1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

85

Ὥστε εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ ἐπιστολῇ, οὐ μεταμέλομαι, εἰ καὶ μετεμελόμην.

αʹ. Ἀπολογεῖται λοιπὸν ὑπὲρ τῆς ἐπιστολῆς, ὅτε ἀκίνδυνον ἦν αὐτοὺς

θεραπεύειν, τῆς ἁμαρτίας διορθωθείσης, καὶ δείκνυσι τοῦ πράγματος τὴν ὠφέλειαν. Ἐποίησε μὲν γὰρ αὐτὸ καὶ ἔμπροσθεν, εἰπὼν, Ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν, οὐχ ἵνα λυπηθῆτε, ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε, ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς. Ποιεῖ δὲ αὐτὸ καὶ νῦν, διὰ πλειόνων οὕτως αὐτὸ κατασκευάζων. Καὶ οὐκ εἶπε, Πρότερον μὲν μετεμελόμην, νῦν δὲ οὐ μεταμέλομαι· ἀλλὰ πῶς; Οὐ μεταμέλομαι νῦν, εἰ καὶ μετεμελόμην. Εἰ καὶ τοιαῦτα ἦν, φησὶ, τὰ γεγραμμένα παρ' ἐμοῦ, ὡς ὑπερβαίνειν τὸ μέτριον τῆς ἐπιτιμήσεως, καὶ ποιῆσαί με μεταμελη 61.502.40 θῆναι· ἀλλὰ τὸ πολὺ κέρδος τὸ ἐξ αὐτῶν οὐκ ἐᾷ με μεταμεληθῆναι. Ταῦτα δὲ ἔλεγεν, οὐχ ὡς ἀμέτρως ἐπιτιμήσας, ἀλλὰ τὰ ἐγκώμια αὐτῶν αὔξων. Τοσαύτην γὰρ ἐπεδείξασθε τὴν διόρθωσιν, φησὶν, ὡς, εἰ καὶ ἔτυχον σφοδρότερον πλήξας οὕτως, ὡς καὶ καταγνῶναι ἐμαυτοῦ, ἐπαινεῖν με νῦν ἐμαυτὸν ἀπὸ τοῦ τέλους. Καθάπερ γὰρ ἐπὶ τῶν παιδίων, ὅταν δέξηται θεραπείαν λυποῦσαν, οἱονεὶ τομὴν, ἢ καῦσιν, ἢ πικρὸν φάρμακον, ἀδεῶς αὐτὰ λοιπὸν κολακεύομεν· οὕτω καὶ ὁ Παῦλος ποιεῖ. Βλέπω γὰρ, ὅτι ἡ ἐπιστολὴ ἐκείνη, εἰ καὶ πρὸς ὥραν, ἐλύπησεν ὑμᾶς. Νῦν χαίρω, οὐχ ὅτι ἐλυπήθητε, ἀλλ' ὅτι ἐλυπήθητε εἰς μετάνοιαν. Εἰπὼν, ὅτι Οὐ μεταμέλομαι, λέγει καὶ τὴν αἰτίαν, τὸ χρήσιμον τιθεὶς τὸ ἀπὸ τῶν γραμμάτων, καὶ συνετῶς ἀπολογούμενος, 61.503 καὶ λέγων, Εἰ καὶ πρὸς ὥραν. Τὸ μὲν γὰρ λυπηρὸν βραχὺ, τὸ δὲ ὠφέλιμον διηνεκές. Καὶ τὸ μὲν ἀκόλουθον ἦν εἰπεῖν, Εἰ καὶ πρὸς ὥραν ἐλύπησεν ὑμᾶς, ἀλλὰ διὰ παντὸς ηὔφρανεν ὑμᾶς, καὶ ὠφέλησεν. Ἀλλ' οὐ λέγει τοῦτο· ἀλλὰ πρὶν ἢ τὸ κέρδος εἰπεῖν, μεταβαίνει πάλιν ἐπὶ τὰ ἐγκώμια αὐτῶν, καὶ τὴν ἀπόδειξιν τῆς ἑαυτοῦ κηδεμονίας λέγων, Νῦν χαίρω, οὐχ ὅτι ἐλυπήθητε· τί γάρ μοι κέρδος ἀπὸ τοῦ λυπηθῆναι ὑμᾶς; ἀλλ' ὅτι ἐλυπήθητε εἰς μετάνοιαν· ὅτι ἔσχε τι κέρδος ἡ λύπη. Ἐπεὶ καὶ πατὴρ ὅταν ἴδῃ παῖδα τεμνόμενον, οὐχ ὅτι ὀδυνᾶται χαίρει, ἀλλ' ὅτι διορθοῦται· οὕτω καὶ οὗτος. Ὅρα δὲ πῶς ἀπὸ τῶν πραγμάτων ἐπ' αὐτοὺς μεταφέρει τὸ πᾶν κατόρθωμα, καὶ τὸ λυπηρὸν τῇ ἐπιστολῇ λογίζεται, Ὅτι πρὸς ὥραν ἐλύπησεν ὑμᾶς, λέγων, τὸ δὲ ἐξ αὐτῆς χρήσιμον εἶναι αὐτῶν κατόρθωμά φησιν. Οὐ γὰρ εἶπεν, Ὅτι διώρθωσεν ὑμᾶς ἡ ἐπιστολὴ, εἰ καὶ οὕτως εἶχεν, ἀλλ' Ὅτι ἐλυπήθητε εἰς μετάνοιαν. Ἐλυπήθητε γὰρ κατὰ Θεὸν, ἵνα ἐν μηδενὶ ἐξ ἡμῶν ζημιωθῆτε. Εἶδες σύνεσιν ἄφατον. Εἰ γὰρ μὴ τοῦτο ἐποιήσαμεν, φησὶν, ἐζημιώσαμεν ἂν ὑμᾶς. Καὶ τὸ μὲν κατόρθωμα αὐτῶν φησιν εἶναι, τὴν δὲ ζημίαν αὐτοῦ, εἴπερ ἐσιώπησεν. Εἰ γὰρ μέλλουσιν ἐξ ἐπιπλήξεως διορθοῦσθαι, εἰ μὴ ἐπεπλήξαμεν, ἐζημιώσαμεν ἂν ὑμᾶς· καὶ οὐχὶ παρ' ὑμᾶς μόνον, ἀλλὰ καὶ παρ' ἡμᾶς ἂν ἡ βλάβη γέγονε. Καθάπερ γὰρ ὁ μὴ διδοὺς τῷ ἐμπόρῳ τὰ πρὸς τὴν ναυτιλίαν, αὐτός ἐστιν ὁ τὴν ζημίαν ποιῶν· οὕτω καὶ ἡμεῖς, εἰ μὴ παρέσχομεν ὑμῖν τὰς ἀφορμὰς τῆς μετανοίας, ἐζημιώσαμεν ἂν ὑμᾶς. Ὁρᾷς ὅτι τὸ μὴ ἐπιτιμᾷν τοῖς ἁμαρτάνουσι, ζημία ἐστὶ καὶ τῷ διδασκάλῳ καὶ τῷ μαθητῇ; Ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται. ∆ιὰ τοῦτο, φησὶν, εἰ καὶ μετεμελόμην, πρὶν ἢ τὸν καρπὸν ἰδεῖν καὶ τὸ κέρδος ὅσον, οὐ μεταμέλομαι νῦν. Τοιοῦτον γὰρ ἡ κατὰ Θεὸν λύπη. Καὶ λοιπὸν περὶ αὐτῆς φιλοσοφεῖ, δεικνὺς ὅτι οὐ πανταχοῦ χαλεπὸν λύπη, ἀλλ' ὅταν κατὰ κόσμον γίνηται. Τί δέ ἐστι, κατὰ κόσμον; Ἐὰν λυπηθῇς διὰ χρήματα, διὰ δόξαν, διὰ τὸν ἀπελθόντα, πάντα ἐκεῖνα κατὰ κόσμον. ∆ιὸ καὶ θάνατον ποιεῖ. Ὁ γὰρ διὰ δόξαν λυπούμενος, φθονεῖ, καὶ ἀναγκάζεται πολλάκις ἀπολέσθαι· οἵαν καὶ ὁ Κάϊν ἐλυπήθη λύπην, οἵαν ὁ Ἡσαῦ. Τὴν οὖν κατὰ κόσμον λύπην λέγει ταύτην τὴν ἐπὶ βλάβῃ τῶν λυπουμένων. Καὶ γὰρ εἰς ἁμαρτίας μόνον ἡ λύπη