1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

114

αἰχμαλωσίας ὄνομα βαρὺ, ταχέως τὸν τρόπον ἐντεῦθεν κατέλυσεν εἰπών· Εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ· ἀπὸ δουλείας εἰς ἐλευθερίαν, ἀπὸ θανάτου πρὸς ζωὴν, ἐξ ἀπωλείας πρὸς σωτηρίαν. Οὐ γὰρ ἁπλῶς βαλεῖν ἤλθομεν, ἀλλὰ μεταστῆσαι πρὸς τὴν ἀλήθειαν τοὺς ἐναντιουμένους. Καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοὴν, ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή. Ἐνταῦθα καὶ τούτους ἐφόβησεν, οὐκ ἐκείνους μόνον. Ὑμᾶς γὰρ, φησὶν, ἀναμένομεν, ἵν', ὅταν ὑπὸ τῆς παραινέσεως καὶ τῆς ἀπειλῆς διορθώσωμεν ὑμᾶς καὶ ἐκκαθάρωμεν καὶ ἀποστήσωμεν τῆς ἐκείνων κοινωνίας, τότε ἐκείνων ἀπολειφθέντων μόνων ἀνίατα νοσούντων ἐπαγάγωμεν τὴν τιμωρίαν, ὅταν γνησίως ἴδωμεν ὑμᾶς ἀποστάντας. Ὑπακούετε μὲν γὰρ καὶ νῦν, οὐ τελείως δέ. Καίτοι εἰ νῦν ἐποίησας, μεῖζον ἂν εἰργάσω τὸ κέρδος, φησίν. Οὐδαμῶς· εἰ γὰρ νῦν ἐποίησα, καὶ ὑμᾶς ἂν περιέβαλον τῇ τιμωρίᾳ. Ἀλλ' ἔδει κολάσαι μὲν ἐκείνους, ἡμῶν δὲ φείσασθαι. Ἀλλ' εἰ ἐφεισάμην, χάριτι ἂν ἔδοξα τοῦτο ποιεῖν· νῦν δὲ οὐ τοῦτο βούλομαι, ἀλλὰ πρῶτον κατορθῶσαι ὑμᾶς, καὶ τότε ἐπ' ἐκείνους ἐλθεῖν. Τί τῶν σπλάγχνων ἐκείνων ἡμερώτερον; ὃς ἐπειδὴ τοὺς οἰκείους ἑώρα τοῖς ἀλλοτρίοις ἀναμεμιγμένους, βούλεται μὲν ἐπαγαγεῖν τὴν πληγὴν, φείδεται δὲ, καὶ κατέχει τὴν ἀγανάκτησιν, ἕως ἂν ἐκεῖνοι ἀναχωρήσωσιν, ἵνα τούτους πατάξῃ μόνους· μᾶλλον δὲ, ἵνα μηδὲ τούτους. ∆ιὰ γὰρ τοῦτο ἀπειλεῖ τούτοις, καί φησι μόνους βούλεσθαι ἐκείνους ἀπολαβεῖν, ἵνα καὶ ἐκεῖνοι τῷ φόβῳ διορθωθέντες μεταναστῶσι, καὶ εἰς μηδένα ἀφῇ τὴν ὀργήν. Καθάπερ γὰρ ἰατρὸς ἄριστος καὶ πατὴρ κοινὸς καὶ προστάτης καὶ κηδεμὼν, οὕτω πάντα ἔπραττεν, οὕτω πάντων ἐκήδετο, τὰ κωλύματα ἀναιρῶν, τοὺς λυμαινομένους ἀναστέλλων, πανταχοῦ περιτρέχων. Οὐδὲ γὰρ μαχόμενος οὕτω τὰ πράγματα ἤνυεν, ἀλλ' ὡς ἐπὶ ἑτοίμην καὶ πρόχειρον ἐρχόμενος νίκην, τὰ τρόπαια ἵστη, κατασκάπτων, καθαιρῶν, καταβάλλων τοῦ διαβόλου τὰ ὀχυρώματα καὶ τῶν δαιμόνων τὰ μηχανήματα, καὶ τὴν λείαν μετῆγεν ἅπασαν ἐπὶ τὸ τοῦ Χριστοῦ στρατόπεδον· καὶ οὐδὲ μικρὸν ἀνέπνει, ἀπὸ τούτων ἐπ' ἐκείνους, καὶ πάλιν ἀπ' ἐκείνων ἐφ' ἑτέρους μεταπηδῶν, καθάπερ 61.545 τις στρατηγὸς ἄριστος καθ' ἑκάστην ἡμέραν ἱστῶν τρόπαια, μᾶλλον δὲ καθ' ἑκάστην ὥραν. Ἀπὸ γὰρ χιτωνίσκου μόνου εἰς τὴν παράταξιν εἰσελθὼν, αὐτάνδρους ᾕρει τῶν ἐναντίων τὰς πόλεις, καὶ τόξα καὶ δόρατα καὶ βέλη καὶ πάντα ἡ γλῶττα Παύλου. Καὶ γὰρ ἐφθέγγετο μόνον, καὶ παντὸς πυρὸς σφοδρότερον τοῖς πολεμίοις αἱ ῥήσεις ἐνέπιπτον· καὶ τοὺς μὲν δαίμονας ἤλαυνε, τοὺς δὲ ὑπ' αὐτῶν κατεχομένους ἀνθρώπους πρὸς ἑαυτὸν ἐπανῆγεν. Ὅτε γοῦν τὸν δαίμονα ἐκεῖνον τὸν πονηρὸν ἐξέβαλε, γοήτων ἀνδρῶν μυριάδες πέντε συνελθοῦσαι, τὰ βιβλία τῶν μαγειῶν κατέκαιον, καὶ πρὸς τὴν ἀλήθειαν μεθίσταντο. Καὶ καθάπερ ἐν πολέμῳ, πύργου πεσόντος ἢ τυράννου κατενεχθέντος, οἱ μετ' ἐκείνου πάντες τὰ ὅπλα ῥίψαντες, τῷ στρατηγῷ προστρέχουσιν· οὕτω δὴ καὶ τότε ἐγένετο. Τοῦ γὰρ δαίμονος ἐκβληθέντος, πολιορκηθέντες ἅπαντες, καὶ τὰ βιβλία ῥίψαντες, μᾶλλον δὲ καταλύσαντες, τοῖς Παύλου ποσὶ προσέτρεχον· ὁ δὲ, καθάπερ ἑνὶ στρατοπέδῳ, τῇ οἰκουμένῃ παραταττόμενος, οὐδαμοῦ ἵστατο, ἀλλ' ὥσπερ τις ὑπόπτερος ὢν, πάντα ἐποίει· καὶ νῦν μὲν χωλὸν διώρθου, νῦν δὲ νεκρὸν ἤγειρε, νῦν δὲ ἕτερον ἐπήρου, τὸν μάγον λέγω· καὶ οὐδὲ ἐν δεσμωτηρίῳ κατακλειόμενος ἡσύχαζεν, ἀλλὰ καὶ ἐκεῖ τὸν δεσμοφύλακα μετῆγε πρὸς ἑαυτὸν, τὴν καλὴν ταύτην αἰχμαλωσίαν ἐργαζόμενος. δʹ. Τοῦτον οὖν καὶ ἡμεῖς μιμησώμεθα κατὰ δύναμιν. Καὶ τί λέγω, κατὰ δύναμιν; Ἔξεστι γὰρ καὶ ἐγγὺς ἐκείνου γενέσθαι τῷ βουλομένῳ, καὶ θεωρῆσαι τὴν ἀριστείαν, καὶ μιμήσασθαι τὴν ἀνδρείαν. Ἔτι γὰρ καὶ τοῦτο ποιεῖ, λογισμοὺς καθαιρῶν, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Καίτοι γε πολλοὶ κατατέμνειν αὐτὸν ἐπεχείρησαν αἱρετικοί· ἀλλ' ὅμως κατὰ μέλος ὢν πολλὴν ἐπιδείκνυται τὴν ἰσχύν. Κέχρηται μὲν γὰρ αὐτῷ καὶ Μαρκίων καὶ Μανιχαῖος, ἀλλὰ κατατέμνοντες· ἀλλ' ὅμως καὶ οὕτως ἐλέγχονται ἀπὸ τῶν μελῶν. Καὶ γὰρ καὶ χεὶρ μόνη τοῦ