1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

77

ἀγαπώντων ἐστί. Καὶ γὰρ ὅπερ εἰσὶν ἐπὶ σώματος περιπλοκαὶ χειρῶν, τοῦτο ἐπὶ ψυχῆς συνουσία λόγου Μετὰ δὲ τούτου καὶ ἕτερον αἰνίττεται. Ποῖον δὴ τοῦτο; Ὅτι πάντα μετὰ παῤῥησίας ὑμῖν διαλεγόμεθα, ὡς ἀγαπητοῖς, καὶ οὐδὲν ὑποστελλόμενοι οὐδὲ ταμιευόμενοι. Ἐπειδὴ γὰρ λοιπὸν μέλλει ἐπιτιμᾷν, συγγνώμην αἰτεῖ, αὐτὸ τὸ ἐπιτιμᾷν μετὰ παῤῥησίας ἀπόδειξιν ποιούμενος τοῦ σφόδρα αὐτοὺς φιλεῖν. Καὶ ἡ προσθήκη δὲ τοῦ ὀνόματος φιλίας πολλῆς καὶ διαθέσεως καὶ θερμότητος· καὶ γὰρ εἰώθαμεν τῶν ἀγαπωμένων συνεχῶς γυμνὰ τὰ ὀνόματα περιστρέφειν. Ἡ καρδία ἡμῶν πεπλάτυνται. Καθάπερ γὰρ τὸ θερμαῖνον εὐρύνειν εἴωθεν· οὕτω καὶ τῆς ἀγάπης ἔργον τὸ πλατύνειν ἐστί. Θερμὴ γάρ ἐστιν ἡ ἀρετὴ καὶ ζέουσα. Αὕτη καὶ τὸ στόμα ἀνεπέτασε Παύλου, καὶ τὴν καρδίαν ἐπλάτυνεν. Οὐδὲ γὰρ τῷ στόματι μόνον φιλῶ, φησὶν, ἀλλὰ καὶ τὴν καρδίαν συνᾴδουσαν ἔχω. ∆ιὰ τοῦτο μετὰ παῤῥησίας φθέγγομαι, ὅλῳ τῷ στόματι, ὅλῃ τῇ διανοίᾳ. Οὐδὲν γὰρ τῆς Παύλου καρδίας πλατύτερον, ἣ τοὺς πιστοὺς ἅπαντας, καθάπερ ἄν τις ἐρώμενον, οὕτω σφοδρῶς ἠγάπα, οὐ σχιζομένης αὐτοῦ τῆς φιλίας καὶ ἀσθενεστέρας γινομένης, ἀλλ' ὁλοκλήρου ἐν ἑκάστῳ μενούσης. Καὶ τί θαυμαστὸν ἐπὶ πιστῶν, ὅπου γε καὶ ἐπὶ τῶν ἀπίστων τὴν οἰκουμένην πᾶσαν ἐδέχετο ἡ καρδία Παύλου; ∆ιὰ τοῦτο οὐκ εἶπε, Φιλῶ ὑμᾶς, ἀλλ' ἐμφαντικώτερον, Τὸ στόμα ἡμῶν ἀνέῳγεν, ἡ καρδία ἡμῶν πεπλάτυνται· πάντας ἔνδον ἔχομεν· καὶ οὐδὲ τοῦτο ἁπλῶς, ἀλλὰ μετ' εὐρυχωρίας πολλῆς. Ὁ γὰρ φιλούμενος, μετὰ πολλῆς ἔνδον ἐν τῇ καρδίᾳ τοῦ φιλοῦντος βαδίζει τῆς ἀδείας· διό φησιν, Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν. Καὶ τὴν ἐπιτίμησιν ὅρα μετὰ φειδοῦς γινομένην· ὃ τῶν σφόδρα φιλούντων ἐστίν. Οὐκ εἶπεν, Οὐ φιλεῖτε ἡμᾶς, ἀλλ', Οὐ μετὰ τοῦ αὐτοῦ μέτρου· οὐ γὰρ βούλεται αὐτῶν σφόδρα καθάψασθαι. Καὶ πανταχοῦ δὲ ἴδοι τις ἂν πῶς ἐκκαίεται τῶν πιστῶν, ἐκλέγων ἑκάστης ἐπιστολῆς αὐτοῦ τὰ ῥήματα. Ῥωμαίοις μὲν γάρ φησιν, Ἐπιποθῶ δὲ ἰδεῖν ὑμᾶς· καὶ, Πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς· καὶ, Εἴ πως ἤδη ποτὲ εὐοδωθήσομαι ἐλθεῖν πρὸς