1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

103

νῦν, εἰ οὐ λέγει τὰ συμφέροντα ὁ δεῖνα, ἕτερος ἀναστὰς εἰπάτω. Κἂν ἐλάττων ᾖ, λέγῃ δέ τι τῶν συμφερόντων, κύρωσον τὴν γνώμην· κἂν τῶν σφόδρα εὐτελεστάτων ᾖ, μὴ ἀτιμάσῃς. Οὐδεὶς γὰρ τούτων ἀφέστηκε τῶν πλησίον, ὅσον ὁ κηδεστὴς τοῦ Μωϋσέως· ἀλλ' οὐκ ἀπηξίωσεν ἀκοῦσαι, ἀλλὰ καὶ ἐδέξατο τὴν γνώμην, καὶ ἐπείσθη, καὶ ἀνάγραπτον ἐποίησε, καὶ οὐκ ᾐσχύνθη ταῦτα ἱστορίᾳ παραδοῦναι, τὸν τῶν πολλῶν τῦφον καθαιρῶν. ∆ιὸ καὶ ὡς ἐν στήλῃ τῷ βίῳ ταῦτα γράψας κατέλιπεν· ᾔδει γὰρ πολλοῖς χρήσιμον ἐσομένην τὴν ἱστορίαν. Μὴ δὴ παρορῶμεν τοὺς τὰ δέοντα συμβουλεύοντας, κἂν τῶν ἀρχομένων τις ᾖ, κἂν τῶν εὐτελῶν, μηδὲ ἅπερ ἂν ἡμεῖς εἰσηγησώμεθα, ταῦτα πάντως κρατεῖν ἀξιῶμεν· ἀλλ' ἅπερ ἂν συμφέροντα φανῇ, ταῦτα παρὰ πάντων κυρούσθω. Πολλοὶ γὰρ τῶν ἀμβλυωττόντων πολλὰ συνεῖδον μᾶλλον ὑπὲρ τοὺς ὀξὺ βλέποντας, διὰ τὸ σπουδάζειν καὶ συντετάσθαι. Μηδὲ λέγε, Τί με καλεῖς εἰς συμβουλὴν, εἰ μὴ ἀκούεις ὃ λέγω; οὐκ ἔστι συμβούλου ταυτὶ τὰ ἐγκλήματα, ἀλλὰ τυράννου. Ὁ γὰρ σύμβουλος εἰπεῖν τὰ παρ' αὐτοῦ κύριός ἐστι μόνον· ἂν δὲ καὶ ἕτερον λυσιτελέστερον φανῇ, ὁ δὲ τὰ παρ' αὐτοῦ πράττειν ἐθέλῃ, οὐκέτι σύμβουλός ἐστιν, ἀλλὰ τύραννος, ὥσπερ ἔφην. Μὴ δὴ οὕτω ποιῶμεν, ἀλλὰ τύφου παντὸς καὶ ἀπονοίας ἀπαλλάξαντες τὴν ψυχὴν, σκοπῶμεν οὐχ ὅπως μόνον τὰ ἡμέτερα σταίη, ἀλλ' ὅπως ἡ συμφέρουσα γνώμη κρατήσειε, κἂν μὴ παρ' ἡμῶν εἰσφέρηται. Οὐδὲ γὰρ μικρὸν κερδανοῦμεν, κἂν μὴ τὰ δέοντα εὕρωμεν, αὐτοὶ τὰ παρ' ἑτέρων φανέντα δεχόμενοι, καὶ παρὰ τοῦ Θεοῦ πολὺν ληψόμεθα τὸν μισθὸν, καὶ δόξης δὲ οὕτω μάλιστα ἀπολαύσομεν. Ὥσπερ γὰρ ἐκεῖνος ὁ τὰ συμφέροντα εἰπὼν, σοφός· οὕτως ἡμεῖς καταδεξάμενοι, καὶ αὐτοὶ συνέσεως καὶ εὐγνωμοσύνης καρπωσόμεθα ἔπαινον. Οὕτω καὶ οἰκίαι καὶ πόλεις, οὕτω καὶ Ἐκκλησία οἰκονομουμένη, μείζονα λήψεται προσθήκην· οὕτω 61.529 καὶ ἡμεῖς τὸν παρόντα βίον ἄριστα οἰκονομήσαντες, τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο 61.530 πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

ΟΜΙΛΙΑ ΙΘʹ.

