1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

96

Ἐκεῖνος δόξαν ἐκένωσεν, οὐχ ἵνα ὑμεῖς τῷ πλούτῳ αὐτοῦ, ἀλλὰ τῇ πτωχείᾳ πλουτήσητε. Εἰ μὴ πιστεύεις, ὅτι ἡ πτωχεία πλούτου ἐστὶ ποιητικὴ, ἐννόησόν σου τὸν ∆εσπότην, καὶ οὐκέτι ἀμφιβάλῃς. Εἰ μὴ γὰρ ἐκεῖνος ἐγένετο πτωχὸς, οὐκ ἂν ἐγένου σὺ πλούσιος. Τὸ γὰρ θαυμαστὸν τοῦτο ὅτι πτωχεία ἐπλούτησε πλοῦτον. Πλοῦτον δὲ ἐνταῦθά φησι τὴν γνῶσιν τῆς εὐσεβείας, τὸν τῶν ἁμαρτημάτων καθαρισμὸν, τὴν δικαιοσύνην, τὸν ἁγιασμὸν, τὰ μυρία ἅπερ παρέσχεν ἡμῖν ἀγαθὰ, καὶ μέλλει παρέχειν. Καὶ ταῦτα ἅπαντα διὰ τῆς πτωχείας γέγονεν ἡμῖν. Ποίας πτωχείας; ∆ιὰ τοῦ σάρκα ἀναλαβεῖν καὶ γενέσθαι ἄνθρωπον, καὶ παθεῖν ἅπερ ἔπαθε. Καίτοι γε ἐκεῖνος ταῦτα οὐκ ὤφειλε, σὺ δὲ ὀφείλεις αὐτῷ. Καὶ γνώμην ὑμῖν ἐν τούτῳ δίδωμι πρὸς τὸ συμφέρον. Ὅρα πῶς πάλιν τοῦ ἀνεπαχθὴς εἶναι φροντίζει, καὶ δύο τούτοις παραμυθεῖται τὸν λόγον, καὶ τῷ εἰπεῖν, Γνώμην δίδωμι, καὶ, Πρὸς τὸ ὑμῶν συμφέρον. Οὔτε γὰρ καταναγκάζω καὶ βιάζομαι, φησὶ, καὶ παρὰ ἀκόντων ἀπαιτῶ· οὔτε τὸ τῶν λαμβανόντων ὡς τὸ ὑμῖν λυσιτελὲς σκοπῶν, ταῦτα λέγω. Εἶτα καὶ τὸ παράδειγμα λοιπὸν ἐξ αὐτῶν, ἀλλὰ οὐκ ἐξ ἑτέρων. Οἵτινες οὐ μόνον τὸ ποιῆσαι, ἀλλὰ καὶ τὸ θέλειν προενήρξασθε ἀπὸ πέρυσι. Ὅρα πῶς δείκνυσι καὶ αὐτοὺς ἑκόντας καὶ χωρὶς προτροπῆς ἐπὶ τοῦτο ἐλθόντας. Ἐπειδὴ γὰρ τοῦτο ἐμαρτύρησε Θεσσαλωνικεῦσιν, ὅτι αὐθαίρετοι μετὰ πολλῆς παρακλήσεως ἥψαντο τῆς ἐλεημοσύνης, βούλεται καὶ τούτων δεῖξαι τὸ κατόρθωμα τοῦτο ὄν. ∆ιὸ εἶπεν· Οὐ μόνον τὸ ποιῆσαι, ἀλλὰ καὶ τὸ θέλειν· καὶ οὐχὶ, Ἐνήρξασθε, ἀλλὰ, Προενήρξασθε ἀπὸ πέρυσι. Ἐπὶ ταῦτα οὖν ὑμᾶς παρακαλῶ, ἐφ' ἃ ἑαυτοὺς φθάσαντες διηγείρατε μετὰ προθυμίας ἁπάσης. Νυνὶ δὲ καὶ τὸ ποιῆσαι ἐπετελέσατε. Οὐκ εἶπεν, Ἐποιήσατε, ἀλλ', ἐπεθήκατε τέλος. Ὅπως καθάπερ ἡ προθυμία ἐκ τοῦ θέλειν, οὕτω καὶ τὸ ποιῆσαι ἐκ τοῦ ἔχειν. Ἵνα μὴ μέχρι προθυμίας στῇ τὸ καλὸν τοῦτο κατόρθωμα, ἀλλὰ καὶ τὸν ἀπὸ τῶν ἔργων λάβῃ μισθόν· εἰ γὰρ ἡ προθυμία πρόκειται, καθ' ὃ ἂν ἔχῃ τις, εὐπρόσδεκτος, οὐ καθ' ὃ οὐκ ἔχει. Ὅρα σοφίαν