1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

95

ἐνταῦθα ἀφίεμεν. Οὐ γὰρ συγχωρεῖ ὁ ∆εσπότης λαμβάνοντας αὐτὰ ἀπελθεῖν, ἄν τε οἰκίας οἰκοδομήσωμεν, ἄν τε ἀγροὺς ἀγοράσωμεν, ἄν τε ἀνδράποδα, ἄν τε σκεύη, ἄν τε ἕτερόν τι τοιοῦτον. Οὐ μόνον δὲ οὐκ ἀφίησιν ἐντεῦθεν λαβόντας ἀπελθεῖν, ἀλλ' οὐδὲ λογίζεταί σοι τὸν μισθόν· προεῖπε γάρ σοι, ὅτι μὴ οἰκοδομήσῃς, μηδὲ δαπανήσῃς τὰ ἀλλότρια, ἀλλὰ τὰ σά, 61.517 Τί τοίνυν τὰ σὰ ἀφεὶς, ἐν τοῖς ἀλλοτρίοις ἐργάζῃ καὶ δαπανᾷς, ἵνα ἀπολέσῃς καὶ τὸν πόνον καὶ τὸν μισθὸν, καὶ κόλασιν τὴν ἐσχάτην ὑπομείνῃς; Μὴ, παρακαλῶ· ἀλλ' ἐπειδὴ τῇ φύσει ἐσμὲν πάροικοι, γενώμεθα καὶ προαιρέσει, ἵνα μὴ ἐκεῖ γενώμεθα πάροικοι καὶ ἄτιμοι καὶ ἀπεῤῥιμμένοι. Ἂν γὰρ ἐνταῦθα βουληθῶμεν γενέσθαι πολῖται, οὔτε ἐνταῦθα ἐσόμεθα, οὔτε ἐκεῖ· ἂν δὲ πάροικοι μείνωμεν ὄντες, καὶ διαγάγωμεν οὕτως, ὡς παροίκους διατρίβειν εἰκὸς, πολιτῶν καὶ ἐνταῦθα καὶ ἐκεῖ ληψόμεθα παῤῥησίαν. Ὁ γὰρ δίκαιος, καὶ μηδὲν ἔχων, καὶ ἐνταῦθα ἐν τοῖς ἁπάν 61.518 των ὡς ἐν τοῖς ἑαυτοῦ διατρίψει, καὶ πρὸς τὸν οὐρανὸν ἀπελθὼν, ὄψεται τὰς αἰωνίους αὑτοῦ σκηνάς· καὶ οὔτε ἐνταῦθα πείσεταί τι τῶν ἀηδῶν· οὔτε γὰρ ξένον αὐτόν τις ποιῆσαι δυνήσεται τὸν πᾶσαν γῆν ἔχοντα πόλιν· καὶ τὴν αὐτοῦ πατρίδα ἀπολαβὼν, ἐπιδέξεται τὸν ἀληθῆ πλοῦτον. Ἵν' οὖν ἀμφότερα κερδάνωμεν, καὶ τὰ ἐνταῦθα καὶ τὰ ἐκεῖ, εἰς δέον τοῖς οὖσι χρησώμεθα. Οὕτω γὰρ ἐσόμεθα τῶν οὐρανῶν πολῖται, καὶ πολλῆς ἀπολαυσόμεθα παῤῥησίας· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

ΟΜΙΛΙΑ ΙΖʹ.

Ἀλλ' ὡς ἐν παντὶ περισσεύητε, πίστει καὶ λόγῳ καὶ γνώσει καὶ πάσῃ σπουδῇ.

αʹ. Ὅρα πάλιν μετ' ἐγκωμίων τὴν προτροπὴν γινομένην ἐγκωμίων μειζόνων.

