1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

90

γὰρ καὶ τὸ περὶ τῶν κεκρυμμένων τρέμειν τοῦ περὶ τῶν φανερῶν μόνον δεδοικέναι ἀσφαλέστερον ποιεῖ τὸν ἄνθρωπον, καὶ τοῦ τὰ μείζω κολάζειν τὸ καὶ τῶν ἐλαττόνων ἀπαιτεῖν εὐθύνας μᾶλλον αὐτὸν διανίστησι πρὸς ἀρετήν· εὔδηλον ὅτι πάντων μάλιστα αὕτη ἡ ἀρχὴ τὴν ἡμετέραν συγκροτεῖ ζωήν. Εἰ δὲ βούλει, καὶ τὰς χειροτονίας τῶν ἀρχόντων ἴδωμεν· καὶ γὰρ ἐνταῦθα πολὺ τὸ μέσον ὄψει. Οὐ γὰρ χρήματα δόντας ἔστι λαβεῖν τὴν ἀρχὴν ταύτην, ἀλλὰ τρόπον ἐπιδειξάμενον ἄρι 61.510 στον· οὐδὲ ὡς ἐπὶ δόξαν ἀνθρωπίνην καὶ ἄνεσιν οἰκείαν, ἀλλ' ὡς εἰς πόνους καὶ ἱδρῶτας καὶ τὸ τῶν πολλῶν συμφέρον, οὕτως ἐπὶ τὴν ἀρχὴν ἄγεται ταύτην ὁ χειροτονηθείς. ∆ιὸ καὶ πολλῆς ἀπολαύει τῆς ἄνωθεν βοηθείας παρὰ τοῦ Πνεύματος. Κἀκεῖ μὲν μέχρι τοῦ διαγορεῦσαι τὰ πρακτέα μόνον ἕστηκεν ἡ ἀρχή· ἐνταῦθα δὲ καὶ τὴν ἀπὸ τῶν εὐχῶν, καὶ τὴν ἀπὸ τῆς χάριτος προστίθησι συμμαχίαν. Μᾶλλον δὲ ἐκεῖ μὲν οὐδὲ λόγος ὑπὲρ φιλοσοφίας οὐδεὶς, οὐδὲ κάθηταί τις διδάσκων τί ψυχὴ, καὶ τί ποτε κόσμος, καὶ τί μέλλομεν εἶναι μετὰ ταῦτα, καὶ ἐπὶ τίσιν ἀπελευσόμεθα ἐντεῦθεν, καὶ πῶς ἀρετῆς περιεσόμεθα, ἀλλὰ περὶ μὲν συναλλαγμάτων καὶ συμβολαίων καὶ χρημάτων πολὺς ὁ λόγος, τούτων δὲ οὐδεμία φροντίς· ἐν δὲ τῇ Ἐκκλησίᾳ πάντας ὑπὲρ τούτων τοὺς λόγους ἴδοι τις ἂν γινομένους· διὸ καὶ δικαίως πάντα ἄν τις αὐτὴν καλέσειε, καὶ δικαστήριον, καὶ ἰατρεῖον, καὶ φιλοσοφίας διδασκαλεῖον, καὶ ψυχῆς παιδευτήριον, καὶ γυμνάσιον δρόμων τῶν εἰς οὐρανοὺς φερόντων. Ὅτι δὲ καὶ ἡμερωτάτη πασῶν ἡ ἀρχὴ, καίτοι μείζονα ἀκρίβειαν ἀπαιτοῦσα, δῆλον ἐντεῦθεν. Ὁ μὲν γὰρ ἔξωθεν ἄρχων, ἂν λάβῃ μοιχὸν, εὐθέως ἐκόλασε. Καίτοι τί τὸ κέρδος; τοῦτο γὰρ οὐχὶ τὸ πάθος ἐστὶν ἀνελεῖν, ἀλλὰ τὸ τραῦμα ἔχουσαν ἀποπέμψαι τὴν ψυχήν. Ὁ δὲ ἐνταῦθα ἄρχων εὑρὼν, οὐχ ὅπως τιμωρήσηται, ἀλλ' ὅπως ἐξέλῃ τὸ πάθος, σπεύδει. Σὺ μὲν γὰρ ταὐτὸν ποιεῖς, ὥσπερ ἂν, περὶ τὴν κεφαλὴν νοσήματος γενομένου, μὴ τὸ νόσημα παύσῃς, ἀλλὰ τὴν κεφαλὴν ἀποτέμοις· ἐγὼ δὲ οὐχ οὕτως, ἀλλὰ τὸ νόσημα ἀποτέμνω· καὶ εἴργω μὲν αὐτὸν μυστηρίων καὶ ἱερῶν περιβόλων, ἀναστησάμενος δὲ αὐτὸν, καὶ ἀπαλλαγέντα τῆς κακίας, καὶ ἀμείνω τῇ μετανοίᾳ γενόμενον ἀναλαμβάνω πάλιν. Καὶ πῶς ἔστιν ἐξελεῖν μοιχείαν; φησίν. Ἔστι, καὶ σφόδρα ἔστιν ὑπὸ τοῖς νόμοις γενόμενον τούτοις. Βαλανεῖον γάρ ἐστιν ἡ Ἐκκλησία πνευματικὸν, οὐ ῥύπον σώματος, ἀλλὰ ψυχῆς ἀποσμῆχον κηλῖδα τοῖς πολλοῖς τῆς μετανοίας τρόποις. Σὺ μὲν γὰρ ἄν τε ἀφῇς ἀτιμώρητον, χείρονα εἰργάσω· ἄν τε κολάσῃς, ἀνίατον εἴασας· ἐγὼ δὲ οὔτε ἀφίημι ἀτιμώρητον, οὔτε κολάζω, ὡς σὺ, ἀλλὰ καὶ δίκην ἀπαιτῶ τὴν ἐμοὶ πρέπουσαν, καὶ διορθοῦμαι τὸ γεγενημένον. Βούλει καὶ ἑτέρως μαθεῖν, πῶς σὺ μὲν ξίφη γυμνῶν, καὶ φλόγα δεικνὺς τοῖς ἁμαρτάνουσιν, οὐ πολλὴν ἐργάζῃ τὴν ἰατρείαν, ἐγὼ δὲ τούτων χωρὶς πρὸς καθαρὰν ἐχειραγώγησα τὴν ὑγίειαν; Οὐ δεῖ δέ μοι λόγων οὐδὲ ῥημάτων, ἀλλὰ γῆν καὶ θάλατταν εἰς μέσον ἄγω, καὶ αὐτὴν τῶν ἀνθρώπων τὴν φύσιν. Καὶ ἐξέτασον, πρὶν ἢ τὸ δικαστήριον τοῦτο καθίσαι, πῶς τὰ ἀνθρώπινα διέκειτο πράγματα, πῶς οὐδὲν τῶν νῦν κατορθωθέντων οὐδὲ μέχρις ὀνόματος ἦν ἀκοῦσαί ποτε. Τίς γὰρ θανάτου κατετόλμησε; τίς χρημάτων κατεφρόνησε; τίς δόξης ὑπερεῖδε; τίς τοὺς ἐν μέσῳ 61.511 θορύβους φυγὼν, ὄρη καὶ ἐρημίαν, τὴν μητέρα τῆς φιλοσοφίας, ἠσπάσατο; ποῦ παρθενίας ὄνομά ποτε ἦν; Ταῦτα γὰρ πάντα, καὶ τὰ τούτων πλείονα, τούτου τοῦ δικαστηρίου κατόρθωμα γέγονε, ταύτης τῆς ἀρχῆς ἔργα. Ταῦτ' οὖν εἰδότες καὶ καταμαθόντες, ὡς 61.512 ἐντεῦθεν πᾶσα ὠφέλεια τοῦ βίου, καὶ ἡ τῆς οἰκουμένης διόρθωσις, θαμινὰ βαδίζετε παρὰ τὴν τῶν θείων λόγων ἀκρόασιν, καὶ τὰς συνόδους τὰς ἐνταῦθα, καὶ τὰς εὐχάς. Ἂν γὰρ οὕτως ἑαυτοὺς ῥυθμίζητε, δυνήσεσθε τῶν οὐρανῶν ἀξίαν ἐπιδειξάμενοι πολιτείαν, τυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.