1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

116

δεομένων συνέσεως· καὶ μετριάζει, καὶ περὶ ἑαυτοῦ μέγα τι λέγει. Σκόπει δὲ πῶς καὶ ἐνταῦθα μέγα αὐτὸ ποιεῖται. Τὰ κατὰ πρόσωπον βλέπετε. Ὅρα κἀνταῦθα σύνεσιν. Ἐπιτιμήσας γὰρ τοῖς ἀπατῶσιν αὐτοὺς, οὐ μέχρις ἐκείνων τὸν λόγον ἔστησεν, ἀλλ' ἀπ' ἐκείνων καὶ εἰς τούτους μεταπηδᾷ· καὶ συνεχῶς τοῦτο οὕτω ποιεῖ. Οὐ γὰρ δὴ μόνον τῶν παρακρουομένων, ἀλλὰ καὶ τῶν ἠπατημένων καθάπτεται. Εἰ γὰρ καὶ αὐτοὺς ἀφῆκεν ἀνευθύνους, οὐκ ἂν οὕτως εὐκόλως ἐκ τῶν ἑτέροις εἰρημένων διωρθώθησαν. ἀλλὰ καὶ σφόδρα ἂν ἐπήρθησαν, οὐκ ὄντες ἐγκλήμασιν ὑπεύθυνοι. ∆ιὰ τοῦτο καὶ αὐτῶν καθάπτεται. Καὶ οὐ τοῦτο μόνον αὐτοῦ ἐστι τὸ θαυμαστὸν, ἀλλ' ὅτι καὶ καταλλήλως ἑκατέροις ἐπιτιμᾷ. Ἄκουε γοῦν τί τούτοις φησί· Τὰ κατὰ πρόσωπον βλέπετε. Οὐ μικρὸν τὸ ἔγκλημα, ἀλλὰ καὶ σφόδρα μέγα. Πῶς; Ὅτι εὐεξαπάτητον τὸ τῶν ἀνθρώπων γένος, φησίν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἀπὸ τῶν φαινομένων δοκιμάζετε, ἀπὸ τῶν σαρκικῶν, ἀπὸ τῶν σωματικῶν. Τί ἐστιν, Ἀπὸ τῶν φαινομένων; Εἴ τις πλουτεῖ, εἴ τις φυσᾶται, εἴ τις πολλοὺς περιβέβληται κόλακας, εἴ τις μεγάλα περὶ ἑαυτοῦ λέγει, εἴ τις κενοδοξεῖ, εἴ τις ὑποκρίνεται ἀρετὴν, οὐκ ἔχων ἀρετήν· τοῦτο γάρ ἐστι, Τὰ κατὰ πρόσωπον βλέπετε. Εἴ τις πέποιθεν ἑαυτῷ Χριστοῦ εἶναι, τοῦτο λογιζέσθω πάλιν ἀφ' ἑαυτοῦ, ὅτι καθὼς αὐτὸς Χριστοῦ, οὕτω καὶ ἡμεῖς. Οὐ γὰρ βούλεται ἐκ προοιμίων σφοδρὸς γίνεσθαι, ἀλλὰ κατὰ μικρὸν αὔξεται καὶ κορυφοῦται. Σκόπει δὲ ἐνταῦθα τὴν πολλὴν τραχύτητα, καὶ πολὺ τὸ αἴνιγμα ὄν. Τὸ γὰρ, Ἀφ' ἑαυτοῦ, τοῦτό ἐστιν ἐμφαίνοντος· Μὴ γὰρ ἀναμενέτω, φησὶ, παρ' ἡμῶν μαθεῖν, τουτέστι, διὰ ἐπιτιμήσεως τῆς κατ' αὐτοῦ, ἀλλ' ἄφ' ἑαυτοῦ τοῦτο λογιζέσθω, ὅτι καθὼς αὐτὸς Χριστοῦ, οὕτω καὶ ἡμεῖς· οὐκ ἐπειδὴ οὕτως ἦν τοῦ Χριστοῦ, ὡς ἐκεῖνος, ἀλλ' ὅτι Ὥσπερ ἐκεῖνος Χριστοῦ, οὕτω καὶ ἐγὼ Χριστοῦ. Κατὰ τοῦτο ἡ κοινωνία· οὐ γὰρ δὴ αὐτὸς μὲν Χριστοῦ, ἐγὼ δὲ ἑτέρου τινός. Καὶ θεὶς τοῦτο τὸ ἴσον, προστίθησι καὶ τὴν ὑπεροχὴν, λέγων· Ἐὰν γὰρ καὶ περισσὸν καυχήσωμαι περὶ τῆς ἐξουσίας, ἧς ἔδωκέ μοι ὁ Κύριος εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν, οὐκ αἰσχυνθήσομαι. Ἐπειδὴ γὰρ μέγα τι λέγειν ἔμελλεν, ὅρα πῶς αὐτὸ παραμυθεῖται. 