1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

97

γένηται ἰσότης ἐν τῷ νῦν καιρῷ, καὶ τὸ ἐκείνων περίσσευμα εἰς τὸ ὑμῶν ὑστέρημα. Τί δέ ἐστιν ὅ φησι; Κομᾶτε χρήμασιν ὑμεῖς· κομῶσιν ἐκεῖνοι βίῳ καὶ παῤῥησίᾳ τῇ πρὸς τὸν Θεόν. ∆ότε τοίνυν αὐτοῖς ἀφ' ὧν περισσεύετε χρημάτων, ἐκεῖνοι δὲ οὐκ ἔχουσιν, ἵνα λάβητε ἀπὸ τῆς παῤῥησίας καθ' ἣν πλουτοῦσιν ἐκεῖνοι, ὑστερεῖσθε δὲ ὑμεῖς. Ὅρα πῶς τὸ ὑπὲρ δύναμιν, καὶ τὸ ἐκ τοῦ ὑστερήματος διδόναι κατεσκεύασε λανθανόντως. Εἰ γὰρ βούλει, φησὶν, ἐκ τοῦ περισσεύματος λαβεῖν, ἐκ τοῦ περισσεύματος δός· εἰ δὲ ὁλόκληρον ἐπισπάσασθαι, ἐκ τοῦ ὑστερήματος παρέξεις, καὶ ὑπὲρ δύναμιν. Ἀλλὰ τοῦτο μὲν οὐ λέγει, καταλείπει δὲ αὐτὸ τῷ λογισμῷ τῶν ἀκροατῶν· αὐτὸς δὲ τὸ προκείμενον, καὶ τὴν σύμμετρον παραίνεσιν τέως ἐργάζεται, κατὰ τὸ φαινόμενον ἐπάγων καὶ λέγων· Ὅπως γένηται ἰσότης 61.520 ἐν τῷ νῦν καιρῷ. Πῶς ἰσότης; Τὰ περισσεύματα ἀντιδιδόντων ὑμῶν κἀκείνων, καὶ τὰ ὑστερήματα πληρούντων. Καὶ ποία αὕτη ἰσότης, σαρκικῶν πνευματικὰ ἀντιδιδόναι; πολλὴ γὰρ ἐνταῦθα ὑπεροχή· πῶς οὖν ἰσότητα καλεῖ; Ἣ κατὰ τὸ περισσεύειν καὶ ὑστερεῖσθαι, ἣ κατὰ τὸν παρόντα βίον τοῦτο φησὶ γενέσθαι μόνον. ∆ιὰ γὰρ τοῦτο εἰπὼν, Ἰσότης, ἐπήγαγεν, Ἐν τῷ νῦν καιρῷ. Ταῦτα δὲ ἔλεγε, καὶ τῶν πλουτούντων καταστέλλων τὰ φρονήματα, καὶ δεικνὺς, ὅτι μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν, ἐν πλείονι οἱ πνευματικοὶ ὑπεροχῇ. Ἐντεῦθεν μὲν γὰρ πολλῆς ἅπαντες ἀπολαύομεν ἰσοτιμίας· τότε δὲ πολλὴ διάκρισις, καὶ μεγίστη ὑπεροχὴ, ὑπὲρ τὸν ἥλιον λαμπόντων τῶν δικαίων. Εἶτα ἐπειδὴ ἔδειξεν αὐτοὺς οὐ διδόντας μόνον, ἀλλὰ καὶ ἀντιλαμβάνοντας μείζονα, καὶ ἑτέρωθεν βούλεται κατασκευάσαι τὴν προθυμίαν αὐτῶν, δεικνὺς ὅτι οὐδ' εἰ μὴ μεταδοῖεν ἑτέροις, ἕξουσί τι πλέον, πάντα ἔνδον συνάγοντες. Καὶ παράγει παλαιὰν ἱστορίαν, οὕτω λέγων· Καθὼς γέγραπται, Ὁ τὸ πολὺ, οὐκ ἐπλεόνασε· καὶ ὁ τὸ ὀλίγον, οὐκ ἠλαττόνησε. Τοῦτο δὲ ἐπὶ τοῦ μάννα γέγονεν. Οἵ τε γὰρ πλεῖον συναγαγόντες, οἵ τε ἔλαττον τὸ αὐτὸ μέτρον