1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

99

δεόμενος, μετὰ πολλῆς αὐτὸν δεχώμεθα τῆς εὐνοίας, παρακαλοῦντες, ἀνιστῶντες τῷ λόγῳ, ἵνα καὶ αὐτοὶ τῶν αὐτῶν τύχωμεν καὶ παρὰ τοῦ Θεοῦ, καὶ παρὰ τῶν ἀνθρώπων. Ὅσα γὰρ ἐὰν θέλητε ἵνα ποιήσωσιν ὑμῖν, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς. Οὐδὲν φορτικὸν, οὐδὲν ἐπαχθὲς οὗτος ὁ νόμος ἔχει. Ἃ θέλεις πάσχειν, ταῦτα ποίει, φησίν· ἴση ἡ ἀντίδοσις. Καὶ οὐκ εἶπεν· Ἃ μὴ θέλετε πάσχειν, μηδὲ ποιεῖτε· ἀλλὰ τὸ πλέον. Ἐκεῖνο μὲν γὰρ ἀποχὴ κακῶν, τοῦτο δὲ ἐργασία καλῶν, κἀκείνῳ τοῦτο συμπεριείληπται. Καὶ οὐκ εἶπε· Ταῦτα καὶ ὑμεῖς θέλετε, ἀλλὰ, Ποιεῖτε αὐτοῖς. Καὶ τί τὸ κέρδος; Οὗτός ἐστιν ὁ νόμος καὶ οἱ προφῆται. Ἐλεεῖσθαι βούλει; οὐκοῦν ἐλέει. Συγγνώμης θέλεις τυχεῖν; οὐκοῦν μεταδίδου. Βούλει μὴ ἀκούειν κακῶς; οὐκοῦν μηδὲ κακῶς λέγε. Ἐπιθυμεῖς ἐπαινεῖσθαι, οὐκοῦν ἐγκωμίαζε. Θέλεις μὴ πλεονεκτεῖσθαι; οὐκοῦν μὴ ἅρπαζε. Εἶδες πῶς ἔδειξε φυσικὸν ὂν τὸ καλὸν, καὶ οὐ δεομένους νόμων τῶν ἔξωθεν ἡμᾶς, οὐδὲ διδασκάλων; Ἐν οἷς γὰρ θέλομεν παθεῖν, ἢ μὴ παθεῖν παρὰ τῶν πλησίον, νομοθετοῦμεν ἡμῖν ἑαυτοῖς. Ὥστε ἂν ἐθέλῃς μὲν μὴ παθεῖν, ποιῇς δὲ, ἢ θέλῃς μὲν παθεῖν, μὴ ποιῇς δὲ, αὐτοκατάκριτος γέγονας, καὶ οὐδεμιᾶς λοιπὸν ἀπολαύεις ἀπολογίας ὡς ἀγνοῶν καὶ οὐκ εἰδὼς τὰ πρακτέα. ∆ιὸ, παρακαλῶ, τοῦτον ἐν ἑαυτοῖς δι' ἑαυτοὺς ἀναστήσαντες τὸν νόμον. καὶ ταῦτα ἀναγινώσκοντες τὰ γράμματα τὰ σαφῆ καὶ σύντομα, τοιοῦτοι περὶ τοὺς πλησίον γινώμεθα, οἵους περὶ ἡμᾶς αὐτοὺς εἶναι βουλόμεθα, ἵνα καὶ τῆς 61.523 παρούσης ἀπολαύσωμεν ἀδείας, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ 61.524 Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 61.523 ΟΜΙΛΙΑ ΙΗʹ. Χάρις δὲ τῷ Θεῷ τῷ δόντι τὴν αὐτὴν σπουδὴν ὑπὲρ ὑμῶν ἐν τῇ καρδίᾳ Τίτου αʹ. Πάλιν ἐπαινεῖ τὸν Τίτον. Ἐπειδὴ γὰρ περὶ ἐλεημοσύνης διελέχθη, διαλέγεται λοιπὸν καὶ περὶ τῶν μελλόντων ὑποδέχεσθαι παρ' αὐτῶν τὰ χρήματα, καὶ ἀποκομίζειν αὐτά. Τοῦτο γὰρ συνεβάλλετο