61.548 Οὐδὲν γὰρ οὕτω προσίσταται τοῖς πολλοῖς τῶν ἀκροατῶν, ὡς τὸ ἑαυτόν τινα ἐγκωμιάζειν. ∆ιόπερ ὑποτεμνόμενος τὸ βαρὺ, τοῦτό φησιν· Ἐὰν γὰρ καὶ περισσόν τι καυχήσωμαι. Καὶ οὐκ εἶπεν, ὅτι Εἴ τις πέποιθεν εἶναι Χριστοῦ, λογιζέσθω ὅτι πολὺ ἡμῶν ἀπέχει· ἐγὼ γὰρ ἐξουσίαν ἔχω παρ' αὐτοῦ πολλὴν, ὥστε οὓς ἂν ἐθέλω, κολάζειν καὶ ἀποκτιννύναι· ἀλλὰ τί; Ἐὰν γὰρ καὶ περισσόν τι. Καίτοι ἄφατον εἶχεν, ἀλλ' ὅμως συστέλλει τῷ λόγῳ. Καὶ οὐκ εἶπεν, ὅτι Καυχῶμαι, ἀλλ', Ἐὰν καυχήσωμαι, ἐὰν βουληθῶ· ἅμα καὶ μετριάζων, καὶ τὴν ὑπεροχὴν δεικνύς. Ἐὰν οὖν καυχήσωμαι, φησὶ, περὶ τῆς ἐξουσίας, ἧς ἔδωκέ μοι ὁ Κύριος. Πάλιν τὸ πᾶν αὐτῷ ἀνατίθησι, καὶ κοινὸν ποιεῖ τὸ δῶρον. Εἰς οἰκοδομὴν, καὶ οὐκ εἰς καθαίρεσιν. Εἶδες πῶς πάλιν παραμυθεῖται τὸν φθόνον τὸν ἀπὸ τῶν ἐγκωμίων, καὶ τὸν ἀκροατὴν ἐπισπᾶται, τὴν χρείαν εἰπὼν δι' ἣν ἔλαβε; Καὶ πῶς φησι, Λογισμοὺς καθαιροῦντες; Ὅτι αὐτὸ τοῦτο μάλιστα οἰκοδομῆς εἶδός ἐστι, τὸ τὰ κωλύματα ἀναιρεῖν, καὶ τὰ σαθρὰ διελέγχειν, καὶ τὰ ἀληθῆ συντιθέναι. Ἐν οἰκοδομῇ. Εἰς τοῦτο μὲν οὖν ἐλάβομεν, ἵνα οἰκοδομῶμεν. Ἐὰν δέ τις πυκτεύῃ καὶ πολεμῇ καὶ ἀνίατος ᾖ, καὶ τῇ ἑτέρᾳ χρησόμεθα ἐνεργείᾳ, καθαιροῦντες αὐτὸν καὶ καταβάλλοντες. ∆ιὸ καὶ, Οὐκ αἰσχυνθήσομαι, φησί· τουτέστιν, Οὐ δειχθήσομαι ψευδόμενος, οὐδὲ ἀλαζονευόμενος. Ἵνα δὲ μὴ δόξω, ὡς ἂν ἐκφοβεῖν ὑμᾶς, ὅτι αἱ μὲν ἐπιστολαὶ, φησὶ, βαρεῖαι καὶ ἰσχυραὶ, ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενὴς, καὶ ὁ λόγος ἐξουθενημένος· τοῦτο λογιζέσθω ὁ τοιοῦτος, ὅτι οἷοί ἐσμεν δι' ἐπιστολῶν ἀπόντες, τοιοῦτοι καὶ παρόντες τῷ ἔργῳ. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἠδυνάμην μὲν καυχήσασθαι· ἵνα δὲ μὴ τὰ αὐτὰ πάλιν λέγωσιν, ὅτι κομπάζω ἐπιστέλλων, καὶ εὐκαταφρόνητός εἰμι παρὼν, οὐδὲν μέγα ἐρῶ. Καὶ μὴν ὕστερον ἐφθέγξατο, ἀλλ' οὐ περὶ τῆς δυνάμεως ταύτης δι' ἧς ἦν φοβερὸς, ἀλλὰ περὶ ἀποκαλύψεων, καὶ τὸ πλέον περὶ πειρασμῶν. Ἵν' οὖν μὴ δόξω