1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

91

ΟΜΙΛΙΑ Ις. ∆ιὰ τοῦτο παρακεκλήμεθα ἐπὶ τῇ παρακλήσει ὑμῶν· περισσοτέρως δὲ μᾶλλον ἐχάρημεν ἐπὶ τῇ χαρᾷ Τίτου, ὅτι ἀναπέπαυται τὸ πνεῦμα αὐτοῦ ἀπὸ πάντων ὑμῶν.

αʹ. Ὅρα πάλιν πῶς ἐπαίρει αὐτῶν τὰ ἐγκώμια, καὶ δείκνυσι τὴν ἀγάπην.

Εἰπὼν γὰρ, ὅτι Ἥσθην ὅτι τοσοῦτον ἡ ἐπιστολὴ ἤνυσε, καὶ ὅτι Τοσοῦτον ἐκερδάνετε· Χαίρω γὰρ, φησὶν, οὐχ ὅτι ἐλυπήθητε, ἀλλ' ὅτι ἐλυπήθητε εἰς μετάνοιαν· καὶ δείξας αὐτοῦ τὴν ἀγάπην· φησὶ γὰρ, ὅτι Εἰ καὶ ἔγραψα ὑμῖν, οὐχ ἕνεκεν τοῦ ἀδικήσαντος, οὐδὲ ἕνεκεν τοῦ ἀδικηθέντος, ἀλλ' ἕνεκεν τοῦ φανερωθῆναι τὴν σπουδὴν ἡμῶν τὴν ὑπὲρ ὑμῶν πρὸς ὑμᾶς· λέγει πάλιν ἄλλο σημεῖον τῆς αὐτῶν εὐνοίας, ὃ πολὺν αὐτοῖς φέρει τὸν ἔπαινον, καὶ δείκνυσι τῆς ἀγάπης αὐτῶν τὸ γνήσιον· Ἐπὶ γὰρ τῇ παρακλήσει ὑμῶν περισσοτέρως μᾶλλον ἐχάρημεν ἐπὶ τῇ χαρᾷ Τίτου, φησί. Καίτοι γε τοῦτο οὐκ ἔστι φιλοῦντος σφοδρῶς, τὸ ἐπ' ἐκείνῳ μᾶλλον χαρῆναι, ἢ ἐπ' αὐτοῖς. Ναὶ, φησίν· οὐδὲ γὰρ δι' ἐκεῖνον τοσοῦτον, ὅσον δι' ὑμᾶς ἥσθην. ∆ιὰ τοῦτο καὶ τὴν αἰτίαν ἐπάγει λέγων, Ὅτι τὰ σπλάγχνα αὐτοῦ ἀναπέπαυται ἀπὸ πάντων ὑμῶν. Οὐκ εἶπεν, Αὐτὸς, ἀλλὰ, Τὰ σπλάγχνα αὐτοῦ· τουτέστιν, ἡ ἀγάπη αὐτοῦ ἡ περὶ ὑμᾶς. Καὶ πῶς ἀναπέπαυται; Ἀπὸ πάντων. Καὶ γὰρ καὶ τοῦτο μέγιστον ἐγκώμιον. Ὅτι εἴ τι αὐτῷ κεκαύχημαι ὑπὲρ ὑμῶν. Μέγας ὁ ἔπαινος, ὅταν ὁ διδάσκαλος καυχᾶται· φησὶ γὰρ, ὅτι Οὐ κατῃσχύνθην. ∆ιὰ τοῦτο ἐχάρην, ὅτι βελτίους ἐφάνητε, καὶ διὰ τῶν ἔργων ἐδείξατέ μου τὰ ῥήματα. Ὥστε διπλοῦς ὁ κόσμος ἐμοὶ, καὶ ὅτι ὑμεῖς ἐπεδώκατε, καὶ ὅτι ἐγὼ οὐκ ἐφάνην τῆς ἀληθείας διαπίπτων. Ἀλλ' ὡς πάντοτε ἐν ἀληθείᾳ ἐλαλήσαμεν ὑμῖν, οὕτω καὶ ἡ καύχησις ἡμῶν ἡ ἐπὶ Τίτου, ἀλήθεια γέγονεν. Ἐνταῦθα καὶ ἄλλο τι αἰνίττεται· ὅτι ὥσπερ παρ' ὑμῖν μετὰ ἀληθείας πάντα ἐφθεγξάμεθα· εἰκὸς γὰρ αὐτὸν καὶ περὶ τούτου πολλὰ αὐτοῖς εἰπεῖν ἐγκώμια· οὕτω καὶ τὰ περὶ ὑμῶν ἡμῖν Τίτῳ εἰρημένα, ἀληθῆ ἐφάνη. Καὶ τὰ σπλάγχνα αὐτοῦ περισσοτέρως ἐστὶν εἰς