1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

106

ὑποτέμνεται τὸν μισθὸν, εἰκότως τοῦτο ἐργάζεται. Καὶ οὐ συμβουλεύει μόνον, ἀλλὰ καὶ ἐπεύχεται, ὅπερ ἀεὶ ποιεῖ, λέγων· ∆υνατὸς δὲ ὁ Θεὸς πᾶσαν χάριν πληρῶσαι εἰς ὑμᾶς. γʹ. ∆ιὰ τῆς εὐχῆς λογισμὸν ὑφορμοῦντα τῇ φιλοτιμίᾳ ταύτῃ ἀναιρεῖ, τὸν καὶ νῦν πολλοῖς ἐμποδίζοντα. Καὶ γὰρ πολλοὶ δεδοίκασιν ἐλεημοσύνην δοῦναι, λέγοντες. Μή πως πένης γένωμαι, μή πως ἑτέρων δεηθῶ. Τοῦτον οὖν καταλύων τὸν φόβον, προστίθησι τὴν εὐχὴν, λέγων· Πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς. Οὐχ ἁπλῶς πληρῶσαι, ἀλλὰ, Περισσεῦσαι. Τί δέ ἐστι, Χάριν περισσεῦσαι; Ἐμπλῆσαι, φησὶν, ὑμᾶς τοσούτων, ὡς δύνασθαι περιττεύειν ἐν τῇ φιλοτιμίᾳ ταύτῃ. Ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες, περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν. Ὅρα καὶ ἐν τῇ προσευχῇ αὐτοῦ πολλὴν τὴν φιλοσοφίαν. Οὐ πλοῦτον εὔχεται οὐδὲ περισσείαν, ἀλλὰ πᾶσαν αὐτάρκειαν. Καὶ οὐ τοῦτο μόνον ἐστὶν αὐτοῦ τὸ θαυμαστὸν, ἀλλ' ὅτι ὥσπερ τὸ περιττὸν οὐκ ἐπηύξατο, οὕτως οὐ θλίβει αὐτοὺς, οὐδὲ ἀναγκάζει ἀπὸ τοῦ ὑστερήματος δοῦναι, συγκαταβαί 61.533 νων αὐτῶν τῇ ἀσθενείᾳ, ἀλλ' αὐτάρκειαν αἰτεῖ, καὶ δείκνυσιν ἅμα ὅτι τοῖς παρὰ τοῦ Θεοῦ δώροις οὐ κατακεχρῆσθαι δεῖ. Ἵνα περισσεύητε, φησὶν, εἰς πᾶν ἔργον ἀγαθόν. ∆ιὰ τοῦτο, φησὶ, ταῦτα αἰτῶ, ἵνα καὶ ἑτέροις παρέχητε. Καὶ οὐκ εἶπε, Παρέχητε, ἀλλὰ, Περισσεύητε. Ἐν μὲν γὰρ τοῖς σαρκικοῖς αὐτάρκειαν αὐτοῖς αἰτεῖ, ἐν δὲ τοῖς πνευματικοῖς καὶ περισσείαν, οὐκ ἐν ἐλεημοσύνῃ μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασι· τοῦτο γάρ ἐστι τὸ, Εἰς πᾶν ἔργον ἀγαθόν. Εἶτα τὸν προφήτην αὐτοῖς ἐπάγει σύμβουλον, μαρτυρίαν ζητήσας τὴν εἰς δαψίλειαν αὐτοὺς ἐκκαλουμένην, καί φησι· Καθὼς γέγραπται, Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὑτοῦ μένει εἰς τὸν αἰῶνα. Τοῦτό ἐστι, Περισσεύητε. Τὸ γὰρ, Ἐσκόρπισεν, οὐδενὸς ἄλλου δηλωτικόν ἐστιν, ἢ τοῦ μετὰ δαψιλείας διδόναι. Εἰ γὰρ καὶ αὐτὰ οὐ μένει, ἀλλὰ τὰ ἐξ αὐτῶν μένει. Καὶ γὰρ τὸ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι