1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

79

Ἑβραϊκῇ 61.494 φωνῇ τὸν ἀποστάτην καλέσας οὕτως. Ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; Ἐνταῦθα λοιπὸν, ἵνα μὴ δόξῃ κακίας ἁπλῶς κατηγορίαν, καὶ ἀρετῆς ἐγκώμιον διεξιέναι, μέμνηται καὶ προσώπων ἀδιορίστως. Καὶ οὐκ εἶπε κοινωνίαν, ἀλλὰ τὰ ἔπαθλα τέθεικε, μερίδα εἰπών. Τίς συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; ὑμεῖς γὰρ ναὸς Θεοῦ ἐστε ζῶντος. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὔτε ὁ βασιλεὺς ὑμῶν ἔχει τι κοινὸν πρὸς αὐτόν· (Τίς γὰρ συμφωνία Χριστῷ πρὸς Βελίαρ;) οὔτε τὰ πράγματα· Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; Οὐκοῦν οὐδὲ ὑμᾶς δεῖ. Καὶ πρῶτον τίθησι τὸν βασιλέα, καὶ δεύτερον αὐτοὺς, τούτῳ μάλιστα αὐτοὺς ἀποσχίζων. Εἶτα εἰπὼν, Ναῷ Θεοῦ μετὰ εἰδώλων, καὶ ἀποφηνάμενος, ὅτι Ὑμεῖς γὰρ ναὸς Θεοῦ ζῶντος. ἀναγκαίως καὶ τὴν μαρτυρίαν ἐπάγει, δεικνὺς ὅτι οὐ κολακεία τὸ πρᾶγμά ἐστιν. Ὁ γὰρ ἐγκωμιάζων, ἂν μὴ καὶ ἀπόδειξιν παρέχηται, δοκεῖ κολακεύειν. Τίς οὖν ἡ μαρτυρία; Ἐνοικήσω γὰρ ἐν αὐτοῖς, φησὶ, καὶ ἐμπεριπατήσω. Ἐνοικήσω ἐν ναοῖς, καὶ ἐμπεριπατήσω· τὴν πλείονα πρὸς αὐτοὺς σχέσιν δηλῶν. Καὶ ἔσονταί μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν. Τί, φησί; Θεὸν φέρεις ἐν σεαυτῷ, καὶ πρὸς ἐκείνους τρέχεις; Θεὸν τὸν οὐδὲν ἔχοντα κοινὸν πρὸς αὐτούς; καὶ ποῦ ταῦτα ἄξια συγγνώμης; ἐννόησον τίς ἐμπεριπατεῖ σοι, τίς ἐνοικεῖ. ∆ιὸ ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς, λέγει Κύριος. Καὶ οὐκ εἶπε, Μὴ πράττετε ἀκάθαρτα· ἀλλὰ πλείονα ἀκρίβειαν ζητῶν, Μηδὲ ἅπτεσθε, φησὶ, μηδὲ ἐγγὺς γίνεσθε. Τί δέ ἐστι μολυσμὸς σαρκός; Μοιχεία, πορνεία, ἀσέλγεια πᾶσα. Τί δὲ ψυχῆς; Ἀκάθαρτοι λογισμοὶ ὡς τὸ ἐμβλέψαι ἀκολάστοις ὀφθαλμοῖς, μνησικακίαι, δόλοι, καὶ ὅσα τοιαῦτα. Βούλεται τοίνυν ἑκατέρωθεν εἶναι καθαρούς. Εἶδες τὸ ἔπαθλον ὅσον; Τὸ ἀπαλλαγῆναι τῶν πονηρῶν, τὸ ἑνωθῆναι Θεῷ. Ἄκουε καὶ τῶν ἑξῆς· Καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος. Εἶδες ἄνωθεν τὴν παροῦσαν εὐγένειαν τὸν προφήτην προαναφωνοῦντα, τὴν διὰ τῆς χάριτος ἀναγέννησιν; Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί. Ποίας; Τὸ ναοὺς Θεοῦ εἶναι, τὸ υἱοὺς καὶ θυγατέρας, τὸ ἔνοικον αὐτὸν ἔχειν καὶ ἐμπεριπατοῦντα, τὸ λαὸν αὐτοῦ γίνεσθαι, τὸ τὸν Θεὸν αὐτὸν καὶ πατέρα κεκτῆσθαι. Καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος. Μήτε ἀκαθάρτων ἁπτώμεθα· τοῦτο γὰρ σαρκὸς μολυσμός· μήτε τῶν τὴν ψυχὴν μολυνόντων· οὗτος γὰρ πνεύματος. Καὶ οὐκ ἀρκεῖται τούτῳ μόνον, ἀλλὰ καὶ ἐπάγει, Ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ. Οὐ γὰρ τὸ μὴ ἀκαθάρτου ἅπτεσθαι ποιεῖ καθαρὸν, ἀλλὰ καὶ ἑτέρου τινὸς ἡμῖν δεῖ ὥστε γενέσθαι ἡμᾶς ἁγίους, σπουδῆς, προσοχῆς, εὐλαβείας. Καὶ καλῶς εἶπε, Ἐν φόβῳ Θεοῦ. Ἔστι γὰρ ἐπιτελεῖν σωφροσύνην, οὐκ ἐν φόβῳ Θεοῦ, ἀλλὰ διὰ κενοδοξίαν. Μετὰ δὲ τούτου καὶ ἕτερον αἰνίττεται εἰπὼν, Ἐν φόβῳ Θεοῦ, τὸν τρόπον, καθ' ὃν ἂν ἀνυσθείη ἡ ἁγιωσύνη. Εἰ γὰρ καὶ τυραννικὸν ἡ ἐπιθυμία, ἀλλ', ἂν ἐπιτειχίσῃς τὸν τοῦ Θεοῦ φόβον, κατέλυσας τὴν 61.495 αὐτῆς μανίαν. Ἁγιωσύνην δὲ ἐνταῦθα οὐχὶ σωφροσύνην μόνον λέγει, ἀλλὰ τὴν πάσης ἁμαρτίας ἀπαλλαγήν· ἅγιος γάρ ἐστιν ὁ καθαρός. Καθαρὸς δὲ ἄν τις γένοιτο, οὐχὶ εἰ πορνείας ἀπαλλαγείη μόνον, ἀλλὰ καὶ πλεονεξίας καὶ βασκανίας καὶ ἀπονοίας καὶ κενοδοξίας· καὶ μάλιστα κενοδοξίας, ἣν πανταχοῦ μὲν φυγεῖν δεῖ, πολλῷ δὲ πλέον ἐπὶ ἐλεημοσύνης· ἐπεὶ οὐδ' ἂν εἴη ἐλεημοσύνη, εἰ τοῦτο ἔχει τὸ νόσημα, ἀλλ' ἐπίδειξις καὶ ὠμότης. Ὅταν γὰρ μὴ ἐλεῶν, ἀλλ' ἐκπομπεύων ποιῇς, οὐ μόνον οὐκ ἔστιν ἐλεημοσύνη τὸ τοιοῦτον, ἀλλὰ καὶ ὕβρις· παρεδειγμάτισας γὰρ τὸν ἀδελφόν. Οὐκ ἄρα τὸ διδόναι χρήματα, ἀλλὰ τὸ ἐλεοῦντα διδόναι, ἐλεημοσύνη. Ἐπεὶ καὶ οἱ ἐν τοῖς θεάτροις διδόασι καὶ παισὶ πεπορνευμένοις, καὶ ἑτέροις τοῖς ἐπὶ τῆς σκηνῆς, ἀλλ' οὐκ ἐλεημοσύνη τὸ τοιοῦτον· καὶ αὐτοὶ δὲ οἱ ὑβρίζοντες εἰς τὸ σῶμα τῶν πορνευομένων γυναικῶν διδόασιν, ἀλλ' οὐ φιλανθρωπία τοῦτο, ἀλλὰ παροινία. Τούτῳ καὶ ὁ κενόδοξος ἔοικε. Καθάπερ γὰρ ἐκεῖνος ὑβρίζων εἰς τὸ σῶμα τῆς πόρνης, μισθὸν αὐτῇ δίδωσι τῆς ὕβρεως· οὕτω καὶ σὺ μισθὸν ἀπαιτεῖς τὸν λαμβάνοντα τὴν