1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

94

ἐλαττωθῆτε. ∆ιὸ καὶ ἀπεστείλαμεν Τίτον, ἵνα κἀντεῦθεν διεγερθέντες καὶ ὑπομνησθέντες, ζηλώσητε Μακεδόνας. Καὶ γὰρ ἐτύγχανεν ἐκεῖ ὢν ὁ Τίτος, ὅτε ἡ ἐπιστολὴ αὕτη ἐγράφετο. ∆είκνυσι δὲ αὐτὸν καὶ κατάρξαντα τούτου πρὸ τῆς Παύλου προτροπῆς· Ἵνα καθὼς προενήρξατο, φησί. ∆ιὸ καὶ μεγάλα αὐτοῦ λέγει ἐγκώμια, ἐν ἀρχῇ μὲν, ὅτι Τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου, οὐκ ἔσχον ἄνεσιν τῷ πνεύματί μου· ἐντεῦθεν δὲ ταῦτα ἅπερ εἴρηκεν ἅπαντα, καὶ τοῦτο δὲ αὐτό. Οὐ μικρὸν γὰρ καὶ τοῦτο ἐγκώμιον, τὸ καὶ προενάρξασθαι· θερμῆς γὰρ τοῦτο καὶ ζεούσης ψυχῆς. ∆ιὸ καὶ ἔπεμψεν αὐτὸν, μεγίστην αὐτοῖς ἐντιθεὶς κἀντεῦθεν προτροπὴν τοῦ δοῦναι, τὴν παρουσίαν Τίτου. ∆ιὰ τοῦτο καὶ ἐπαίρει τοῖς ἐπαίνοις αὐτὸν, οἰκειῶσαι βουλόμενος σφοδρότερον τοῖς Κορινθίοις τὸν ἄνθρωπον. Καὶ γὰρ καὶ τοῦτο πρὸς τὸ πεῖσαι μέγα, τὸ οἰκείως διακεῖσθαι τὸν συμβουλεύοντα. Καλῶς δὲ καὶ ἅπαξ καὶ δὶς καὶ τρὶς μνημονεύσας τῆς ἐλεημοσύνης, χάριν τὸ πρᾶγμα καλεῖ, νῦν μὲν λέγων, Γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὴν χάριν τοῦ Θεοῦ τὴν δεδομένην ἐν ταῖς Ἐκκλησίαις τῆς Μακεδονίας· νῦν δὲ, Αὐθαίρετοι, μετὰ πολλῆς παρακλήσεως δεόμενοι ἡμῶν τὴν χάριν καὶ τὴν κοινωνίαν· καὶ πάλιν, Ἵνα καθὼς προενήρξατο, οὕτω καὶ ἐπιτελέσῃ εἰς ὑμᾶς καὶ τὴν χάριν ταύτην. δʹ. Καὶ γὰρ μέγα ἐστὶν ἀγαθὸν καὶ Θεοῦ δῶρον τοῦτο, 61.516 καὶ αὐτῷ τῷ Θεῷ κατὰ δύναμιν ἡμᾶς ἐξομοιοῖ κατορθούμενον· τοῦτο γὰρ μάλιστα ἄνθρωπος. Λέγων γοῦν τις δεῖγμα ἀνθρώπου, τοῦτο τέθεικε· Μέγα γὰρ, φησὶν, ἄνθρωπος, καὶ τίμιον ἀνὴρ ἐλεήμων. Αὕτη μείζων ἡ χάρις, ἢ νεκροὺς ἀνιστᾷν. Τοῦ γὰρ ἐν τῷ ὀνόματι Ἰησοῦ τοὺς ἀποθανόντας ἐγείρειν πολλῷ μεῖζον τὸ πεινῶντα τρέφειν τὸν Χριστόν· ἐνταῦθα μὲν γὰρ σὺ τὸν Χριστὸν εὐεργετεῖς, ἐκεῖ δὲ αὐτός σε. Καὶ ὁ μισθὸς δὲ ἐν τῷ ποιεῖν εὖ, οὐκ ἐν τῷ πάσχειν εὖ. Ἐνταῦθα μὲν γὰρ, ἐπὶ τῶν σημείων λέγω, αὐτὸς ὀφείλεις τῷ Θεῷ· ἐπὶ δὲ τῆς ἐλεημοσύνης, τὸν Θεὸν ὀφειλέτην ἔχεις. Ἐλεημοσύνη δέ ἐστιν, ὅταν μετὰ προθυμίας γίνηται, ὅταν μετὰ δαψιλείας, ὅταν μὴ νομίσῃς διδόναι, ἀλλὰ λαμβάνειν, ὅταν ὡς εὐεργετούμενος, ὅταν ὡς κερδαίνων καὶ μὴ ἀπολλύς· ἐπεὶ τοῦτο οὐδὲ χάρις. Τὸν γὰρ ἕτερον ἐλεοῦντα, χαίρειν, οὐ δυσχεραίνειν δεῖ. Πῶς γὰρ οὐκ ἄτοπον, εἰ τὴν ἑτέρου λύων ἀθυμίαν, αὐτὸς ἀθυμοίης; οὐκέτι γὰρ ἐᾷς αὐτὴν ἐλεημοσύνην εἶναι. Εἰ γὰρ ἀθυμεῖς, ὅτι ἕτερον ἀπήλλαξας ἀθυμίας, ἐσχάτης ὠμότητος καὶ ἀπανθρωπίας δεῖγμα ἐκφέρεις· βέλτιον γὰρ μὴ ἀπαλλάττειν, ἢ οὕτως ἀπαλλάττειν. Τί δὲ ὅλως καὶ ἀθυμεῖς, ἄνθρωπε; μὴ ἔλαττόν σοι γένηται τὸ χρυσίον; Ὅλως, εἰ τοιαύτην ἔχεις προαίρεσιν, μηδὲ δῷς· εἰ μὴ θαῤῥεῖς ὅτι πολυπλασιάζεταί σοι ἐν οὐρανοῖς, μὴ παράσχῃς. Ἀλλ' ἐνταῦθα ζητεῖς τὴν ἀντίδοσιν. ∆ιὰ τί; Ἄφες τὴν ἐλεημοσύνην ἐλεημοσύνην εἶναι καὶ μὴ ἐμπορίαν. Πολλοὶ μὲν οὖν καὶ ἐνταῦθα ἀπέλαβον, ἀλλ' οὐχ οὕτως ἔλαβον, ὡς ταύτῃ πλέον ἕξοντες τῶν οὐ λαβόντων ἐνταῦθα, ἀλλ' ἔνιοι τούτων ὡς ἀσθενέστεροι, ἐπειδὴ τοῖς ἐκεῖ οὐ σφόδρα ἐφείλκοντο. Καὶ ὥσπερ οἱ λίχνοι καὶ ἀπειρόκαλοι καὶ γαστρὸς δοῦλοι ἐπὶ βασιλικὴν κληθέντες τράπεζαν, καὶ τὸν προσήκοντα καιρὸν οὐκ ἀναμένοντες, κατὰ τὰ παιδία τὰ μικρὰ, λυμαίνονται αὐτῶν τὴν εὐφροσύνην, προλαμβάνοντες, καὶ κορεννύντες ἑαυτοὺς σιτίοις καταδεεστέροις· οὕτω δὴ καὶ οὗτοι οἱ ἐνταῦθα ἐπιζητοῦντες καὶ λαμβάνοντες, τὸν μισθὸν ἐλαττοῦσι τὸν ἐκεῖ. Εἶτα δανείζων μὲν, μετὰ πλείονα χρόνον ἐπιθυμεῖς ἀπολαβεῖν τὸ κεφάλαιον, τάχα δὲ οὐδὲ ἀπολαβεῖν, ἵνα τῇ μελλήσει πλείονα τὸν τόκον ἐργάσῃ· ἐνταῦθα δὲ εὐθέως ἀπαιτεῖς, καὶ ταῦτα οὐ μέλλων ἐνταῦθα εἶναι, ἀλλ' ἐκεῖ διηνεκῶς, οὐ μέλλων ἐνταῦθα δικάζεσθαι, ἀλλ' ἐκεῖ τὰς εὐθύνας ὑφέξων; Καὶ εἰ μέν τίς σοι κατεσκεύαζεν οἰκίας, ἔνθα μὴ ἔμελλες μένειν, ζημίαν τὸ πρᾶγμα ἐνόμισας ἄν· νῦν δὲ ἐνταῦθα βούλει πλουτεῖν, ὅθεν καὶ πρὸ τῆς ἑσπέρας μέλλεις πολλάκις ἀποδημεῖν; Οὐκ οἶδας, ὅτι ἐπ' ἀλλοτρίας διατρίβομεν, καθάπερ ξένοι καὶ πάροικοι; οὐκ οἶδας, ὅτι παροίκων ἐστὶν ἐκβάλλεσθαι, ὅτε μὴ προσδοκῶσι, μηδὲ ἐλπίζουσιν; ὅπερ καὶ ἡμεῖς πάσχομεν. ∆ιὰ δὴ τοῦτο, ὅσα ἂν κατασκευάσωμεν,