1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

108

γενναίως, καὶ πάντων γέγονεν ἰσχυροτέρα; Ἄκουσον γοῦν πῶς ὁ Χριστὸς αὐτὴν ἀνακηρύττει. Πολλαὶ γὰρ, φησὶν, ἦσαν χῆραι ἐν ταῖς ἡμέραις Ἠλία, καὶ πρὸς οὐδεμίαν ὁ προφήτης ἀπεστέλλετο, ἀλλ' ἢ πρὸς ἐκείνην. Εἴπω τι μέγα καὶ παράδοξον; Αὕτη τοῦ πατρὸς ἡμῶν Ἀβραὰμ πλέον εἰς φιλοξενίαν εἰσήνεγκεν. Οὐ γὰρ εἰς ἀγέλην ἔδραμε, καθάπερ ἐκεῖνος, ἀλλ' ἀπὸ τῆς δρακὸς ἐκείνης παρήλαυνεν ἅπαντας τοὺς ἐπὶ φιλοξενίᾳ βεβοημένους. Ἐκεῖνος μὲν γὰρ ἐνίκα, ὅτι εἰς τοῦτο ἑαυτὸν ἔταξεν· αὕτη δὲ, ὅτι οὐδὲ τῶν παίδων ἐφείσατο διὰ τὸν ξένον, καὶ 61.536 οὐδὲ προσδοκῶσα τὰ μέλλοντα. Ἡμεῖς δὲ, βασιλείας οὔσης, γεέννης ἀπειλουμένης, ὃ πάντων μεῖζον, τοῦ Θεοῦ τοσαῦτα ὑπὲρ ἡμῶν ἐργασαμένου, καὶ τούτοις εὐφραινομένου καὶ χαίροντος, ἀναπεπτώκαμεν. Μὴ, παρακαλῶ· ἀλλὰ σκορπίσωμεν, δῶμεν πένησιν ὡς δοῦναι δεῖ. Τὸ γὰρ πολὺ καὶ τὸ ὀλίγον οὐ τῷ μέτρῳ τῶν διδομένων ὁ Θεὸς ὁρίζει, ἀλλὰ τῇ δυνάμει τῆς οὐσίας τοῦ διδόντος. Πολλάκις γοῦν τοῦ μόνον ἕνα καταθέντος ὀβολὸν ἔλαττον σὺ κατέθηκας, ὁ στατῆρας χρυσοῦ καταβαλὼν ἑκατόν· ἀπὸ γὰρ τοῦ περισσεύματος ἔβαλες. Πλὴν κἂν οὕτω ποίει, καὶ ἥξεις ταχέως καὶ ἐπὶ τὸ δαψιλέστερον. Σκόρπισον χρήματα, ἵνα συναγάγῃς δικαιοσύνην. Οὐδὲ γὰρ θέλει μετὰ τῶν χρημάτων αὐτὴ παραγίνεσθαι, ἀλλὰ δι' αὐτῶν μὲν, οὐ μετ' αὐτῶν δὲ ἡμῖν παρέστη. Οὐ γὰρ ἔστιν ὁμοῦ καὶ χρημάτων ἐπιθυμίαν, καὶ δικαιοσύνην οἰκεῖν· κεχωρισμένας γὰρ ἔχουσι τὰς σκηνάς. Μὴ δὴ φιλονείκει τὰ ἄμικτα συνάγειν, ἀλλὰ ἀπέλασον τὴν τύραννον φιλαργυρίαν, εἰ βούλει τὴν βασιλίδα λαβεῖν. Αὕτη γάρ ἐστιν ἡ βασίλισσα, καὶ ἐλευθέρους ἐκ δούλων ποιοῦσα· οὗ τοὐναντίον ἐκείνη. ∆ιὸ μετὰ πάσης σπουδῆς τὴν μὲν φύγωμεν, τὴν δὲ ἀσπαζώμεθα, ἵνα καὶ τῆς ἐνταῦθα τύχωμεν ἐλευθερίας, καὶ τῆς βασιλείας ἐπιτύχωμεν τῶν οὐρανῶν· ἧς δὴ καὶ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 61.535 ΟΜΙΛΙΑ Κʹ. Ὁ δὲ ἐπιχορηγῶν σπέρμα τῷ σπείροντι, καὶ ἄρτον εἰς βρῶσιν χορηγήσαι, καὶ πληθύναι τὸν σπόρον ὑμῶν, καὶ αὐξήσαι τὰ γεννήματα τῆς δικαιοσύνης ὑμῶν. αʹ. Μάλιστα ἄν τις ἐκ τούτου θαυμάσειε τὴν Παύλου σύνεσιν, ὅτι προτρέψας ἀπὸ τῶν πνευματικῶν, ἀπὸ τῶν σαρκικῶν, καὶ ἐν τῇ ἀντιδόσει πάλιν τὸ αὐτὸ τοῦτο ποιεῖ, ἑκατέρας τιθεὶς τὰς ἀμοιβάς. Τὸ μὲν οὖν, Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα, πνευματικῆς ἐστιν ἀμοιβῆς· τὸ δὲ, Πληθύναι τὸν σπόρον ὑμῶν, σαρκικῆς ἀντιδόσεως. Ἀλλ' ὅμως οὐχ ἵσταται ἐνταῦθα, ἀλλὰ καὶ πάλιν ἐπὶ τὰ πνευματικὰ μεταβαίνει, συνεχῶς παράλληλα αὐτὰ τιθείς· καὶ γὰρ τὸ, Αὐξήσαι τὰ γεννήματα τῆς δικαιοσύνης ὑμῶν, πνευματικόν. Ταῦτα δὲ ποιεῖ καὶ ποικίλλει τὸν λόγον, τὸν ἄνανδρον ἐκεί 61.536 νων καὶ βλακώδη λογισμὸν πρόῤῥιζον ἀνασπῶν, καὶ τῆς πενίας τὸν φόβον ἐκλύων πολλαχόθεν, καὶ ἀπὸ τοῦ παραδείγματος τούτου τοῦ νῦν. Εἰ γὰρ καὶ τοῖς τὴν γῆν σπείρουσι δίδωσιν ὁ Θεὸς, εἰ τοῖς τὸ σῶμα τρέφουσι παρέχει τὴν ἀφθονίαν, πολλῷ μᾶλλον τοῖς τὸν οὐρανὸν γεωργοῦσι, τοῖς τῆς ψυχῆς ἐπιμελουμένοις· καὶ γὰρ ταῦτα βούλεται μᾶλλον προνοίας ἀπολαύειν. Ἀλλὰ συλλογιστικῶς μὲν αὐτὸ οὐ τίθησιν, οὐδὲ οὕτως, ὥσπερ ἔφην, ἐν δὲ εὐχῆς μέρει, ὁμοῦ καὶ τὸν συλλογισμὸν φανερὸν ποιῶν, καὶ μᾶλλον αὐτοὺς εἰς ἐλπίδα ἄγων, οὐκ ἀπὸ τῶν γινομένων μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς εὐχῆς ταύτης· Χορηγήσαι γὰρ, φησὶν, καὶ πληθύναι τὸν σπόρον ὑμῶν, καὶ αὐξήσαι τὰ γεννήματα τῆς δικαιοσύνης ὑμῶν. Πάλιν κἀνταῦθα τὴν δαψίλειαν αἰνίττεται ἀνυπόπτως· τὸ γὰρ, Πληθύναι καὶ αὐξήσαι, τοῦτό ἐστιν ἐνδεικνυμένου· ὁμοῦ δὲ καὶ τῶν ἀναγκαίων πλέον οὐδὲν ἀφίησιν 61.537 ἐπιζητεῖν, Ἄρτον, εἰπὼν, εἰς βρῶσιν. Καὶ γὰρ καὶ τοῦτο αὐτοῦ μάλιστα ἔστι θαυμάσαι, ὃ καὶ ἔμπροσθεν κατεσκεύασεν, ὅτι ἐν μὲν τοῖς ἀναγκαίοις οὐδὲν πλέον τῆς χρείας ἀφίησιν ἐπιζητεῖν, ἐν δὲ τοῖς πνευματικοῖς πολλὴν τὴν περιουσίαν συμβουλεύει ποιεῖσθαι. ∆ιὸ καὶ ἀνωτέρω