ὑμᾶς. Τοῦτο λοιπὸν ἐκεῖνον συνιστῶντός ἐστιν, ὡς σφόδρα ἐκκαιόμενον, καὶ συνδεδεμένον αὐτοῖς. Καὶ οὐκ εἶπεν, Ἡ ἀγάπη αὐτοῦ, ἀλλὰ, Τὰ σπλάγχνα αὐτοῦ. Εἶτα, ἵνα μὴ δόξῃ κολακεύειν, πανταχοῦ τίθησι τῆς φιλίας τὰς αἰτίας, ἵν', ὅπερ εἶπον, καὶ τὴν κολακείαν διαφύγῃ, καὶ ἐκείνους μᾶλλον προτρέψῃ, 61.512 τὸ ἐγκώμιον εἰς αὐτοὺς περιιστὰς, καὶ δεικνὺς τὴν ἀρχὴν καὶ τὴν ὑπόθεσιν τῆς τοσαύτης ἀγάπης ἐκείνους ἐμβαλόντας αὐτῷ. Εἰπὼν γὰρ, ὅτι Τὰ σπλάγχνα αὐτοῦ περισσοτέρως ἐστὶν εἰς ὑμᾶς, ἐπήγαγεν· Ἀναμιμνησκομένου τὴν ἁπάντων ὑμῶν ὑπακοήν. Τοῦτο δὲ καὶ τὸν Τίτον εὐγνώμονα δείκνυσι περὶ τοὺς εὐεργέτας, εἴ γε λαβὼν αὐτοὺς ἐν τῇ ψυχῇ ἐπανῆλθεν ἅπαντας, καὶ διηνεκῶς αὐτῶν μέμνηται, καὶ ἐκείνους ἐπὶ στόματος ἔχει καὶ ἐπὶ διανοίας. Καὶ Κορινθίους πάλιν κοσμεῖ μειζόνως, ὅτι αὐτὸν οὕτω χειρωσάμενοι ἐξέπεμψαν. Εἶτα καὶ τὴν ὑπακοὴν αὐτῶν λέγει, ἐπιτείνων αὐτῶν τὴν σπουδήν· διὸ καὶ ἐπάγει ταῦτα, Ὡς μετὰ φόβου καὶ τρόμου ἐδέξασθε αὐτόν. Οὐ μετὰ ἀγάπης μόνον, ἀλλὰ καὶ μετὰ τιμῆς ἐπιτεταμένης. Εἶδες πῶς διπλῆν αὐτοῖς ἀρετὴν μαρτυρεῖ, καὶ ὅτι ὡς πατέρα ἐφίλουν, καὶ ὡς ἄρχοντα ἐδεδοίκεσαν, οὔτε διὰ τὸν φόβον ἀμαυροῦντες τὴν ἀγάπην, οὔτε διὰ τὴν ἀγάπην ἐκλύοντος τὸν φόβον; Τοῦτο καὶ ἀνωτέρω ἔλεγεν, ὅτι Τὸ κατὰ Θεὸν λυπηθῆναι ὑμᾶς, πόσην κατειργάσατο ἐν ὑμῖν σπουδὴν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν; Χαίρω οὖν, ὅτι ἐν παντὶ θαῤῥῶ ἐν ὑμῖν. Ὁρᾷς ὅτι δι' αὐτοὺς μᾶλλον χαίρει; Ὅτι οὐδαμοῦ τὸν διδάσκαλον κατῃσχύνατε, φησὶν, οὐδὲ ἀνάξιοι φαίνεσθε τῆς ἐμῆς μαρτυρίας. Ὥστε οὐχ οὕτω διὰ Τίτον ἔχαιρεν, ὅτι τιμῆς ἀπήλαυσε τοσαύτης, ὡς δι' αὐτοὺς, ὅτι τοσαύτην ἐπεδείξαντο εὐγνωμοσύνην. Ἵνα γὰρ μὴ νομισθῇ δι' ἐκεῖνον χαίρειν μᾶλλον, ὅρα πῶς καὶ ἐνταῦθα τὴν αἰτίαν τίθησιν. Ὥσπερ οὖν ἀνωτέρω εἶπεν, Ὅτι εἴ τι αὐτῷ κεκαύχημαι ὑπὲρ ὑμῶν, οὐ κατῃσχύνθην· οὕτω καὶ ἐνταῦθα, Ὅτι ἐν παντὶ θαῤῥῶ ἐν ὑμῖν. Κἂν ἐπιπλῆξαι δέοι, οὐ δέδοικα μὴ ἀποῤῥαγῆτε, κἂν καυχήσασθαι, οὐ