πρὸς τὴν συλλογὴν ταύτην, καὶ πρὸς τὸ μείζω ποιῆσαι τὴν προθυμίαν τῶν εἰσφερόντων. Ὁ γὰρ θαῤῥῶν ὑπὲρ τοῦ διακονουμένου, καὶ μὴ ὑποπτεύων τοὺς ὑποδεχομένους, μετὰ πλείονος τῆς δαψιλείας ἐπιδίδωσιν. Ὅπερ ἵνα καὶ τότε γένηται, ἄκουσον πῶς συνίστησι τοὺς ἐπὶ τοῦτο ἀφικομένους, ὧν ἦν πρῶτος Τίτος. ∆ιὸ καί φησι, Χάρις δὲ τῷ Θεῷ τῷ δόντι τὴν αὐτὴν σπουδὴν ἐν τῇ καρδίᾳ Τίτου. Τί ἐστι, Τὴν αὐτήν; Ἥνπερ καὶ ὑπὲρ Θεσσαλονικέων εἶχεν, ἢ τὴν αὐτὴν ἐμοί. Καὶ σκόπει σύνεσιν· τοῦ Θεοῦ δεικνὺς ἔργον τοῦτο ὂν, καὶ εὐχαριστεῖ τῷ δεδωκότι, ὥστε καὶ ταύτῃ προτρέψαι. Εἰ γὰρ ὁ Θεὸς αὐτὸν διήγειρε, καὶ ἀπέστειλε πρὸς ὑμᾶς, αὐτὸς αἰτεῖ δι' ἐκείνου. Μὴ τοίνυν νομίσητε ἀνθρώπινον εἶναι τὸ γεγενημένον. Καὶ πόθεν δῆλον ὅτι ὁ Θεὸς αὐτὸν προέτρεψεν; Ὅτι τὴν μὲν παράκλησιν ἐδέξατο, σπουδαιότερος δὲ ὑπάρχων, αὐθαίρετος ἐξῆλθεν. Ὅρα πῶς καὶ αὐτὸν δείκνυσι τὰ αὑτοῦ πληροῦντα, ἑτέρων μὴ δεηθέντα. Καὶ εἰπὼν τοῦ Θεοῦ τὴν χάριν, οὐκ ἀφίησι τοῦ Θεοῦ τὸ πᾶν εἶναι, πάλιν ἵνα καὶ ταύτῃ εἰς πλείονα ἐπισπάσηται αὐτοὺς ἀγάπην, εἰπὼν ὅτι καὶ οἴκοθεν ἐγήγερται. Σπουδαιότερος γὰρ ὑπάρχων, αὐθαίρετος ἐξῆλθεν, ἥρπασε τὸ πρᾶγμα, ἐπεπήδησε τῷ θησαυρῷ, οἰκείαν ἐνόμισεν ὠφέλειαν τὴν ὑμετέραν διακονίαν καὶ τῷ σφόδρα ὑμᾶς φιλεῖν, οὐδὲ ἐδεήθη τῆς παρ' ἐμοῦ παρακλήσεως, ἀλλὰ παρεκλήθη μὲν καὶ ὑπ' ἐμοῦ, οὐ μέντοι ἐντεῦθεν διηγέρθη, ἀλλ' οἴκοθεν καὶ ἀπὸ τῆς τοῦ Θεοῦ χάριτος. Συνεπέμψαμεν δὲ μετ' αὐτοῦ τὸν ἀδελφὸν, οὗ ὁ ἔπαινος ἐν τῷ Εὐαγγελίῳ διὰ πασῶν τῶν Ἐκκλησιῶν. Καὶ τίς οὗτός ἐστιν ὁ ἀδελφός; Τινὲς μὲν τὸν Λουκᾶν· καί φασι, διὰ τὴν ἱστορίαν ἥνπερ ἔγραψε· τινὲς δὲ τὸν Βαρνάβαν· καὶ γὰρ τὸ ἄγραφον κήρυγμα εὐαγγέλιον καλεῖ. Καὶ τίνος ἕνεκεν οὐ τίθησιν αὐτῶν τὰ ὀνόματα, ἀλλὰ τὸν μὲν Τίτον καὶ ὀνομαστὶ γνωρίζει, καὶ ἀπὸ τῆς εἰς τὸ Εὐαγγέλιον συνεργίας καλεῖ (εἴ γε τοσοῦτον ἦν χρήσιμος, ὡς διὰ τὴν ἀπουσίαν αὐτοῦ μηδὲ δυνηθῆναι μέγα τι καὶ γενναῖον ποιῆσαι τὸν Παῦλον· Τῷ γὰρ μὴ εὑρεῖν Τίτον τὸν ἀδελφόν μου, οὐκ