1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

88

τούτων εἰσὶν, ἡ χαλκευτικὴ, ἡ τεκτονική, ἡ ποιμαντική. Ἀλλὰ καὶ τούτων αὐτῶν τῶν τεχνῶν ἀναγκαιοτέρα πασῶν ἡ γεωργικὴ, ἣν καὶ πρώτην εἰσήγαγεν ὁ Θεὸς, τὸν ἄνθρωπον πλάσας. Ὑποδημάτων μὲν γὰρ ἄνευ καὶ ἱματίων δυνατὸν ζῇν, γεωργικῆς δὲ χωρὶς, ἀμήχανον. Τοιούτους τοὺς ἁμαξοβίους εἶναί φασι, τοὺς παρὰ Σκύθαις νομάδας, τοὺς γυμνοσοφιστὰς τοὺς τῶν Ἰνδῶν. Οὗτοι γὰρ καὶ οἰκοδομικὴν καὶ ὑφαντικὴν καὶ τὴν τῶν ὑποδημάτων εἴασαν τέχνην, μόνης δὲ τῆς γεωργικῆς δέονται. Αἰσχύνθητε οἱ τῶν περιττῶν χρῄζοντες τεχνῶν, καὶ μαγείρων καὶ πλακουντοποιῶν καὶ ποικιλτῶν καὶ μυρίων ἑτέρων τοιούτων, ἵνα ζῆτε· αἰσχύνθητε οἱ τὰς ματαιοτεχνίας εἰσαγαγόντες τῷ βίῳ· αἰσχύνθητε ἐκείνους τοὺς βαρβάρους ὑμεῖς οἱ πιστοὶ, τοὺς μὴ δεομένους τέχνης. Καὶ γὰρ σφόδρα αὐτάρκη τὴν φύσιν ἐξ ὀλίγων ἐποίησεν ὁ 61.507 Θεός. Πλὴν οὐκ ἀναγκάζω, οὐδὲ νομοθετῶ οὕτω ζῇν· ἀλλ' ὡς ὁ Ἰακὼβ ᾔτησε. Τί δὲ ᾔτησεν ἐκεῖνος; Ἐὰν δῷ μοι Κύριος ἄρτον φαγεῖν, καὶ ἱμάτιον περιβαλέσθαι. Οὕτω καὶ Παῦλος ἐκέλευσε λέγων· Ἔχοντες δὲ τροφὴν καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. Πρώτη μὲν οὖν ἡ γεωργικὴ, δευτέρα δὲ ἡ ὑφαντικὴ, καὶ τρίτη μετ' ἐκείνην ἡ οἰκοδομική· ἡ δὲ τῶν ὑποδημάτων πασῶν ἐσχάτη. Παρὰ γοῦν ἡμῖν εἰσι πολλοὶ καὶ οἰκέται καὶ γεωργοὶ χωρὶς ὑποδημάτων ζῶντες. Οὐκοῦν αἱ χρήσιμοι καὶ ἀναγκαῖαι αὗται. Φέρε οὖν, παραβάλωμεν αὐτὰς τῇ ἀρχικῇ. ∆ιὰ γὰρ τοῦτο τὰς πασῶν κυριωτέρας παρήγαγον, ἵν' ὅταν φανῇ αὕτη βελτίων ἐκείνων, ἀναμφισβήτητος ἡ κατὰ τῶν ἄλλων αὐτῇ νίκη ᾖ. Πόθεν οὖν αὐτὴν δείξομεν ἀναγκαιοτέραν οὖσαν πασῶν; Ὅτι ταύτης ἄνευ οὐδὲν ἐκείνων ὄφελος. Καὶ, εἰ δοκεῖ, τὰς ἄλλας ἀφέντες, τὴν πασῶν ἀνωτέρω καὶ κυριωτέραν εἰς μέσον ἀγάγωμεν, τὴν γεωργικήν. Τί οὖν ἔσται πλέον τῆς τῶν γεωργῶν πολυχειρίας, ὅταν ἀλλήλοις πολεμῶσι, καὶ τὰ ἀλλήλων ἁρπάζωσι; Νῦν μὲν γὰρ ὁ τοῦ ἄρχοντος φόβος κατέχει, καὶ τὰ ὑπ' ἐκείνων γινόμενα φυλάττει· ἐὰν δὲ ταύτην ἀνέλῃς, περιττὸς ὁ πόνος ἐκεῖνος. Εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, καὶ ἑτέραν ἀρχὴν εὑρήσει μητέρα ταύτης καὶ σύνδεσμον οὖσαν. Ποίαν δὴ ταύτην; Καθ' ἢν ἕκαστον αὐτόν τινα ἑαυτοῦ κρατεῖν καὶ ἄρχειν δεῖ, τὰ μὲν ἀνελεύθερα κολάζοντα πάθη, πάντα δὲ τὰ τῆς ἀρετῆς βλαστήματα ἐκτρέφοντά τε καὶ αὔξοντα μετὰ ἀκριβείας ἁπάσης. Ἔστι γὰρ ἀρχῆς εἴδη, ἓν μὲν, καθ' ὃ δήμων καὶ πόλεων ἄρχουσιν ἄνθρωποι, τὸν πολιτικὸν τοῦτον διορθοῦντες βίον· ὅπερ ὁ Παῦλος δηλῶν ἔλεγε· Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω· οὐ γάρ ἐστιν ἐξουσία, εἰ μὴ ὑπὸ Θεοῦ. Εἶτα δεικνὺς αὐτῆς τὸ κέρδος, ἐπήγαγε λέγων, ὅτι Ὁ ἄρχων Θεοῦ διάκονός ἐστιν εἰς τὸ ἀγαθόν· καὶ πάλιν, Θεοῦ διάκονός ἐστιν, ἔκδικος εἰς ὀργὴν τῷ τὸ κακὸν πράσσοντι. Ἕτερον δὲ, καθ' ὃ ἑαυτοῦ τις ἕκαστος ὁ νοῦν ἔχων ἄρχει· ὃ καὶ αὐτὸ παρεδήλωσεν εἰπὼν, Εἰ δὲ θέλεις μὴ φοβεῖσθαι τὴν ἐξουσίαν, τὸ ἀγαθὸν ποίει· τὸν ἑαυτοῦ ἄρχοντα λέγων. δʹ. Ἐνταῦθα δέ ἐστι καὶ ἑτέρα ἀρχὴ τῆς πολιτικῆς ἀρχῆς ἀνωτέρα. Τίς οὖν ἐστιν αὕτη; Ἡ ἐν τῇ Ἐκκλησίᾳ· ἧς καὶ αὐτῆς ὁ Παῦλος μέμνηται λέγων, Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε, ὅτι αὐτοὶ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες. Αὕτη γὰρ ἡ ἀρχὴ τοσοῦτον τῆς πολιτικῆς ἀμείνων, ὅσον τῆς γῆς ὁ οὐρανός· μᾶλλον δὲ καὶ πολλῷ πλέον. Πρῶτον μὲν γὰρ οὐχ ὅπως γενόμενα κολάσειεν ἁμαρτήματα σκοπεῖ προ 61.508 ηγουμένως, ἀλλ' ὅπως μὴ γένοιτο τὴν ἀρχήν· ἔπειτα γενόμενα, οὐχ ὅπως ἀπενέγκοι τὸν κάμνοντα, ἀλλ' ὅπως ἀφανισθείη. Καὶ βιωτικῶν μὲν οὐ πολὺς αὐτῇ λόγος, πάντα δὲ ὑπὲρ τῶν ἐν οὐρανοῖς πραγμάτων χρηματίζει· Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, καὶ ἡ ζωὴ ἡμῶν ἐκεῖ. Κέκρυπται γὰρ, φησὶ, σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Καὶ τὰ ἔπαθλα ἐκεῖ, καὶ οἱ δρόμοι περὶ τῶν ἐκεῖ στεφάνων. Οὐδὲ γὰρ καταλύεται μετὰ τὴν τελευτὴν αὕτη ἡ ζωὴ, ἀλλὰ τότε διαλάμπει μειζόνως. ∆ιὰ δὴ τοῦτο, οὐχ ὑπάρχων μόνον, ἀλλὰ καὶ αὐτῶν τῶν τὰ διαδήματα περικειμένων μείζονά εἰσιν ἐγκεχειρισμένοι τιμὴν οἱ ταύτην ἔχοντες τὴν ἀρχὴν, ἅτε ἐν μείζοσι καὶ ἐπὶ μείζοσι πλάττοντες τοὺς ἀνθρώπους. Ἀλλ' οὔτε ὁ τὴν