Καὶ οὐκ εἶπεν, Ἵνα δῶτε, ἀλλ', Ἵνα περισσεύητε πίστει τῇ τῶν χαρισμάτων, καὶ λόγῳ τῷ τῆς σοφίας, καὶ γνώσει τῇ τῶν δογμάτων, καὶ πάσῃ σπουδῇ πρὸς τὴν ἄλλην ἀρετὴν, καὶ τῇ ἐξ ὑμῶν ἀγάπῃ· ταύτῃ ᾗ προεῖπον, ἧς καὶ τὴν ἀπόδειξιν ἐποιησάμην. Ἵνα καὶ ἐν ταύτῃ τῇ χάριτι περισσεύητε. Εἶδες ὅτι διὰ τοῦτο ἐκεῖθεν ἤρξατο ἀπὸ τῶν ἐπαίνων ἐκείνων, ἵνα ὁδῷ προβαίνων, εἰς τὴν αὐτὴν αὐτοὺς καὶ ἐν τούτοις ἑλκύσῃ σπουδήν. Οὐ κατ' ἐπιταγὴν λέγω. Ὅρα πῶς συνεχῶς αὐτοῖς χαρίζεται, πῶς ἀνεπαχθὴς γίνεται, καὶ οὐ βίαις οὐδὲ ἀναγκαστικός· μᾶλλον δὲ ἀμφότερα ὁ λόγος ἔχει, καὶ τὸ ἀνεπαχθὲς, καὶ τὸ ἀκατανάγκαστον. Ἐπειδὴ γὰρ συνεχῶς παρῄνεσε, καὶ σφόδρα Μακεδόνας ἐνεκωμίασεν, ἵνα μὴ δόξῃ τοῦτο ἀνάγκη εἶναι, φησὶν, Οὐ κατ' ἐπιταγὴν λέγω, ἀλλὰ διὰ τῆς ἑτέρων σπουδῆς, καὶ τὸ τῆς ὑμετέρας ἀγάπης γνήσιον δοκιμάζων. Οὐχ ὡς ἀμφισβητῶν· οὐ γὰρ τοῦτο ἐνταῦθα δηλοῖ· ἀλλὰ δόκιμον αὐτὸ ποιῶν, καὶ ἀποφαίνων, καὶ ἰσχυρότερον κατασκευάζων. ∆ιὰ γὰρ τοῦτο ταῦτά φημι, ἵνα ὑμᾶς παροξύνω πρὸς τὴν αὐτὴν προθυμίαν· καὶ μέμνηται τῆς ἐκείνων σπουδῆς, λαμπρύνων, φαιδρύνων, ἐρεθίζων τὴν ὑμετέραν διάθεσιν. Εἶτα ἀπὸ τούτου εἰς ἕτερον μεῖζον κατήντησε· καὶ γὰρ οὐδένα παρίησι τρόπον συμβουλῆς, ἀλλὰ πάντα κινεῖ καὶ μεταχειρίζει τὸν λόγον· καὶ γὰρ ἀπὸ τῶν ἀλλοτρίων ἐγκωμίων προέτρεψε λέγων, Γινώσκετε τὴν χάριν τοῦ Θεοῦ τὴν δεδομένην ἐν ταῖς Ἐκκλησίαις τῆς Μακεδονίας· καὶ ἀπὸ τῶν οἰκείων, Ἀλλ' ὡς ἐν παντὶ περισσεύητε, λόγῳ, καὶ γνώσει. Μειζόνως γὰρ δύναται τοῦτο δακεῖν, ὅταν ὑφ' ἑαυτοῦ τις ἡττᾶται, ἢ ὅταν ὑφ' ἑτέρων. Εἶτα λοιπὸν ἐπὶ τὸ κεφάλαιον καὶ τὴν κορωνίδα τῆς συμβουλῆς ἵεται· Γινώσκετε γὰρ τὴν χάριν τοῦ Κυρίου ἡμῶν, ὅτι δι' ἡμᾶς ἐπτώχευσε, πλούσιος ὢν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν. Ἐννοήσατε γὰρ, φησὶν, ἐνθυμήθητε καὶ λογίσασθε τὴν χάριν τοῦ Θεοῦ, καὶ μὴ ἁπλῶς αὐτὴν παραδράμητε, ἀλλὰ στοχάσασθε αὐτῆς τὸ μέ 61.518 γεθος, ὅση ἐστὶ καὶ ἡλίκη, καὶ οὐδενὸς φείσεσθε τῶν ὑμετέρων.