1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

98

πλειόνων καταστήσῃ χρείᾳ, καὶ πλειόνων καὶ εὐτελεστέρων. Ὅσῳ γὰρ ἂν πλουτῇς, τοσοῦτον τῇ ἀρᾷ ταύτῃ σαυτὸν ὑποβάλλεις. γʹ. Οὕτως ἀγνοεῖς ὅπερ εὔχῃ, χρήματα μὲν αἰτῶν ὑπὲρ τοῦ μηδενὸς δεῖσθαι· ὥσπερ ἂν εἴ τις εἰς πέλαγος ἐλθὼν, ἔνθα καὶ ναυτῶν καὶ πλοίου καὶ μυρίας χρεία κατασκευῆς, εὔχοιτο μηδενὸς ὅλως ἐν χρείᾳ γενέσθαι. Εἰ γὰρ βούλει μηδενὸς σφόδρα δεῖσθαι, εὔχου πενίαν· πένης μὲν γὰρ ὢν, κἄν τινος δεηθῇς, ὑπὲρ ἄρτου δεήσῃ μόνον ἢ ἱματίου· πλουτῶν δὲ, καὶ ὑπὲρ ἀγρῶν, καὶ ὑπὲρ οἰκιῶν, καὶ ὑπὲρ τελεσμάτων, καὶ ὑπὲρ μισθωμάτων, καὶ ὑπὲρ ἀξιώματος, καὶ ὑπὲρ ἀσφαλείας, καὶ ὑπὲρ δόξης, καὶ ὑπὲρ ἀρχόντων χρείαν ἕξεις· οὐ τούτων δὲ μόνον, ἀλλὰ καὶ τῶν ὑποτεταγμένων ἐκείνοις, καὶ τῶν ἐν πόλει, καὶ τῶν ἐν ἀγροῖς, καὶ ἐμπόρων καὶ καπήλων. Ὁρᾶτε ὅτι ἀνοίας ἐσχάτης ταυτὶ τὰ ῥήματα; Ὅλως γὰρ εἰ φρικτὸν εἶναί σοι δοκεῖ τὸ χρῄζειν τινός· καθόλου μὲν οὐ δυνατὸν ἀπαλλαγῆναι τούτου· εἰ δὲ θέλεις τὸν ὄχλον φυγεῖν, ἔξεστι γὰρ, ἐπὶ τὸν ἀκύμαντον τῆς πενίας καταφυγὼν λιμένα, τὸν πολὺν τῶν πραγμάτων ὄχλον περίκοψον, καὶ μηδὲν αἰσχρὸν τοῦτο νόμιζε τὸ δεῖσθαι ἑτέρου· τῆς γὰρ ἀφάτου σοφίας τοῦ Θεοῦ τοῦτο γέγονεν ἔργον. Εἰ γὰρ ἀλλήλων χρῄζομεν, καὶ οὐδὲ ἡ τῆς χρείας ἀνάγκη συνάγει εἰς φιλίαν ἡμᾶς· εἰ αὐτάρκεις ἦμεν, οὐκ ἦμεν ἂν θηρία ἀτίθασσα; Βίᾳ οὖν καὶ ἀνάγκῃ ἡμᾶς ὑπέταξεν ἀλλήλοις ὁ Θεὸς, καὶ καθ' ἑκάστην συγκρουόμεθα ἀλλήλοις ἡμέραν. Καὶ εἰ τοῦτον περιεῖλε τὸν χαλινὸν, τίς ἂν ταχέως ἠράσθη τῆς τοῦ πλησίον φιλίας; Μηδὲ τοῦτο οὖν νομίζωμεν εἶναι αἰσχρὸν, μηδὲ ἀπευχώμεθα καὶ λέγωμεν, Μὴ δῷς ἡμᾶς ἐν χρείᾳ τινὸς καταστῆναι· ἀλλ' εὐχώμεθα λέγοντες· Μὴ ἀφῇς, ἐν χρείᾳ καταστάντων ἡμῶν, ἀνανεῦσαι τοὺς δυναμένους ἡμᾶς ὠφελεῖν. Οὐ τὸ ἐν χρείᾳ ἑτέρων καταστῆναι, ἀλλὰ τὸ ἁρπάζειν τὰ ἑτέρων, φορτικόν. Νῦν δὲ ὑπὲρ μὲν ἐκείνων οὐδέποτε εὐξάμεθα, οὐδὲ εἴπομεν· Μὴ δῷς μοι ἐπιθυμῆσαι τῶν ἀλλοτρίων· τὸ δὲ ἐν χρείᾳ καταστῆναι, τοῦτο δοκεῖ ἀπευκταῖον εἶναι. Καίτοι Παῦλος ἐν χρείᾳ κατέστη πολλάκις, καὶ οὐκ ᾐσχύνετο, ἀλλὰ καὶ ἐκαλλωπίζετο καὶ ἐνεκωμίαζε τοὺς διακονησαμένους, λέγων· Ὅτι καὶ ἅπαξ καὶ δὶς ἐν ταῖς χρείαις μου ἐπέμψατε· καὶ πάλιν· Ἄλλας, Ἐκκλησίας ἐσύλησα, λαβὼν ὀψώνιον πρὸς τὴν ὑμῶν διακονίαν. Οὐ τοίνυν ἐλευθερίας ἐστὶ τὸ ταῦτα αἰσχύνεσθαι, ἀλλὰ μαλακίας καὶ βαναύσου ψυχῆς καὶ ἀνοήτου. Καὶ γὰρ τῷ Θεῷ δοκεῖ χρείαν ἡμᾶς ἀλλήλων ἔχειν. Μὴ τοίνυν φιλοσόφει πέρα τοῦ μέτρου. Ἀλλ' οὐ δύναμαι, φησὶν, ἐνεγκεῖν ἄνθρωπον παρακαλούμενον πολλάκις, καὶ οὐκ εἴκοντα. Καὶ πῶς σε οἴσει ὁ Θεὸς παρακαλούμενον ὑπ' αὐτοῦ, καὶ οὐ πειθόμενον, καὶ παρακαλούμενον ὑπὲρ τῶν σοι συμφερόντων; Ὑπὲρ γὰρ Χρι 61.522 στοῦ πρεσβεύομεν, φησὶν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν· καταλλάγητε τῷ Θεῷ. Καὶ μέντοι δοῦλος αὐτοῦ, φησὶν, εἰμί. Καὶ τί τοῦτο; Ὅταν γὰρ σὺ μὲν μεθύῃς ὁ δοῦλος, ἐκεῖνος δὲ πεινᾷ ὁ δεσπότης, καὶ μηδὲ τῆς ἀναγκαίας ἀπολαύῃ τροφῆς, τί σου τὸ τῆς δουλείας ὄνομα προστήσεται; Τοῦτο μὲν οὖν αὐτό σε καὶ βαρήσει μειζόνως, ὅταν μὲν σὺ ἐν τριωφόροις μένῃς, ἐκεῖνος δὲ μηδὲ χρηστῆς μετέχῃ στέγης· ὅταν σὺ μὲν ἐν ἁπαλαῖς στρωμναῖς, ἐκεῖνος δὲ μηδὲ προσκεφάλαιον ἔχῃ. Ἀλλ' ἔδωκα, φησίν. Ἀλλ' οὐ χρὴ διαλιμπάνειν ταῦτα ποιοῦντα. Τότε γὰρ μόνον ἀπολογήσῃ, ὅταν μὴ ἔχῃς, ὅταν μηδὲν κεκτημένος ᾖς· ἕως δ' ἂν ἔχῃς, κἂν μυρίοις ᾖς δεδωκὼς, ὦσι δὲ ἕτεροι πεινῶντες, οὐδεμία σοι ἀπολογία. Ὅταν δὲ καὶ ἀποκλείῃς σῖτον, καὶ τὴν τιμὴν ἐπιτείνῃς, καὶ ἑτέρας καπηλείας ξένας ὁδοὺς ἐπινοῇς, ποίαν ἕξεις σωτηρίας ἐλπίδα λοιπόν; ∆ωρεὰν ἐκελεύσθης διδόναι τῷ πεινῶντι, σὺ δὲ οὐδὲ μετὰ συμμέτρου δίδως τιμῆς· αὐτὸς διὰ σὲ τὴν τοσαύτην δόξαν ἐκένωσε, σὺ δὲ αὐτὸν οὐδὲ ἄρτου ἀξιοῖς· ἀλλ' ὁ μὲν κύων ἐμπέπλησται, ὁ δὲ Χριστὸς λιμῷ τήκεται· καὶ ὁ μὲν οἰκέτης διαῤῥήγνυται ὑπὸ πλησμονῆς, ὁ δὲ σὸς κἀκείνου ∆εσπότης ἀναγκαίας ἀπορεῖ τροφῆς. Καὶ ποῦ ταῦτα φίλων τὰ πράγματα; Καταλλάγητε τῷ Θεῷ· ταῦτα γὰρ ἐχθρῶν ἐστι καὶ ἐκπεπολεμωμένων. Αἰσχυνθῶμεν τοίνυν ὅσα εὐεργετήθημεν, ὅσα εὐεργετεῖσθαι μέλλομεν· κἂν προσέλθῃ πένης