φυλαττόμενα μὲν ἀπόλλυται, σκορπιζόμενα δὲ μένει, καὶ μένει διαπαντός. ∆ικαιοσύνην δὲ ἐνταῦθα τὴν φιλανθρωπίαν ἐκάλεσε· καὶ γὰρ δικαίους ποιεῖ, τὰ ἁμαρτήματα ὥσπερ πῦρ ἀναλίσκουσα, ὅταν μετὰ δαψιλείας ἐκχέηται. Μὴ τοίνυν ἀκριβολογώμεθα, ἀλλὰ ἀθρόᾳ τῇ χειρὶ σπείρωμεν. Οὐχ ὁρᾷς μίμοις πόσα διδόασιν ἕτεροι, καὶ γυναιξὶ πόρναις; Κἂν τὰ ἡμίση τῷ Χριστῷ δὸς, ὧν τοῖς ὀρχουμένοις ἐκεῖνοι διδόασιν· ὅσα πρὸς φιλοτιμίαν ἐκεῖνοι τοῖς ἐπὶ σκηνῆς, τοσαῦτα σὺ κἂν πεινῶντι δός. Ἐκεῖνοι μὲν γὰρ τὸ σῶμα τῶν ἑταιριζομένων καὶ χρυσίῳ περιβάλλουσιν ἀφάτῳ· σὺ δὲ οὐδὲ ἱματίῳ ψιλῷ τὴν σάρκα τοῦ Χριστοῦ, καὶ ταῦτα γυμνὴν ὁρῶν. Ποίας τοῦτο συγγνώμης ἄξιον, πόσης δὲ οὐ κολάσεως, ὅταν ἐκεῖνος μὲν τῇ ἀπολλυούσῃ αὐτὸν καὶ καταισχυνούσῃ τοσαῦτα παρέχῃ, σὺ δὲ μηδὲ τὸ ἐλάχιστον τῷ σώζοντί σε καὶ ποιοῦντι λαμπρότερον; Ἀλλὰ εἰς γαστέρα μὲν καὶ μέθην καὶ ἀσωτίαν ἀναλίσκων, οὐδαμοῦ πενίας μέμνησαι· ἂν δὲ πενίαν διορθῶσαι δέῃ, πάντων γίνῃ πτωχότερος· καὶ παρασίτους μὲν τρέφων καὶ κόλακας, ὡς ἀπὸ πηγῶν δαπανῶν, οὕτω χαίρεις· εἰ δέ που πτωχὸν ἴδοις, τότε σοι ὁ τῆς πενίας ἐπιτίθεται φόβος. ∆ιὰ δὴ τοῦτο καὶ παρ' ἡμῶν αὐτῶν καὶ παρ' ἑτέρων κατακριθησόμεθα τότε, καὶ τῶν κατωρθωκότων καὶ τῶν διαμαρτόντων. Ἐρεῖ γάρ σοι, ∆ιὰ τί οὐ γέγονας οὕτω μεγαλόψυχος ἐν τοῖς προσήκουσιν; Ἀλλ' οὗτος μὲν πόρνῃ διδοὺς, οὐδὲν τούτων ὑπελογίζετο· σὺ δὲ τῷ ∆εσπότῃ παρέχων τῷ εἰρηκότι μὴ μεριμνᾷν, φόβου γέμεις καὶ τρόμου; καὶ τίνος ἂν εἴης συγγνώμης ἄξιος; Εἰ γὰρ ἄνθρωπος οὐ περιόψεται λαβὼν, ἀλλ' ἀποδώσει τὴν χάριν, πολλῷ μᾶλλον ὁ Χριστός. Ὁ γὰρ καὶ χωρὶς τοῦ λαβεῖν διδοὺς, πῶς μετὰ τὸ λαβεῖν οὐ δώσει; Τί οὖν, φησὶν, ὅταν πολλὰ ἀναλώσαντές τινες, πρὸς τῷ μὴ λαβεῖν καὶ ἑτέρων δέωνται; Περὶ τῶν τὰ πάντα δαπανησάντων λέγεις, αὐτὸς οὐδὲ ὀβολὸν διδούς. Ὑπόσχου τὰ πάντα κενώσειν, καὶ τότε [καὶ] περὶ ἐκείνων ἐρώτα· ἕως δ' ἂν φειδωλὸς ᾖς, καὶ ὀλίγα ἐκ τῶν ὄντων παρέχῃς, τί μοι προβάλλῃ σκήψεις καὶ προφάσεις; Οὐδὲ γὰρ ἐπὶ τὴν ἄκραν τῆς ἀκτημοσύνης σε ἄγομεν κορυφὴν, ἀλλὰ τέως σε τὰ περιττὰ περικόπτειν