ὑμᾶς. Γαλάταις δέ φησι, Τεκνία μου, οὓς πάλιν ὠδίνω· Ἐφεσίοις πάλιν, Τούτου χάριν κάμπτω τὰ γόνατά μου ὑπὲρ ὑμῶν. Φιλιππησίοις δὲ, Τίς γάρ μοί ἐστιν ἐλπὶς ἢ χαρὰ ἢ στέφανος καυχήσεως; ἢ οὐχὶ καὶ ὑμεῖς; καὶ ἐν τῇ καρδίᾳ καὶ ἐν τοῖς δεσμοῖς αὐτοὺς περιφέρειν ἔλεγε· Κολασσαεῦσι δὲ, Θέλω δὲ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω ὑπὲρ ὑμῶν, καὶ ὅσοι οὐχ ἑωράκασί με ἐν σαρκὶ, ἵνα παρακληθῶσιν αἱ καρδίαι ὑμῶν· Θεσσαλονικεῦσι δὲ, Ὡς ἂν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα, οὕτως ἱμειρόμενοι ὑμῶν εὐδο 61.492 κοῦμεν ὑμῖν μεταδοῦναι οὐ μόνον τὸ Εὐαγγέλιον, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς· Τιμοθέῳ δὲ, Μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ· Τίτῳ δὲ, Τῷ ἀγαπητῷ τέκνῳ· καὶ Φιλήμονι ὁμοίως. βʹ. Καὶ Ἑβραίοις δὲ πολλὰ ἕτερα τοιαῦτα γράφει, καὶ οὐ παύεται παρακαλῶν, καὶ λέγων, Ἔτι μικρὸν ὅσον, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ· καθάπερ παῖδας δυσχεραίνοντας μήτηρ. Οὕτω καὶ αὐτοῖς, Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, φησίν. Οὐ λέγει δὲ μόνον ὅτι φιλεῖ, ἀλλ' ὅτι καὶ φιλεῖται παρ' αὐτῶν, ἵνα καὶ ταύτῃ μᾶλλον αὐτοὺς ἐπισπάσηται. Καίτοι τοῖς μὲν τοῦτο μαρτυρῶν φησιν, ὅτι Ἦλθε Τίτος ἀπαγγέλλων ἡμῖν τὴν ὑμῶν ἐπιπόθησιν, τὸν ὑμῶν ὀδυρμὸν, τὸν ὑμῶν ζῆλον· καὶ Γαλάταις, Εἰ δυνατὸν, τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν ἐδώκατέ μοι· καὶ Θεσσαλονικεῦσιν, Ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς· καὶ Τιμοθέῳ δὲ, Μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ. Καὶ πανταχοῦ δὲ τῶν Ἐπιστολῶν εὕροι τις ἂν αὐτὸν τοῦτο μαρτυροῦντα τοῖς μαθηταῖς, καὶ ὅτι ἐφίλησε καὶ ὅτι φιλεῖται· οὐ μὴν ὁμοίως. Καὶ ἐνταῦθά φησιν, Εἰ καὶ περισσοτέρως ὑμᾶς ἀγαπῶν, ἧττον ἀγαπῶμαι. Ἀλλὰ τοῦτο μὲν πρὸς τῷ τέλει, τέως δὲ σφοδρότερον, Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν. Ὑμεῖς ἕνα δέχεσθε, φησὶν, ἐγὼ δὲ πόλιν ὁλόκληρον, καὶ δῆμον τοσοῦτον. Καὶ οὐκ εἶπεν, Οὐ δέχεσθε ἡμᾶς, ἀλλ' ὅτι Στενοχωρεῖσθε· τὸ αὐτὸ μὲν αἰνιττόμενος, μετὰ φειδοῦς δὲ, καὶ τοῦ μὴ σφόδρα καθάψασθαι. Τὴν δὲ αὐτὴν