ἀλλ' οὐχ ὁ πένης, ἀλλ' ὑγείαν καὶ εὐρωστίαν καὶ ἰσχὺν διὰ τῆς λιτῆς ὠνεῖται τροφῆς. Μὴ δὴ κλαῖε διὰ πενίαν τὴν ὑγείας μητέρα, ἀλλὰ καὶ ἀγάλλου· καὶ, εἰ βούλει πλουτεῖν, καταφρόνει πλούτου. Οὐ γὰρ τὸ χρήματα ἔχειν, ἀλλὰ τὸ μὴ δεῖσθαι τοῦ ἔχειν, τοῦτο μάλιστα εὐπορία. Ἂν τοῦτο κατορθώσωμεν, καὶ ἐνταῦθα τῶν πλουτούντων πάντων εὐπορώτεροι ἐσόμεθα, καὶ ἐκεῖ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 61.489 ΟΜΙΛΙΑ ΙΓʹ. Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλάτυνται. Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν. αʹ. ∆ιηγησάμενος περὶ τῶν ἑαυτοῦ πειρασμῶν καὶ θλίψεων· Ἐν ὑπομονῇ γὰρ, φησὶν, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις· καὶ δείξας ὅτι μέγα ἀγαθὸν τὸ πρᾶγμα· Ὡς λυπούμενοι γὰρ, φησὶν, ἀεὶ δὲ χαίροντες· ὡς πτωχοὶ, πολλοὺς δὲ πλουτίζοντες· ὡς μηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες· καὶ ὅπλα αὐτὰ εἰπών· Ὡς παιδευόμενοι γὰρ, φησὶ, καὶ μὴ θανατούμενοι· καὶ τοῦ Θεοῦ τὴν πολλὴν κηδεμονίαν διὰ τούτων ἐμφήνας καὶ τὴν δύναμιν· Ἵνα γὰρ ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ, φησὶ, καὶ μὴ ἐξ ἡμῶν· καὶ τοὺς ἄθλους αὐτοῦ καταλέξας· Πάντοτε γὰρ τὴν νέκρωσιν αὐτοῦ, φησὶ, περιφέρομεν· καὶ ὅτι ἀναστάσεως τοῦτο ἀπόδειξις σαφής· 61.490 Ἵνα γὰρ καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν, φησί· καὶ ὧν γέγονε κοινωνὸς, καὶ τίνα ἐπιστεύθη· Ὑπὲρ Χριστοῦ γὰρ πρεσβεύομεν, φησὶν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν· καὶ τίνων ἐστὶ διάκονος, ὅτι οὐ γράμματος, ἀλλὰ πνεύματος· καὶ ὅτι οὐ τούτῳ μόνον αἰδέσιμος, ἀλλὰ καὶ τοῖς πειρασμοῖς· Τῷ Θεῷ γὰρ, φησὶ, χάρις τῷ πάντοτε ἡμᾶς θριαμβεύοντι· μέλλει λοιπὸν αὐτοῖς καὶ ἐπιτιμᾷν, ὡς οὐ σφόδρα περὶ αὐτὸν διακειμένοις. Ἀλλὰ μέλλων, οὐκ εὐθέως ἐπὶ τοῦτο ἔρχεται, ἀλλὰ πρότερον τὰ περὶ τῆς ἀγάπης εἰπὼν, ἣν περὶ αὐτοὺς ἐπεδείκνυτο, τότε ἐμβαίνει καὶ εἰς τὸν περὶ τούτων λόγον. Εἰ γὰρ καὶ ἀπὸ τῶν οἰκείων κατορθωμάτων αἰδέσιμος ὁ ἐπιτιμῶν εἴη, ἀλλ' ὅμως ὅταν καὶ τὴν φιλίαν, ἣν ἔχει πρὸς τοὺς ἐγκαλουμένους, ἐπιδείξηται, ἀνεπαχθέστερον ποιεῖ τὸν λόγον. ∆ιὰ τοῦτο καὶ αὐτὸς ἀπὸ τῶν πειρασμῶν καὶ τῶν ἱδρώτων τῶν ἑαυτοῦ καὶ τῶν ἀγώνων ἐκβὰς, εἰς τὸν περὶ τῆς ἀγάπης μεταβαίνει λόγον, καὶ οὕτως αὐτῶν καθ 61.491 άπτεται. Τίνα οὖν ἐστι τὰ τῆς ἀγάπης ἐνδεικτικά; Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι. Καὶ ποῖον τοῦτο σημεῖον ἀγάπης; τί δὲ καὶ ἔστιν ὅλως τὸ εἰρημένον; Οὐκ ἀνεχόμεθα, φησὶ, σιγᾷν πρὸς ὑμᾶς, ἀλλ' ἀεὶ βουλόμεθα καὶ ἐπιθυμοῦμεν φθέγγεσθαι καὶ διαλέγεσθαι ὑμῖν· ὅπερ ἔθος τῶν