ἄφατον. ∆είξας τοὺς ὑπὲρ δύναμιν 61.519 ποιοῦντας, τοὺς Θεσσαλονικέας λέγω, καὶ ἐπαινέσας αὐτοὺς ἐπὶ τούτῳ, καὶ εἰπὼν, ὅτι Μαρτυρῶ αὐτοῖς, ὅτι καὶ ὑπὲρ δύναμιν· ἐπειδὴ κατὰ δύναμιν παρακαλεῖ μόνον, ἀφεὶς τὸ ὑπόδειγμα ἐργάσασθαι τὸ ἑαυτοῦ· ᾔδει γὰρ, ὅτι οὐχ οὕτω παραίνεσις, ὡς ζῆλος ἐγείρει πρὸς τὴν τῶν ὁμοίων μίμησιν· διό φησιν· Εἰ γὰρ ἡ προθυμία πρόκειται, καθ' ὃ ἐὰν ἔχῃ εὐπρόσδεκτος, οὐ καθ' ὃ οὐκ ἔχει. Μὴ φοβηθῇς, φησὶν, ἐπειδὴ ἐκεῖνα εἴρηκα· τῆς γὰρ ἐκείνων φιλοτιμίας ἐγκώμιον τὸ εἰρημένον· ὁ δὲ Θεὸς τὰ κατὰ δύναμιν ἀπαιτεῖ, καὶ καθ' ὃ ἔχει τις, οὐ καθ' ὃ οὐκ ἔχει. Τὸ γὰρ, Εὐπρόσδεκτος, ἐνταῦθα τὸ, Ἀπαιτεῖται, δηλοῖ. Καὶ σφόδρα λιπαίνει, τούτῳ θαῤῥῶν τῷ ὑποδείγματι, καὶ τῷ δοῦναι ἐξουσίαν μᾶλλον ἐφελκόμενος· διὸ καὶ ἐπήγαγεν, Οὐ γὰρ ἵνα ἄλλοις ἄνεσις, ὑμῖν δὲ θλῖψις. βʹ. Καίτοιγε ὁ Χριστὸς τοὐναντίον ἐπῄνεσεν ἐπὶ τῆς χήρας, ὅτι τὸν βίον ὅλον ἐκένωσε, καὶ ἐκ τοῦ ὑστερήματος ἔδωκεν. Ἀλλ' ἐπειδὴ Κορινθίοις διελέγετο, ἔνθα ᾑρεῖτο λιμώττειν· Καλὸν γάρ μοι μᾶλλον τὸ ἀποθανεῖν, ἢ τὸ καύχημά μου ἵνα τις κενώσῃ· διὰ τοῦτο συμμεμετρημένῃ χρῆται τῇ παραινέσει, ἐπαινῶν μὲν τοὺς ὑπὲρ δύναμιν, οὐκ ἀναγκάζων δὲ τούτους ποιῆσαι τοῦτο, οὐκ ἐπειδὴ οὐκ ἐβούλετο, ἀλλ' ἐπειδὴ ἀσθενέστεροι ἦσαν. Ἐπεὶ τίνος ἕνεκεν ἐκείνους ἐγκωμιάζει, ὅτι ἐν πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτῶν καὶ ἡ κατὰ βάθους [αὐτῶν] πτωχεία ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν, καὶ ὅτι ὑπὲρ δύναμιν ἔδωκαν; οὐκ εὔδηλον, ὅτι καὶ τούτους εἰς ταῦτα ἐνάγων; Ὥστε εἰ καὶ δοκεῖ τὰ ἐλάττονα συγχωρεῖν· ἵνα δι' ἐκείνων ἐπὶ ταῦτα ἀναβιβάσῃ, τοῦτο ποιεῖ. Σκόπει γοῦν καὶ διὰ τῶν ἑξῆς πῶς λανθανόντως αὐτὸ κατασκευάζει. Εἰπὼν γὰρ ταῦτα, ἐπήγαγε· Τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα. Οὐ γὰρ τοῖς εἰρημένοις μόνον, ἀλλὰ καὶ τούτοις κούφην ποιῆσαι βούλεται τὴν ἐντολήν. Καὶ οὐκ ἐντεῦθεν μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς ἀντιδόσεως πάλιν εὐκολωτέραν αὐτὴν καθίστησι, καὶ μείζονα φθέγγεται τῆς ἀξίας αὐτῶν, λέγων· Ἵνα