1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

93

εἰπὼν, Ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν. Οὐ γὰρ τῷ μέτρῳ τῶν διδομένων, ἀλλὰ τῇ γνώμῃ τῶν παρεχόντων ἡ φιλοτιμία κρίνεται. ∆ιὸ οὐδαμοῦ λέγει πλοῦτον τῶν δοθέντων, ἀλλὰ, Πλοῦτον τῆς ἁπλότητος αὐτῶν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐ μόνον οὐκ ἐνεπόδισεν αὐτοῖς πρὸς δαψιλείαν ἡ πτωχεία, ἀλλὰ καὶ ἀφορμὴ γέγονε τοῦ περισσεῦσαι, ὥσπερ ἡ θλῖψις τοῦ ἡσθῆναι. Ὅσῳ γὰρ ἦσαν πένητες τοσούτῳ μᾶλλον ἐφιλοτιμοῦντο, καὶ προθυμότερον παρεῖχον. ∆ιὸ καὶ σφόδρα αὐτοὺς θαυμάζει, ὅτι ἐκ τοσαύτης πενίας τοσαύτην ἐπεδείξαντο φιλοτιμίαν. Ἡ γὰρ κατὰ βάθους πτωχεία αὐτῶν, τουτέστιν, ἡ πολλὴ καὶ ἄφατος, ἔδειξεν αὐτῶν τὴν ἁπλότητα. Ἀλλ' οὐκ εἶπεν, Ἔδειξεν, ἀλλὰ, Ἐπερίσσευσε· καὶ οὐκ εἶπεν, Ἁπλότητα, ἀλλὰ, Πλοῦτον ἁπλότητος, τουτέστιν, ἀντίῤῥοπον τοῦ μεγέθους τῆς πτωχείας· μᾶλλον δὲ, καὶ πολλῷ μείζονα τὸν ὄγκον ἐπεδείξαντο τῆς δαψιλείας. Εἶτα αὐτὸ καὶ ἑρμηνεύει σαφέστερον, λέγων· Ὅτι κατὰ δύναμιν μαρτυρῶ (ἀξιόπιστος ὁ μάρτυς) καὶ ὑπὲρ δύναμιν· τουτέστιν, Ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν· Μᾶλλον δὲ οὐ διὰ τούτου μόνον, ἀλλὰ καὶ διὰ τῶν ἑξῆς ἁπάντων αὐτὸ δηλοῖ· Αὐθαίρετοι γὰρ, φησίν. Ἰδοὺ καὶ ἑτέρα ὑπερβολή. Μετὰ πολλῆς παρακλήσεως. Ἰδοὺ καὶ τρίτη καὶ τετάρτη. ∆εόμενοι ἡμῶν. Ἰδοὺ καὶ πέμπτη. Καὶ ἐν θλίψει ὄντες, καὶ ἐν πενίᾳ. Αὕτη ἕκτη. Καὶ ἑβδόμη, καὶ μεθ' ὑπερβολῆς ἔδωκαν. γʹ. Εἶτα ἐπειδὴ τοῦτο μάλιστα βούλεται κατασκευάσαι παρὰ Κορινθίοις, τὸ μετὰ προαιρέσεως δοῦναι, αὐτῷ μάλιστα ἐνδιατρίβει, λέγων, Μετὰ πολλῆς παρακλήσεως, καὶ, ∆εόμενοι ἡμῶν. Οὐχ ἡμεῖς αὐτῶν ἐδεήθημεν, ἀλλ' αὐτοὶ ἡμῶν. Τί δεόμενοι ἡμῶν; Τὴν χάριν, καὶ τὴν κοινωνίαν τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους. Εἶδες πῶς πάλιν ἐπαίρει τὸ πρᾶγμα, σεμνοῖς ὀνόμασιν αὐτὸ καλῶν; Καὶ γὰρ ἐπειδὴ ζηλωταὶ ἦσαν πνευμάτων, χάριν αὐτὸ ὀνομάζει, ἵνα ἐπιδράμωσι· καὶ κοινωνίαν πάλιν, ἵνα μάθωσιν ὅτι λαμβάνουσιν, οὐ διδόασι