1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

109

ἔλεγεν, Ἵνα αὐτάρκειαν ἔχοντες, περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν· καὶ ἐνταῦθα, Ὁ ἐπιχορηγῶν ἄρτον εἰς βρῶσιν, πληθύναι τὸν σπόρον ὑμῶν· τουτέστι, τὸν πνευματικόν. Οὐδὲ γὰρ ἁπλῶς ἐλεημοσύνην αἰτεῖ, ἀλλὰ τὴν μετὰ δαψιλείας. ∆ιὸ καὶ σπόρον αὐτὸ συνεχῶς καλεῖ. Καθάπερ γὰρ ὁ σῖτος καταβαλλόμενος κομῶντα τὰ λήϊα δείκνυσι· οὕτω καὶ ἡ ἐλεημοσύνη πολλὰ τὰ δράγματα τῆς δικαιοσύνης ἐργάζεται, καὶ δείκνυσιν ἄφατα τὰ γεννήματα. Ἐπευξάμενος δὲ αὐτοῖς εὐθηνίαν τοσαύτην, δείκνυσι πάλιν ποῦ ταύτην δαπανᾷν χρὴ, λέγων. Ἵνα ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται δι' ἡμῶν εὐχαριστίαν τῷ Θεῷ. Οὐχ ἵνα εἰς τὰ μὴ δέοντα ἀναλίσκητε, ἀλλ' εἰς ἐκεῖνα, ἃ πολλὴν φέρει τῷ Θεῷ τὴν εὐχαριστίαν. Καὶ γὰρ μεγάλων ἡμᾶς κυρίους ἐποίησεν ὁ Θεός· καὶ τὰ ἐλάττονα ἑαυτῷ ἀφεὶς, ἡμῖν τῶν μειζόνων παρεχώρησε. Τῆς μὲν γὰρ αἰσθητῆς τροφῆς αὐτὸς κύριος, τὴν δὲ νοητὴν ἡμῖν ἐπέτρεψε· καὶ γὰρ ἡμεῖς κύριοι τὰ λήϊα ἡμῶν δεῖξαι κομῶντα. Οὐδὲ γὰρ ὑετῶν δεῖται καὶ ὡρῶν κράσεως, καὶ προαιρέσεως μόνης, καὶ πρὸς αὐτὸν τρέχει τὸν οὐρανόν. Ἁπλότητα δὲ ἐνταῦθα τὴν δαψίλειαν καλεῖ, ἥτις κατεργάζεται δι' ἡμῶν εὐχαριστίαν τῷ Θεῷ. Οὐδὲ γὰρ ἐλεημοσύνη μόνον ἐστὶ τὸ γινόμενον, ἀλλὰ καὶ εὐχαριστίας πολλῆς ὑπόθεσις· μᾶλλον δὲ οὐκ εὐχαριστίας μόνον, ἀλλὰ καὶ ἑτέρων πλειόνων. Καὶ τίθησιν αὐτὰ προϊὼν, ἵνα δείξας πολλὰ ὄντα τὰ κατορθούμενα, ἐντεῦθεν προθυμοτέρους ἐργάσηται. Τίνα οὖν ἐστι τὰ πολλά; Ἄκουσον αὐτοῦ λέγοντος· Ὅτι ἡ διακονία τῆς λειτουργίας ταύτης οὐ μόνον ἐστὶ προσαναπληροῦσα τὰ ὑστερήματα τῶν ἁγίων, ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν εὐχαριστιῶν τῷ Θεῷ· διὰ τῆς δοκιμῆς τῆς διακονίας ταύτης δοξάζοντες τὸν Θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ Εὐαγγέλιον, καὶ ἁπλότητι τῆς κοινωνίας τῆς εἰς αὐτοὺς, καὶ εἰς πάντας, καὶ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν, ἐπιποθούντων ὑμᾶς διὰ τὴν ὑπερβάλλουσαν χάριν τοῦ Θεοῦ ἐφ' ὑμῖν. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Πρῶτον τὰ ὑστερήματα τῶν ἁγίων οὐ μόνον πληροῦτε, ἀλλὰ καὶ περισσεύετε, τουτέστι, καὶ πλέον τῆς χρείας αὐτοῖς παρέχετε· εἶτα δι' αὐτῶν εὐφημίαν ἀναπέμπετε τῷ Θεῷ· δοξάζουσι γὰρ αὐτὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν. Ἵνα γὰρ μὴ δείξῃ αὐτοὺς διὰ τοῦτο εὐχαριστοῦντας μόνον, διὰ τὸ λαβεῖν λέγω, ὅρα πῶς ὑψηλοὺς αὐτοὺς ποιεῖ· ὅπερ αὐτός φησι πρὸς Φιλιππησίους, ὅτι Οὐκ ἐπιζητῶ τὰ δόματα, καὶ τούτοις μαρτυρῶ τὸ αὐτό. Χαίρουσι μὲν γὰρ, ὅτι τὰ ὑστερήματα αὐτῶν ἀναπληροῦτε, καὶ τὴν πτωχείαν αὐτῶν παραμυθεῖσθε· πολλῷ δὲ πλέον, ὅτι οὕτως ὑποτεταγμένοι ἐστὲ τῷ Εὐαγγελίῳ· οὗ σημεῖον τοῦτό ἐστι, τὸ οὕτω δαψιλῶς 61.538 εἰσφέρειν. Τοῦτο γὰρ τὸ Εὐαγγέλιον ἐπιτάττει. Καὶ ἁπλότητι τῆς κοινωνίας τῆς εἰς αὐτοὺς καὶ εἰς πάντας. Καὶ διὰ τοῦτο δοξάζουσι, φησὶ, τὸν Θεὸν, ὅτι οὕτως ἐστὲ φιλότιμοι, οὐκ εἰς ἐκείνους μόνον, ἀλλὰ καὶ εἰς πάντας. Τοῦτο δὲ πάλιν ἐγκώμιον ἐκείνων γίνεται, τὸ καὶ ὑπὲρ τῶν ἑτέροις διδομένων εὐχαριστεῖν. Οὐ γὰρ τὰ ἑαυτῶν κοσμοῦσι μόνον, φησὶν, ἀλλὰ καὶ τὰ ἑτέρων, καίτοι γε ἐν ἐσχάτῃ ὄντες πενίᾳ· ὃ πολλῆς αὐτῶν ἀρετῆς ἐστι σημεῖον. Οὐδὲν γὰρ οὕτω ζηλότυπον, ὡς τὸ τῶν πτωχευομένων γένος. Ἀλλ' ἐκεῖνοι καθαροὶ τούτου τοῦ πάθους εἰσὶ, τοσοῦτον ἀπέχοντες ἀλγεῖν ἐφ' οἷς ἑτέροις μεταδίδοτε, ὅτι καὶ χαίρουσιν οὐχ ἧττον, ἢ ἐφ' οἷς αὐτοὶ λαμβάνουσι. Καὶ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν. Ὑπὲρ μὲν γὰρ τούτων εὐχαριστοῦσι, φησὶ, τῷ Θεῷ· ὑπὲρ δὲ τῆς ὑμετέρας ἀγάπης καὶ τῆς συντυχίας παρακαλοῦσιν αὐτὸν, ἵνα καταξιωθῶσιν ὑμᾶς ἰδεῖν. Ἐπιποθοῦσι γὰρ τοῦτο οὐ διὰ τὰ χρήματα, ἀλλ' ὥστε θεαταὶ γενέσθαι τῆς δεδομένης ὑμῖν χάριτος. βʹ. Εἶδες Παύλου σύνεσιν, πῶς ἐπάρας αὐτοὺς, τὸ πᾶν ἀνέθηκε τῷ Θεῷ, χάριν τὸ πρᾶγμα καλέσας; Ἐπειδὴ γὰρ μεγάλα περὶ αὐτῶν ἐφθέγξατο, λειτουργοὺς αὐτοὺς εἰπὼν, καὶ ἐπάρας εἰς ὕψος· εἴ γε αὐτοὶ μὲν ἐλειτούργουν, αὐτὸς δὲ διηκονεῖτο· καὶ δοκίμους ὀνομάσας, δείκνυσιν ὅτι πάντων τούτων ὁ Θεὸς αἴτιος· καὶ αὐτὸς μετ' ἐκείνων πάλιν εὐχαριστίαν ἀναφέρει λέγων· Χάρις δὲ τῷ Θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ. ∆ωρεὰν δὲ ἐνταῦθα λέγει καὶ τὰ