εὑρίσκοντο ἔχοντες, τὴν ἀπληστίαν τοῦ Θεοῦ ταύτῃ κολάζοντος. Ταῦτα δὲ ἔλεγεν, ὁμοῦ καὶ φοβῶν αὐτοὺς ἀπὸ τῶν τότε γενομένων, καὶ μηδαμοῦ τοῦ πλείονος ἐφίεσθαι πείθων, μηδὲ ἀλγεῖν ἐπὶ τῷ ἔλαττον ἔχειν. Τοῦτο δὲ καὶ νῦν γινόμενον ἔστιν ἰδεῖν ἐπὶ τῶν βιωτικῶν πραγμάτων, οὐκ ἐπὶ τοῦ μάννα μόνον. Εἰ γὰρ ἅπαντες μίαν γαστέρα πληροῦμεν, καὶ τὸν αὐτὸν χρόνον ζῶμεν, καὶ ἓν σῶμα περιβαλλόμεθα· οὐδὲν οὔτε τῷ πλουτοῦντι πλέον ἀπὸ τῆς περιουσίας ἔσται, οὔτε τῷ πένητι ἀπὸ τῆς πτωχείας ἔλαττον. Τί τοίνυν τρέμεις πενίαν; τί δὲ διώκεις πλοῦτον; ∆έδοικα, φησὶ, μὴ ἀναγκασθῶ ἐπὶ τὰς ἑτέρων θύρας ἐλθεῖν, καὶ δεηθῆναι τοῦ πλησίον. Πολλῶν δὲ καὶ εὐχομένων τοῦτο ἀκούω συνεχῶς, καὶ λεγόντων, Μή με ἀφῇς ἐν χρείᾳ ἀνθρώπων καταστῆναί ποτε. Καὶ σφόδρα γελῶ ταῦτα ἀκούων· καὶ γὰρ παιδικὸς ὁ φόβος. Καθ' ἑκάστην γὰρ ἡμέραν, καὶ ἐν ἅπασιν, ὡς εἰπεῖν, ἐν χρείᾳ ἀλλήλων καθεστήκαμεν. Ὥστε ἀπερισκέπτου ψυχῆς καὶ πεφυσιωμένης ταυτὶ τὰ ῥήματα, καὶ οὐ διαγινωσκούσης σαφῶς τὴν τῶν πραγμάτων φύσιν. Οὐχ ὁρᾷς, ὅτι πάντες ἀλλήλων χρῄζομεν; ὁ στρατιώτης τοῦ χειροτέχνου, ὁ χειροτέχνης τοῦ ἐμπόρου, ὁ ἔμπορος τοῦ γεωργοῦ, ὁ δοῦλος τοῦ ἐλευθέρου, ὁ δεσπότης τοῦ δούλου, ὁ πένης τοῦ πλουσίου, ὁ πλούσιος τοῦ πένητος, ὁ μηδὲν ἐργαζόμενος τοῦ διδόντος ἐλεημοσύνην, ὁ παρέχων τοῦ λαμβάνοντος· καὶ γὰρ ὁ λαμβάνων ἐλεημοσύνην, μεγίστην χρείαν πληροῖ, καὶ πάντων μείζονα. Εἰ γὰρ μὴ πένητες ἦσαν, τὸ πλέον ἂν ἀνετράπη τῆς ἡμετέρας σωτηρίας, οὐκ ἐχόντων ποῦ καταβαλεῖν τὰ χρήματα. Ὥστε καὶ ὁ δοκῶν ἁπάντων ἀχρηστότερος εἶναι πένης, οὗτος ἁπάντων ἐστὶ χρησιμώτερος. Εἰ δὲ τὸ ἑτέρου δεῖσθαι, αἰσχρὸν, ἀποθανεῖν λείπεται· οὐ γὰρ ἔνι ζῆσαι τοῦτο δεδοικότα. Ἀλλ' οὐ δύναμαι, φησὶν, ἐνεγκεῖν ὀφρῦν ἀνεσπασμένην. Τί ἄλλον διαβάλλων ἐπ' ἀλαζονείᾳ, σαυτὸν καταισχύνεις τῇ κατηγορίᾳ ταύτῃ; καὶ γὰρ ἀλαζονικὸν τὸ μὴ φέρειν 61.521 ὑπερηφάνου ψυχῆς φύσημα. Τί δὲ τὰ μηδενὸς ὄντα λόγου ἄξια ταῦτα δέδοικας, ταῦτα τρέμεις, καὶ διὰ ταῦτα τὴν πενίαν φρίττεις; Κἂν γὰρ πλούσιος ᾖς, ἐν