1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

105

Καταισχυνθῶμεν ἡμεῖς, ἵνα μὴ λέγωμεν, ὑμεῖς. Καὶ κολάζει πάλιν λέγων· Ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως· οὐ ῥᾳθυμοτέρους ποιῶν, ἀλλὰ δεικνὺς, ὅτι τοὺς ἐν τοῖς ἄλλοις εὐδοκιμοῦντας, καὶ ἐν ταύτῃ πολλὴν ἔχειν δεῖ τὴν παῤῥησίαν. Ἀναγκαῖον οὖν ἡγησάμην προπέμψαι τοὺς ἀδελφοὺς, ἵνα προκαταρτίσωσι ταύτην τὴν εὐλογίαν ὑμῶν ἑτοίμην εἶναι οὕτως ὡς εὐλογίαν, καὶ μὴ ὡς πλεονεξίαν. Πάλιν αὐτὸ ἀνέλαβεν ἑτέρως· καὶ ἵνα μὴ δόξῃ ἁπλῶς ταῦτα λέγειν, καὶ τὴν αἰτίαν τῆς ὁδοῦ οὐκ ἄλλην εἶναί φησιν, ἀλλ' ὥστε μὴ καταισχυνθῆναι αὐτούς. Ὁρᾷς ὅτι τὸ, Περιττόν μοί ἐστι τὸ γράφειν ὑμῖν, ἀρχὴ συμβουλῆς ἦν; Ὁρᾷς γοῦν ὅσα περὶ ταύτης διαλέγεται τῆς διακονίας; Μετὰ δὲ τούτου κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι ἵνα μὴ δόξῃ ἐναντιολογεῖσθαι εἰπὼν περιττὸν, καὶ περὶ αὐτοῦ διαλεγόμενος, πρὸς τῷ περὶ τάχους διαλέγεσθαι καὶ δαψιλείας καὶ προθυμίας, διὰ τούτων κἀκεῖνο κατασκευάζει. Τὰ γὰρ τρία ταῦτα ἀπαιτεῖ, καὶ ἐκίνησε μὲν ταυτὶ τὰ κεφάλαια καὶ ἐν ἀρχῇ· ὅταν γὰρ λέγῃ, Ἐν πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτῶν, καὶ ἡ κατὰ βάθους πτωχεία ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν, οὐδὲν ἄλλο λέγει, ἢ ὅτι καὶ πολὺ εἰσήνεγκαν, καὶ μετὰ χαρᾶς, καὶ μετὰ τάχους, καὶ οὐ μόνον τὸ δοῦναι οὐ πολὺ ἐλύπησεν, ἀλλ' οὐδὲ τὸ ἐν πειρασμοῖς εἶναι· ὅπερ τοῦ δοῦναι φορτικώτερον. Καὶ τὸ, Ἡμῖν ἔδωκαν ἑαυτοὺς, καὶ τοῦτο καὶ τὴν προθυμίαν αὐτῶν δείκνυσι, καὶ τὸ σφόδρα αὐτοὺς πιστεύειν. Πάλιν δὲ καὶ ἐνταῦθα αὐτὰ μεταχειρίζει. Ἐπειδὴ γὰρ ταῦτα ἐναντία ἐστὶ, φιλοτιμία καὶ προθυμία, καὶ ὁ μὲν πολὺ δοὺς πολλάκις ἀθυμεῖ, ὁ δὲ ὑπὲρ τοῦ μὴ ἀλγεῖν ἔλαττον δίδωσιν, ὅρα πῶς ἑκατέρους ἐπιμελεῖται, καὶ μετὰ τῆς προσηκούσης αὐτῷ συνέσεως. Οὐ γὰρ εἶπεν, Ὀλίγον βέλτιον δοῦναι καὶ μετὰ προαιρέσεως, ἣ πολὺ μετὰ ἀνάγκης· ἐπειδὴ καὶ πολὺ, καὶ μετὰ προαιρέσεως ἠβούλετο αὐτοὺς εἰσενεγκεῖν· ἀλλὰ πῶς; Ἵνα προκαταρτίσωσι τὴν εὐλογίαν ὑμῶν ἑτοίμην εἶναι ὡς εὐλογίαν, μὴ ὡς πλεονεξίαν. Πρότερον ἀπὸ τοῦ ἡδίστου καὶ κουφοτέρου ἄρχεται, τοῦ μὴ μετὰ ἀνάγκης· Εὐλογία γὰρ, φησὶν, ἐστίν. Ὅρα πῶς ἐν τάξει παραινέσεως τὸν 61.532 καρπὸν εὐθέως δείκνυσι βλαστάνοντα, καὶ εὐλογίας πεπληρωμένους τοὺς παρέχοντας. Καὶ τῇ προσηγορίᾳ αὐτοὺς ἐπεσπάσατο· οὐδεὶς γὰρ εὐλογίαν δίδωσι μετὰ λύπης. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλ' ἐπήγαγε· Μὴ ὡς πλεονεξίαν. Μὴ νομίσητε, φησὶν, ὅτι ὡς πλεονεκτοῦντες αὐτὴν λαμβάνομεν, ἀλλ' ὥστε αἴτιοι γενέσθαι ὑμῖν εὐλογίας. Ἡ γὰρ πλεονεξία ἀκόντων ἐστίν· ὥστε ὁ διδοὺς ἐλεημοσύνην ἄκων, πλεονεξίαν δίδωσιν. Εἶτα ἀπὸ τούτου πάλιν ἐπ' ἐκεῖνο μετέβη, τὸ φιλοτίμως διδόναι. Τοῦτο δὲ λέγω. Τουτέστιν, ὅτι μετὰ τούτου κἀκεῖνό φημῖ. Ποῖον; ὅτι Ὁ σπείρων φειδομένως, φειδομένως καὶ θερίσει· καὶ ὁ σπείρων ἐπ' εὐλογίαις, ἐπ' εὐλογίαις καὶ θερίσει. Καὶ οὐκ εἶπε, Μικρολόγως, ἀλλ' εὐφημότερον, τὸ τοῦ φειδωλοῦ θεὶς ὄνομα. Καὶ σπόρον τὸ πρᾶγμα ἐκάλεσεν, ἵνα εὐθέως πρὸς τὴν ἀντίδοσιν ἴδῃς, καὶ τὸν ἀμητὸν ἐννοήσας, μάθῃς ὅτι πλείονα λαμβάνεις ἢ δίδως. ∆ιὸ οὐκ εἶπεν, Ὁ διδοὺς, ἀλλ', Ὁ σπείρων· καὶ οὐκ εἶπεν, Ὑμεῖς ἐὰν σπείρητε, ἀλλὰ καθολικὸν τὸν λόγον ποιεῖ. Οὐδὲ εἶπε, ∆αψιλῶς, ἀλλ', Ἐπ' εὐλογίαις· ὃ πολὺ τούτου μεῖζον ἦν. Καὶ πάλιν ἐπὶ τὸ πρότερον τὸ ἡδὺ καταφεύγει, λέγων· Ἕκαστος καθὼς προαιρεῖται τῇ καρδίᾳ. Μᾶλλον γὰρ ἐξουσίαν τις λαβὼν, ἢ ἀναγκαζόμενος ποιεῖ. ∆ιὸ καὶ τούτῳ ἐνδιατρίβει· εἰπὼν γὰρ, Καθὼς προαιρεῖται, ἐπήγαγε· Μὴ ἐκ λύπης, μηδὲ ἐξ ἀνάγκης. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλὰ καὶ ἀπὸ Γραφῆς μαρτυρίαν ἐπάγει, λέγων· Ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός. Εἶδες πῶς συνεχῶς τοῦτο τίθησιν; Οὐ κατ' ἐπιταγὴν λέγω, καὶ, Γνώμην ἐν τούτῳ δίδωμι, καὶ, Ὡς εὐλογίαν, καὶ μὴ ὡς πλεονεξίαν· καὶ πάλιν, Μὴ ἐκ λύπης, μηδὲ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός. Ἐνταῦθα οἶμαι τὸ ἱλαρὸν δαψιλῆ λέγεσθαι· πλὴν αὐτὸς εἰς τὸ μετὰ προθυμίας διδόναι αὐτὸ παρέλαβεν. Ἐπειδὴ γὰρ τὸ παράδειγμα Μακεδόνων, καὶ τὰ ἄλλα ἅπαντα ἱκανὰ ἦν ἐργάσασθαι τὴν πολυτέλειαν· οὐ πολλὰ περὶ αὐτῆς φθέγγεται, ἀλλὰ περὶ τοῦ μὴ ἄκοντας διδόναι. Εἰ γὰρ ἔργον ἐστὶν ἀρετῆς, πᾶν δὲ τὸ ἐξ ἀνάγκης