μόνον. Τοῦτο οὖν ἡμᾶς παρεκάλουν, φησὶν, ὥστε ἡμᾶς ἀναδέξασθαι τὴν τοιαύτην διακονίαν. Καὶ οὐ καθὼς ἠλπίσαμεν. Τοῦτο καὶ πρὸς τὴν ποσότητά φησι, καὶ πρὸς τὰς θλίψεις. Οὐ γὰρ ἂν ἠλπίσαμεν, φησὶν, ὅτι ἐν τοσαύτῃ θλίψει ὄντες καὶ πενίᾳ, καὶ κατήπειξαν ἂν ἡμᾶς, καὶ τοσαῦτα παρεκάλεσαν. Καὶ τὴν τοῦ λοιποῦ δὲ βίου ἐπιμέλειαν αὐτῶν ἐδήλωσεν εἰπών· Ἀλλ' ἑαυτοὺς ἔδωκαν πρῶτον τῷ Κυρίῳ, καὶ ἡμῖν διὰ θελήματος Θεοῦ. Ἐν πᾶσι γὰρ ὑπήκουσαν πλέον, ἢ προσ 61.515 εδοκήσαμεν· οὐδὲ, ἐπειδὴ ἠλέουν, τῶν ἄλλων ἠμέλουν ἀρετῶν, ἀλλὰ πρῶτον ἑαυτοὺς ἔδωκαν τῷ Κυρίῳ. Τί ἐστιν, Ἔδωκαν ἑαυτοὺς τῷ Κυρίῳ; Ἀνέθηκαν, δόκιμοι περὶ τὴν πίστιν ἐφάνησαν, πολλὴν τὴν ἀνδρείαν ἐν τοῖς πειρασμοῖς ἐπεδείξαντο, τὴν κοσμιότητα, τὴν ἐπιείκειαν, τὴν ἀγάπην, τὴν ἐν τοῖς ἄλλοις ἅπασιν ἀγαθοῖς προθυμίαν τε καὶ σπουδήν. Τί ἐστι, Καὶ ἡμῖν; Πειθήνιοι γεγόνασιν ἡμῖν, ἠγάπησαν, ὑπήκουσαν καὶ τοὺς τοῦ Θεοῦ νόμους πληροῦντες, καὶ ἡμῖν διὰ τῆς ἀγάπης συνδεδεμένοι. Σκόπει δὲ πῶς καὶ ἐνταῦθα τὴν ἐπίτασιν δείκνυσι, λέγων· Ἔδωκαν ἑαυτοὺς τῷ Κυρίῳ. Οὐχὶ τὰ μὲν τῷ Θεῷ ὑπήκουσαν, τὰ δὲ τῷ κόσμῳ, ἀλλὰ πάντα αὐτῷ, καὶ ὅλους ἑαυτοὺς ἔδωκαν τῷ Θεῷ. Οὐδὲ γὰρ ἐπειδὴ ἠλέουν, ἀπενοήθησαν· ἀλλὰ πολλὴν ἐπιδειξάμενοι ταπεινοφροσύνην, πολλὴν ὑπακοὴν, πολλὴν τιμὴν, πολλὴν φιλοσοφίαν, οὕτω καὶ τὴν ἐλεημοσύνην εἰργάσαντο. Τί δέ ἐστι, ∆ιὰ θελήματος Θεοῦ; Ἐπειδὴ εἶπεν, Ἡμῖν ἔδωκαν ἑαυτοὺς, οὐδὲ ἡμῖν ἀνθρωπίνως, ἀλλὰ καὶ τοῦτο κατὰ τὴν τοῦ Θεοῦ γνώμην ἐποίουν. Ὥστε ἡμᾶς παρακαλέσαι Τίτον, ἵνα καθὼς προενήρξατο ἐν ὑμῖν, οὕτως ἐπιτελέσῃ καὶ τὴν χάριν ταύτην. Καὶ ποία ἀκολουθία αὕτη; Πολλὴ καὶ σφόδρα τῶν ἔμπροσθεν ἐχομένη. Ἐπειδὴ γὰρ εἴδομεν αὐτοὺς σφοδροὺς, φησὶν, καὶ θερμοὺς ἐν ἅπασιν, ἐν πειρασμοῖς, ἐν ἐλεημοσύνῃ, ἐν τῇ πρὸς ἡμᾶς ἀγάπῃ, ἐν τῇ λοιπῇ τοῦ βίου καθαρότητι· ἵνα καὶ ὑμεῖς αὐτοῖς ἐξισωθῆτε, ἐπέμψαμεν Τίτον. Ἀλλ' οὕτω μὲν οὐκ εἶπε, τοῦτο δὲ ἐδήλωσε. Σκόπει φιλίας ὑπερβολήν. Παρ' ἐκείνων γὰρ παρακαλούμενοι, φησὶ, καὶ ἀξιούμενοι, τὰ ὑμέτερα ἐμεριμνῶμεν, μή πως αὐτῶν