1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

92

φοβοῦμαι, ὡς ἐλεγχόμενος, κἂν ὡς πειθηνίους ἐπαινέσαι, κἂν ὡς ἀγαπητικοὺς, κἂν ὡς ζῆλον ἔχοντας, θαῤῥῶ ἐν ὑμῖν. Εἶπον ἐκκόψαι, καὶ ἐξεκόψατε· εἶπον δέξασθαι, καὶ ἐδέξασθε· εἶπον ὅτι μεγάλοι τινές ἐστε καὶ θαυμαστοὶ ἐπὶ Τίτου καὶ διδασκάλους εἰδότες αἰδεῖσθαι· ἀληθῆ διὰ τῶν ἔργων ταῦτα ἐδείξατε. Καὶ οὐχ οὕτως ἔμαθε ταῦτα παρ' ἐμοῦ, ὡς παρ' ὑμῶν. Ἐπανῆλθε γοῦν σφοδρὸς ἐραστὴς ὑμῶν γενόμενος, πλείονα τῶν λόγων ἐπιδειξαμένων ὑμῶν. Γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὴν χάριν τοῦ Θεοῦ τὴν δεδομένην ἐν ταῖς Ἐκκλησίαις τῆς Μακεδονίας. 61.513 βʹ. Ἐπάρας αὐτοὺς τοῖς ἐγκωμίοις, παραίνεσιν πάλιν καθίησι. ∆ιὰ γὰρ τοῦτο τῇ ἐπιπλήξει παρέμιξε τοὺς ἐπαίνους, ἵνα μὴ ἀπὸ ἐπιπλήξεως εἰς παραίνεσιν κατελθὼν δυσπαράδεκτον ποιήσῃ τὸν λόγον, ἀλλὰ λεάνας αὐτῶν τὴν ἀκοὴν, οὕτω προοδοποιήσῃ τῇ παραινέσει. Βούλεται γὰρ περὶ ἐλεημοσύνης διαλεχθῆναι· διὸ καὶ προλαβὼν εἶπε, Χαίρω ὅτι ἐν παντὶ θαῤῥῶ ἐν ὑμῖν· ἀπὸ τῶν ἤδη κατωρθωμένων καὶ εἰς τοῦτο προθυμοτέρους ποιῶν. Καὶ οὐκ εἶπεν εὐθέως, ∆ότε οὖν ἐλεημοσύνην· ἀλλ' ὅρα τὴν σύνεσιν, πῶς πόῤῥωθεν καὶ ἀφ' ὑψηλοῦ προκατασκευάζει τὸν λόγον· Γνωρίζω γὰρ ὑμῖν, φησὶ, τὴν χάριν τοῦ Θεοῦ τὴν δεδομένην ἐν ταῖς Ἐκκλησίαις τῆς Μακεδονίας. Ἵνα γὰρ μὴ ἐπαίρωνται, χάριν τὸ πρᾶγμα καλεῖ, καὶ τὰ ἑτέρων διηγούμενος, τοῖς ἑτέρων ἐγκωμίοις σπουδαιοτέρους τούτους ἐργάζεται. Καὶ δύο συντίθησιν ἐπαίνους Μακεδόσι, μᾶλλον δὲ καὶ τρεῖς· καὶ ὅτι πειρασμοὺς γενναίως φέρουσι, καὶ ὅτι ἐλεεῖν ἴσασι, καὶ ὅτι πένητες ὄντες, δαψίλειαν ἐνεδείκνυντο ἐν ἐλεημοσύνῃ· καὶ γὰρ ἡρπάγησαν αὐτῶν αἱ οὐσίαι. Καὶ τοῦτο δηλῶν ἔλεγεν, ἡνίκα αὐτοῖς ἐπέστελλεν. Ὑμεῖς γὰρ μιμηταὶ ἐγένεσθε, φησὶ, τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ τῶν ἐν τῇ Ἰουδαίᾳ, ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθάπερ κἀκεῖνοι ὑπὸ τῶν Ἰουδαίων. Ἄκουσον τί μετὰ ταῦτα Ἑβραίοις ἐπιστέλλων ἔλεγε· Καὶ γὰρ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε. Χάριν δὲ τὸ πρᾶγμα καλεῖ, οὐχὶ καταστέλλων αὐτοὺς μόνον, ἀλλὰ καὶ ἐκκαλούμενος, καὶ ἀνεπίφθονον τὸν λόγον ἐργαζόμενος. ∆ιὸ καὶ τὸ τῶν ἀδελφῶν ὄνομα προσέθηκεν, ὥστε πᾶσαν ὑποτεμέσθαι βασκανίαν· καὶ γὰρ μέλλει μεθ' ὑπερβολῆς ἐγκωμιάζειν αὐτούς. Ἄκουσον γοῦν τῶν ἐπαίνων. Εἰπὼν γὰρ, Γνωρίζω ὑμῖν τὴν χάριν τοῦ Θεοῦ, οὐκ εἶπε, Τὴν δεδομένην ἐν τῇδε καὶ τῇδε τῇ πόλει, ἀλλ' ὁλόκληρον ἐπαινεῖ τὸ ἔθνος λέγων, Ἐν ταῖς Ἐκκλησίαις τῆς Μακεδονίας. Εἶτα καὶ αὐτὴν διηγεῖται τὴν χάριν. Ὅτι ἐν πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτῶν. Εἶδες σύνεσιν; Πρῶτον γὰρ ἐκεῖνο λέγει, οὐχ ὃ βούλεται, ἀλλ' ἕτερον πρὸ αὐτοῦ, ἵνα μὴ δόξῃ ἐπίτηδες τοῦτο ποιεῖν, ἀλλὰ ἀπὸ ἀκολουθίας ἑτέρας ἐπ' αὐτὸ ἔρχεσθαι· Ἐν πολλῇ δοκιμῇ θλίψεως. Ὃ καὶ αὐτοῖς Μακεδόσι ἐπιστέλλων ἔλεγεν, ὅτι Μιμηταὶ ἐγενήθητε τοῦ Κυρίου, δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ, μετὰ χαρᾶς Πνεύματος ἁγίου· καὶ πάλιν, Ἀφ' ὑμῶν ἐξήχηται ὁ λόγος τοῦ Κυρίου, οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν Θεὸν ἐξελήλυθε. Τί δέ ἐστιν, Ἐν πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτῶν; Ἀμφότερα μεθ' ὑπερβολῆς γέγονεν αὐτοῖς, φησὶ, καὶ ἡ θλῖψις καὶ ἡ χαρά. ∆ιὸ καὶ πολὺ τὸ παράδοξον ἦν, ὅτι τοσαύτη ἡδονῆς περιουσία ἀπὸ θλίψεως αὐτοῖς ἐβλάστησεν. Οὐ γὰρ δὴ μόνον λύπην οὐκ ἔτεκεν, ἀλλὰ καὶ ἀφορμὴ γέγονεν αὐτοῖς εὐφροσύνης ἡ θλῖψις, καὶ ταῦτα πολλὴ οὖσα. Τοῦτο δὲ ἔλεγεν, ἀλείφων αὐτοὺς ἐν τοῖς πειρασμοῖς γενναίους εἶναι καὶ ἀπεριτρέπτους. Οὐδὲ γὰρ ἁπλῶς ἐθλίβησαν, ἀλλ' οὕτως ὡς καὶ δόκιμοι γενέσθαι διὰ τῆς ὑπομο 61.514 νῆς· μᾶλλον δὲ οὐ λέγει, διὰ τῆς ὑπομονῆς, ἀλλ', ὃ πλέον ἦν τῆς ὑπομονῆς, χαράν. Καὶ οὐδὲ χαρὰν ἁπλῶς λέγει, ἀλλὰ, περισσείαν χαρᾶς· καὶ γὰρ πολλὴ καὶ ἄφατος ἐβλάστησεν ἐν αὐτοῖς. Καὶ ἡ κατὰ βάθους πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν. Πάλιν ἀμφότερα ταῦτα μεθ' ὑπερβολῆς. Ὥσπερ γὰρ ἡ πολλὴ θλῖψις πολλὴν χαρὰν ἔτεκε, καὶ περισσείαν χαρᾶς· οὕτως ἡ πολλὴ πενία πολὺν πλοῦτον ἔτεκεν ἐλεημοσύνης. Τοῦτο γὰρ ἐδήλωσεν