1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

113

πεποιθήσει, ᾖ λογίζομαι τολμῆσαι, ἐπί τινας. Τοῦτο γὰρ διδασκάλου μάλιστά ἐστι, τὸ μὴ ταχέως ἀμύνασθαι, ἀλλὰ διορθοῦσθαι, καὶ μέλλειν ἀεὶ καὶ βραδύνειν ἐν ταῖς τιμωρίαις. Τίνας δὲ 61.543 τούτους φησὶν, οἷς ἀπειλεῖ; Τοὺς λογιζομένους ἡμᾶς, ὡς κατὰ σάρκα περιπατοῦντας. Ἐκεῖνοι γὰρ αὐτὸν διέβαλλον ὡς ὑποκριτὴν, ὡς πονηρὸν, ὡς ἀλαζόνα. Ἐν σαρκὶ γὰρ περιπατοῦντες, οὐ κατὰ σάρκα στρατευόμεθα. Ἐνταῦθα λοιπὸν καὶ φοβεῖ τῇ τροπῇ· σάρκα μὲν γὰρ περικείμεθα, φησὶν, ὁμολογῶ, οὐ σαρκὶ δὲ ζῶμεν. Μᾶλλον δὲ οὐδὲ τοῦτο εἶπεν, ἀλλὰ τέως αὐτὸ ταμιεύεται· βίου γάρ ἐστιν ἐγκώμιον· περὶ δὲ τοῦ κηρύγματος διαλέγεται, δεικνὺς ὅτι οὐκ ἔστιν ἀνθρώπινον, οὐδὲ τῆς κάτωθεν δεόμενον βοηθείας. ∆ιόπερ οὐκ εἶπεν, Οὐ κατὰ σάρκα ζῶμεν, ἀλλ', Οὐ κατὰ σάρκα στρατευόμεθα· τουτέστι, Πόλεμον ἀνεδεξάμεθα καὶ μάχην, ἀλλ' οὐχὶ σαρκικοῖς πολεμοῦμεν ὅπλοις, οὐ διά τινος ἀνθρωπίνης συμμαχίας. Τὰ γὰρ ὅπλα ἡμῶν οὐ σαρκικά. Ποῖα γὰρ ὅπλα σαρκικά; Πλοῦτος, δόξα, δυναστεία, εὐγλωττία, δεινότης, περιδρομαὶ, κολακεῖαι, ὑποκρίσεις, τὰ ἄλλα τὰ τούτοις ἐοικότα. Ἀλλὰ τὰ ἡμέτερα, οὐ τοιαῦτα, ἀλλὰ ποταπά; ∆υνατὰ τῷ Θεῷ. Καὶ οὐκ εἶπεν, Ἡμεῖς οὐ σαρκικοὶ, ἀλλὰ, Τὰ ὅπλα ἡμῶν. Ὅπερ γὰρ ἔφην, τέως περὶ τοῦ κηρύγματος διαλέγεται, καὶ τὴν δύναμιν πᾶσαν τῷ Θεῷ ἀνατίθησι. Καὶ οὐ λέγει, Πνευματικὰ, καίτοι τοῦτο ἦν τὸ πρὸς ἀντιδιαστολὴν τοῦ σαρκικοῦ, ἀλλὰ ∆υνατὰ, διὰ τούτου κἀκεῖνο αἰνιττόμενος, καὶ δεικνὺς ὅτι τὰ ἐκείνων ἀσθενῆ καὶ ἀδύνατα. Καὶ σκόπει αὐτοῦ τὸ ἄτυφον. Οὐ γὰρ εἶπεν, Ἡμεῖς δυνατοὶ, ἀλλὰ, Τὰ ὅπλα ἡμῶν δυνατὰ τῷ Θεῷ. Οὐχ ἡμεῖς αὐτὰ τοιαῦτα κατεσκευάσαμεν, ἀλλ' αὐτὸς ὁ Θεός. Ἐπειδὴ γὰρ ἐμαστίζοντο, ἠλαύνοντο καὶ μυρία ἔπασχον ἀνήκεστα, ἅπερ ἀσθενείας ἦν· δεικνὺς τοῦ Θεοῦ τὴν ἰσχὺν, φησίν· Ἀλλὰ τῷ Θεῷ δυνατά ἐστι. Τοῦτο γὰρ μάλιστα δείκνυσιν αὐτοῦ τὴν ἰσχὺν, ὅτι διὰ τούτων περιγίνεται. Ὥστε εἰ καὶ ἡμεῖς αὐτὰ περικείμεθα, ἀλλ' αὐτός ἐστιν ὁ δι' αὐτῶν πολεμῶν καὶ ἐνεργῶν. Εἶτα καὶ ἐγκώμιον αὐτῶν διέξεισι μακρὸν λέγων· Πρὸς καθαίρεσιν ὀχυρωμάτων. Καὶ ἵνα μὴ, ἀκούσας ὀχυρώματα, αἰσθητόν τι νομίσῃς, φησί· Λογισμοὺς καθαιροῦντες· διὰ μὲν τῆς τροπῆς τὴν ἔμφασιν δεικνὺς, διὰ δὲ τῆς ἐπαγωγῆς τὸ νοητὸν τοῦ πολέμου παραδηλῶν. Ταῦτα γὰρ τὰ ὀχυρώματα ψυχὰς πολιορκεῖ, οὐ σώματα. Ὥστε ἐκείνων ἰσχυρότερα· διὸ καὶ μειζόνων δεῖται τῶν ὅπλων. Ὀχυρώματα δὲ λέγει τὸν τῦφον τὸν Ἑλληνικὸν, καὶ τῶν σοφισμάτων καὶ τῶν συλλογισμῶν τὴν ἰσχύν. Ἀλλ' ὅμως ἅπαντα ἤλεγξε τὰ ὅπλα, φησὶν, ἱστάμενα κατ' αὐτῶν. Λογισμοὺς γὰρ καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Ἐπέμεινε τῇ τροπῇ, ἵνα πλείονα ποιήσῃ τὴν ἔμφασιν. Κἂν γὰρ ὀχυρώματα ᾖ, φησὶ, κἂν πυργώματα, κἂν ὁτιοῦν ἕτερον, εἴκει καὶ παραχωρεῖ τοῖς ὅπλοις τούτοις. Καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Καίτοι κακέμφατος ἡ τῆς αἰχμαλωσίας προσηγορία· τῆς ἐλευθερίας γάρ ἐστιν ἀναίρεσις. Τίνος οὖν ἕνεκεν αὐτῇ κέχρηται; Καθ' ἕτερον σημαινόμενον. Τὸ γὰρ τῆς αἰχμαλωσίας ὄνομα δύο δηλοῖ, καὶ τὸ ἐκπεσεῖν ἐλευθερίας, καὶ τὸ κατὰ κράτος ἁλῶναι, ὥστε μὴ ἀναστῆναι πάλιν. Κατὰ τοῦτο οὖν τὸ δεύτερον αὐτὴν ἐξελάβετο. Ὥσπερ ὅταν λέγῃ, 61.544 Ἄλλας Ἐκκλησίας ἐσύλησα, οὐ τὸ λάθρα λαβεῖν λέγει, ἀλλὰ τὸ γυμνῶσαι καὶ πάντα λαβεῖν· οὕτω καὶ ἐνταῦθα λέγων, Αἰχμαλωτίζοντες. Οὐ γὰρ ἐκ τοῦ ἴσου ἡ μάχη ἀλλὰ μετὰ πολλῆς εὐκολίας. Οὐκ εἶπεν ἓν καὶ δύο, ἀλλὰ πᾶν· οὐκ εἶπε δὲ, Νικῶμεν καὶ περιγινόμεθα, μόνον, ἀλλὰ καὶ, Αἰχμαλωτίζομεν· ὥσπερ οὖν καὶ ἀνωτέρω οὐκ εἶπε, Προσάγομεν μηχανήματα τοῖς ὀχυρώμασιν, ἀλλὰ, Καθαιροῦμεν αὐτά· καὶ γὰρ πολλὴ τῶν ὅπλων ἡ περιουσία. Οὐ γὰρ λόγοις πολεμοῦμεν, φησὶν, ἀλλ' ἔργοις πρὸς λόγους, οὐκ ἐν σοφίᾳ σαρκικῇ, ἀλλ' ἐν πνεύματι πραότητος καὶ δυνάμεως. Πῶς οὖν ἔμελλον φιλοτιμεῖσθαι, φησὶ, καὶ κομπάζειν διὰ λόγων, καὶ ἀπειλεῖν διὰ ἐπιστολῶν, καθάπερ ἐκεῖνοι διέβαλλον λέγοντες, ὅτι Αἱ ἐπιστολαὶ βαρεῖαι, ὅπου γε οὐκ ἐν τούτοις ἦν ἡμῖν ἰσχύς; γʹ. Εἰπὼν δὲ, Αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ, ἐπειδὴ τὸ τῆς