1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

78

ἀντιμισθίαν, ὡς τέκνοις λέγω, πλατύνθητε καὶ ὑμεῖς. Καίτοι οὐκ ἔστιν ἴσον, πρότερον ἀγαπηθῆναι, εἶτα ἀγαπῆσαι. Κἂν γὰρ τὸ ἴσον τις εἰσενέγκῃ μέτρον, ἠλάττωται τῷ δεύτερος ἐπανελθεῖν. Ἀλλ' ὅμως οὐδὲν ἀκριβολογοῦμαι, φησὶ, κἂν παρ' ἐμοῦ λαβόντες τὰς ἀρχὰς τὸ αὐτὸ μέτρον ἐπιδείξησθε, ἀγαπῶ καὶ στέργω. Εἶτα ἵνα δείξῃ, ὅτι καὶ ὀφειλὴ τὸ πρᾶγμα ἦν, καὶ ὅτι κολακείας ἐκτὸς τὰ εἰρημένα, Ὡς τέκνοις λέγω, φησί. Τί ἐστιν, Ὡς τέκνοις; Οὐδὲν μέγα αἰτῶ, εἰ πατὴρ ὢν βούλομαι φιλεῖσθαι παρ' ὑμῶν. Καὶ ὅρα σύνεσιν καὶ μετριοφροσύνην. Οὐ τίθησιν ἐνταῦθα τοὺς κινδύνους τοὺς ὑπὲρ αὐτῶν καὶ τοὺς πόνους καὶ τοὺς θανάτους, καίτοι πολλὰ ἔχων εἰπεῖν· οὕτως ἐστὶν ἄτυφος· ἀλλὰ τὸ φιλεῖν· καὶ διὰ τοῦτο ἀξιοῖ φιλεῖσθαι, Ὅτι πατὴρ ὑμῶν ἐγενόμην, φησὶν, ὅτι σφόδρα ὑμῶν περικαίομαι· ὃ μάλιστα προσίσταται τῷ φιλουμένῳ πολλάκις, ὅταν τις αὐτῷ τὰς εὐεργεσίας προσφέρῃ· δοκεῖ γὰρ ὀνειδίζειν. ∆ιὸ οὐ ποιεῖ τοῦτο Παῦλος, ἀλλ', Ὡς τέκνα πατέρα ἀγαπήσατε, φησίν· ὃ τῆς φύσεως μᾶλλόν ἐστι, καὶ ὀφειλόμενον ἑκάστῳ πατρί. Εἶτα ἵνα μὴ δόξῃ δι' ἑαυτὸν ταῦτα λέγειν, δείκνυσιν ὅτι διὰ τὸ ἐκείνων κέρδος καὶ τὴν παρ' αὐτῶν ἐπισπᾶται φιλίαν· διὸ καὶ ἐπήγαγε, Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις. Καὶ 61.493 οὐκ εἶπε, Μὴ ἀναμίγνυσθε ἀπίστοις, ἀλλὰ μᾶλλον αὐτῶν καθαπτόμενος ἅτε ἀδικούντων τὸ δίκαιον, Μὴ ἐκκλίνητε ἑαυτοὺς, φησί. Τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; Ἐνταῦθα λοιπὸν σύγκρισιν ποιεῖται οὐχὶ τῆς ἑαυτοῦ ἀγάπης, καὶ τῆς ἐκείνων τῶν διαφθειρόντων αὐτοὺς, ἀλλὰ τῆς αὐτῶν εὐγενείας, καὶ τῆς ἐκείνων ἀτιμίας· οὕτω γὰρ καὶ σεμνότερος ὁ λόγος γέγονε, καὶ αὐτῷ πρεπωδέστερος, καὶ μᾶλλον αὐτοὺς ἐπεσπᾶτο. Ὡς ἂν εἴ τις παιδὶ τῶν γεγεννηκότων ὑπερορῶντι καὶ μιαροῖς ἑαυτὸν ἐκδιδόντι λέγοι, Τί ποιεῖς, ὦ παιδίον; τοῦ μὲν πατρὸς καταφρονεῖ, προτιμᾷς δὲ τοὺς μιαροὺς ἄνδρας, καὶ μυρίας γέμοντας κακίας; οὐκ οἶσθα πόσον αὐτῶν βελτίων εἶ καὶ σεμνότερος; Οὕτω γὰρ μᾶλλον αὐτὸν ἀφίστησι τῆς ἐκείνων συνουσίας, ἢ εἰ τὸν πατέρα θαυμάζοι. Ἂν μὲν γὰρ λέγῃ, Οὐκ οἶσθα πόσον ἐστὶν ὁ πατήρ σου βελτίων ἐκείνων; οὐδὲν τοσοῦτον ἐργάσεται· ἂν δὲ τὸν πατέρα ἀφεὶς, αὐτὸν αὐτῶν προκρίνῃ, λέγων, Οὐκ οἶσθα τίς μὲν σὺ, τίνες δὲ ἐκεῖνοι; οὐκ ἐννοεῖς σου τὴν εὐγένειαν καὶ τὴν ἐλευθερίαν, καὶ τὴν ἀτιμίαν τὴν ἐκείνων; τίς γὰρ κοινωνία σοι κἀκείνοις τοῖς κλέπταις, τοῖς μοιχοῖς, τοῖς γόησι; ταχέως αὐτὸν τοῖς ἐγκωμίοις τοῖς αὐτοῦ πτερώσας, ἀποῤῥαγῆναι ἐκείνων παρασκευάσει. Τὸν μὲν γὰρ πρότερον οὐ σφόδρα δέξεται λόγον, ὅτι κατηγορία αὐτοῦ ἐστιν ἡ προτίμησις τοῦ πατρὸς, ὅταν μὴ μόνον πατέρα φαίνηται λυπῶν, ἀλλὰ καὶ πατέρα τοιοῦτον· ἐνταῦθα δὲ οὐκέτι οὐδὲν τοιοῦτον πείσεται. Οὐδεὶς γὰρ ἂν ἕλοιτο μὴ ἐγκωμιάζεσθαι· καὶ δι' αὐτοῦ δὴ, μετὰ τῶν ἐπαίνων τοῦ ἀκούοντος, ὁ ἔλεγχος γίνεται εὐπαράδεκτος. Χαλᾶται γὰρ ὁ ἀκροατὴς, καὶ φρονήματος πληροῦται μεγάλου, καὶ διαπτύει τὴν ἐκείνων συνουσίαν. Οὐ τοῦτο δὲ μόνον αὐτοῦ ἐστι τὸ θαυμαστὸν, ὅτι οὕτω προήγαγε τὴν σύγκρισιν, ἀλλ' ὅτι καὶ ἕτερόν τι μεῖζον ἐπενόησε, καὶ ἐκπληκτικώτερον· πρῶτον μὲν κατ' ἐρώτησιν προαγαγὼν τὸν λόγον, ὅπερ τῶν σαφῶν καὶ ὁμολογουμένων ἐστίν· ἔπειτα δὲ πλατύνων τῇ πυκνότητι καὶ τῷ πλήθει τῶν ὀνομάτων. Οὐ γὰρ ἓν καὶ δύο καὶ τρία, ἀλλὰ πλείονα πρὸς τούτοις ἀντὶ τῶν προσώπων τὰ ὀνόματα τῶν πραγμάτων τίθησι, καὶ ἄκραν ἐνταῦθα ἀρετὴν, καὶ ἐσχάτην ἐκεῖ κακίαν ὑπογράφει· καὶ πολὺ τὸ μέσον καὶ ἄπειρον δείκνυσιν, ὡς μηδὲ δεηθῆναι κατασκευῆς. Τίς γὰρ, φησὶ, μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; τίς δὲ κοινωνία φωτὶ πρὸς σκότος; τίς δὲ συμφώνησις Χριστῷ πρὸς Βελίαρ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; ἢ τίς συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; γʹ. Εἶδες πῶς γυμνὰ τὰ ὀνόματα τίθησι, καὶ ἀρκοῦντα αὐτῷ πρὸς ἀποτροπήν; Οὐδὲ γὰρ εἶπε, Παρανομίᾳ, ὃ πλέον ἦν, οὐδὲ εἶπε, Τοῖς τοῦ φωτὸς, καὶ τοῖς τοῦ σκότους· ἀλλ' αὐτὰ τὰ ἐναντία τίθησι, τὰ ἀπαράδεκτα τῶν ἐναντίων, φῶς καὶ σκότος. Οὐδὲ εἶπε, Τοῖς τοῦ Χριστοῦ καὶ τοῖς τοῦ διαβόλου, ἀλλ' ὃ πολλῷ πλέον ἀφειστήκει, Χριστῷ καὶ Βελίαρ· τῇ