1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

115

ἀριστέως τούτου παρ' αὐτοῖς οὖσα, κατ' ἄκρας αὐτοὺς ἐλαύνει· καὶ ποῦς μόνος παρ' ἑτέροις διώκει καὶ καταβάλλει, ἵνα μάθῃς δυνάμεως περιουσίαν, καὶ ὅτι καὶ περικοπτόμενος ἀρκεῖ πάντας ἑλεῖν τοὺς ἐναντιουμένους. Καὶ μέντοι τοῦτο, φησὶ, διαστροφῆς, τὸ πάντας αὐτῷ κεχρῆσθαι τοὺς ἀλλήλοις μαχομένους. ∆ιαστροφῆς μὲν οὖν, τῆς Παύλου δὲ μὴ γένοιτο, ἀλλὰ τῆς τῶν χρωμένων. Οὐ γὰρ ποικίλος τις ἦν, ἀλλὰ ἁπλοῦς καὶ σαφής· οὗτοι δὲ πρὸς τὰς οἰκείας διέστρεψαν τὰ ῥήματα ἐννοίας. Καὶ διὰ τί οὕτως ἐῤῥέθη, φησὶν, ὡς δοῦναι λαβὰς τοῖς βουλομένοις; Οὐκ αὐτὸς ἔδωκεν, ἀλλ' ἡ ἐκείνων μανία· οὐκ εἰς δέον γὰρ τούτοις ἐχρήσαντο. Ἐπεὶ καὶ ὁ 61.546 κόσμος οὗτος ὅλος καὶ θαυμαστὸς καὶ μέγας, καὶ τῆς τοῦ Θεοῦ σοφίας τεκμήριον, καὶ Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, καὶ ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν· ἀλλ' ὅμως τούτῳ πολλοὶ προσέπταισαν, καὶ ἀπ' ἐναντίας ἀλλήλοις· καὶ οἱ μὲν οὕτως αὐτὸν ὑπὲρ τὴν ἀξίαν ἐθαύμασαν ὡς αὐτὸν νομίσαι εἶναι Θεόν· οἱ δὲ οὕτως αὐτοῦ τὸ κάλλος ἠγνόησαν, ὡς ἀνάξιον εἶναι φανῆναι τῆς τοῦ Θεοῦ δημιουργίας, καὶ ὕλῃ τινὶ πονηρᾷ τὸ πλέον αὐτοῦ ἀναθεῖναι. Καίτοι γε ἀμφοτέρους ὁ Θεὸς ἠσφαλίσατο, καλὸν μὲν ποιήσας καὶ μέγαν, ἵνα μὴ ἀλλότριος αὐτοῦ τῆς σοφίας εἶναι νομίζοιτο· ἐνδεῆ δὲ καὶ οὐκ αὐτάρκη ἑαυτῷ, ἵνα μὴ Θεὸς ὑποπτεύηται. Ἀλλ' ὅμως οἱ πηρωθέντες ἐξ οἰκείων λογισμῶν, εἰς ἐναντίας ἐξέπεσον ἐννοίας, ἀλλήλους ἐλέγχοντες, καὶ ἀλλήλων γινόμενοι κατήγοροι, καὶ ὑπὲρ τῆς τοῦ Θεοῦ σοφίας ἀπολογούμενοι καὶ αὐτῶν ὧν ἐπλανήθησαν λογισμῶν. Καὶ τί λέγω τὸν ἥλιον καὶ τὸν οὐρανόν; Πρὸ τῶν ὀφθαλμῶν εἶδον θαύματα οἱ Ἰουδαῖοι γινόμενα τοσαῦτα, καὶ μόσχον εὐθέως προσεκύνησαν. Πάλιν ἑώρων δαίμονας τὸν Χριστὸν ἀπελαύνοντα, καὶ δαιμονῶντα αὐτῶν ἐκάλουν. Ἀλλ' οὐ τοῦ ἐκβάλλοντος τοῦτο ἔγκλημα, ἀλλὰ τῆς τῶν πεπηρωμένων διανοίας κατηγορία. Μὴ τοίνυν μηδὲ Παύλου καταγίνωσκε διὰ τὴν τῶν κακῶς χρησαμένων γνώμην, ἀλλὰ μάθε τὸν θησαυρὸν αὐτοῦ καλῶς καὶ τὸν πλοῦτον ἀνάπτυξον, καὶ πρὸς πάντας στήσῃ γενναίως ἀπὸ τῶν ἐκείνου φραττόμενος ὅπλων· οὕτω καὶ Ἕλληνας, καὶ Ἰουδαίους ἐπιστομίσαι δυνήσῃ. Καὶ πῶς, φησὶν, οὐ πιστεύοντας αὐτῷ; Ἀπὸ τῶν γεγενημένων δι' αὐτοῦ, ἀπὸ τῆς κατὰ τὴν οἰκουμένην διορθώσεως. Οὐ γὰρ ἦν ἀνθρωπίνης δυνάμεως τοσαῦτα δυνηθῆναι, ἀλλ' ἡ τοῦ σταυρωθέντος ἰσχὺς ἐμπνέουσα αὐτῷ, τοιοῦτον αὐτὸν εἰργάσατο, καὶ ῥητόρων καὶ φιλοσόφων καὶ τυράννων καὶ βασιλέων καὶ πάντων δυνατώτερον ἀπέφηνεν. Οὗτος οὐχ ὁπλίσασθαι μόνον ἱκανὸς καὶ βαλεῖν τοὺς ἐναντίους, ἀλλὰ καὶ ἑτέρους κατασκευάσαι τοιούτους. Ἵν' οὖν καὶ ἑαυτοῖς καὶ ἑτέροις γινώμεθα χρήσιμοι, συνεχῶς αὐτὸν μεταχειριζώμεθα, ἀντὶ λειμῶνος καὶ παραδείσου τοῖς τούτου γράμμασιν ἐντρυφῶντες. Οὕτω γὰρ δυνησόμεθα καὶ κακίας ἀπαλλαγῆναι, καὶ ἀρετὴν ἑλέσθαι, καὶ τῶν ἐπηγγελμένων τυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΚΒʹ.

Τὰ κατὰ πρόσωπον βλέπετε. Εἴ τις πέποιθεν ἑαυτῷ Χριστοῦ εἶναι, τοῦτο λογιζέσθω πάλιν ἀφ' ἑαυτοῦ, ὅτι καθὼς αὐτὸς Χριστοῦ, οὕτω καὶ ἡμεῖς.

αʹ. Ὃ μάλιστα ἄν τις θαυμάσειε Παύλου μετὰ τῶν ἄλλων, τοῦτό ἐστιν, ὅτι εἰς

ἀνάγκην ἐμπεσὼν μεγάλην τοῦ ἐπᾶραι ἑαυτὸν, ἀμφότερα ἐργάζεται, τοῦτο τε αὐτὸ, καὶ τὸ μὴ δοκεῖν ἐπαχθὴς εἶναι τοῖς πολλοῖς διὰ τὴν περιαυτολογίαν ταύτην· ὃ καὶ ἐν τῇ πρὸς Γαλάτας μάλιστα ἴδοι τις ἄν. Καὶ γὰρ ἐκεῖ ἐμπεσὼν εἰς τοιαύτην ὑπόθεσιν, ἀμφοτέρων ἐπιμελεῖται τούτων· ὅπερ τῶν σφόδρα ἐστὶ δυσκολωτάτων, καὶ πολλῆς