Περὶ μὲν γὰρ τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους περιττόν μοί ἐστι τὸ γράφειν ὑμῖν.

αʹ. Τοσαῦτα περὶ αὐτῆς εἰπὼν, ἐνταῦθά φησι, Περιττόν μοί ἐστι τὸ γράφειν

ὑμῖν. Καὶ οὐ τοῦτο μόνον ἐστὶν αὐτοῦ τὸ συνετὸν, ὅτι τοσαῦτα εἰπὼν, λέγει, Περιττόν μοί ἐστι τὸ γράφειν ὑμῖν, ἀλλ' ὅτι καὶ πάλιν λέγει περὶ αὐτῆς. Ταῦτα μὲν γὰρ ἃ μικρὸν ἔμπροσθεν εἴρηκε, περὶ τῶν τὰ χρήματα ὑποδεξαμένων εἶπεν, ὥστε τιμῆς ἀπολαῦσαι πολλῆς· τὰ δὲ πρὸ ἐκείνων, ἃ περὶ Μακεδόνων διελέγετο, ὅτι ἡ κατὰ βάθους πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν, καὶ τὰ ἄλλα πάντα, περὶ φιλανθρωπίας καὶ ἐλεημοσύνης. Ἀλλ' ὅμως, καὶ ἔμπροσθεν τοσαῦτα εἰπὼν, καὶ πάλιν μέλλων ἐρεῖν, Περιττόν μοί ἐστι, φησὶ, τὸ γράφειν ὑμῖν. Ποιεῖ δὲ τοῦτο, ὥστε μᾶλλον αὐτοὺς ἐπισπάσασθαι. Αἰσχύνεται γὰρ ἄνθρωπος δόξαν τοιαύτην ἔχων, ὡς μηδὲ δεῖσθαι συμβουλῆς, ἐλάττων φανῆναι τῆς ὑπολήψεως καὶ ὑστερεῖσθαι. Οὕτω καὶ ἐπὶ τῆς κατηγορίας ποιεῖ πολλάκις, κατὰ παράλειψιν λέγων· καὶ γὰρ μεγάλην ἔχει τὴν ἰσχύν. Ὁ γὰρ δικαστὴς ὁρῶν τὴν μεγαλοψυχίαν τοῦ κατηγόρου, οὐδὲ ὑποπτεύει λοιπόν. Λογίζεται γὰρ, ὅτι ὁ πολλὰ ἐξὸν εἰπεῖν οὐκ εἰπὼν, πῶς ἂν τὰ οὐκ ὄντα πλάσειε; καὶ δίδωσι καὶ μεῖζον ὑποπτεύειν, ἢ εἰπεῖν, καὶ ἤθους χρηστοῦ ὑπόνοιαν περιτίθησιν ἑαυτῷ. Τοῦτο καὶ ἐπὶ τῆς συμβουλῆς καὶ ἐπὶ τῶν ἐγκωμίων ποιεῖ. Εἰπὼν γὰρ, Περιττόν ἐστι τὸ γράφειν, ὅρα πῶς συμβουλεύει· Οἶδα γὰρ τὴν προθυμίαν ὑμῶν, ἢν ὑπὲρ ὑμῶν καυχῶμαι Μακεδόσι. Μέγα μὲν οὖν καὶ τὸ αὐτὸν εἰδέναι· πολλῷ δὲ πλέον καὶ τὸ εἰς ἑτέρους ἐξενεγκεῖν· μείζονα γὰρ