1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

118

ἐπεκταθήσεται, εἰς τὰ ὑπερέκεινα εὐαγγελίσασθαι. Προβησόμεθα γὰρ καὶ περαιτέρω, φησὶν, ὥστε κηρῦξαι καὶ καμεῖν, οὐχ ὥστε λόγοις κομπάζειν ὑπὲρ ὧν ἔκαμνον ἕτεροι. Καλῶς δὲ κανόνα ἐκάλεσε καὶ μέτρον, ὡς ἐπὶ κτῆσιν τῆς οἰκουμένης ἐλθὼν καὶ κληρονομίαν ἀρίστην, καὶ δεικνὺς τὸ ἔργον τοῦ Θεοῦ ὅλον. Ἔχοντες οὖν τοιαῦτα ἔργα, φησὶ, καὶ μείζονα προσδοκῶντες, οὐ κομπάζομεν, ὡς ἐκεῖνοι μηδὲν ἔχοντες, οὐδὲ ἑαυτοῖς τι λογιζόμεθα, ἀλλὰ τῷ Θεῷ τὸ πᾶν. ∆ιὸ καὶ ἐπάγει, Ὁ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω. Καὶ τοῦτο, φησὶν, ἐκ τοῦ Θεοῦ ἡμῖν προσγίνεται. Οὐ γὰρ ὁ ἑαυτὸν συνιστῶν, ἐκεῖνός ἐστι δόκιμος, ἀλλ' ὃν ὁ Κύριος συνίστησιν. Οὐκ εἶπεν, Ἡμεῖς ἐσμεν, ἀλλ', Ὃν ὁ Κύριος συνίστησιν. Εἶδες πῶς συνεσταλμένως φθέγγεται; Εἰ δὲ προϊὼν ὑψηλότερα ἀνίστησι, μὴ θαυμάσῃς· καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ Παύλου συνέσεως. Εἰ γὰρ ἔμελλε πανταχοῦ ταπεινὰ φθέγγεσθαι, οὐκ ἂν αὐτοὺς ἔπληξεν οὕτως, οὐδ' ἂν τοὺς μαθητὰς τῆς πλάνης ἀπήλλαξεν. Ἔστι γὰρ καὶ μετριάζοντα ἀκαίρως, βλάψαι, καὶ λέγοντά τι περὶ ἑαυτοῦ θαυμαστὸν εὐκαίρως, ὠφελῆσαι. Ὥσπερ οὖν καὶ αὐτὸς ἐποίησε. Καὶ γὰρ κίνδυνος ἦν οὐ μικρὸς, περὶ Παύλου τι πεισθῆναι φαῦλον τοὺς μαθητὰς, οὐκ ἐπειδὴ Παῦλος ἐζήτει τὴν παρ' ἀνθρώπων δόξαν. Εἰ γὰρ τοῦτο ἐζήτει, οὐκ ἂν τὰ μεγάλα ἐκεῖνα καὶ θαυμαστὰ τὰ πρὸ δεκατεσσάρων ἐτῶν ἂν ἐσίγησε χρόνον τοσοῦτον· οὐδ' ἂν, ἀνάγκης ἐπικειμένης, οὕτως ἀνεδύετο καὶ ὤκνει εἰπεῖν. ∆ῆλον δὲ, ὅτι οὐδ' ἂν τότε εἶπεν, εἰ μὴ σφόδρα κατηναγκάσθη. Οὐκοῦν οὐ τὴν παρὰ ἀνθρώπων δόξαν ἐπιζητῶν, ταῦτα ἔλεγεν, ἀλλὰ τῶν μαθητῶν κηδόμενος. Ἐπειδὴ γὰρ διέβαλλον αὐτὸν ὡς ἀλαζόνα καὶ λόγοις κομπάζοντα, ἔργοις δὲ οὐδὲν δυνάμενον ἐπιδεῖξαι, ἀναγκάζεται λοιπὸν εἰς ἐκείνας τὰς ἀποκαλύψεις ἐλθεῖν. Καίτοι γε δυνάμενος διὰ τῶν ἔργων αὐτοὺς πεῖσαι, ἡνίκα ταῦτα ἔλεγεν, ἀλλ' ὅμως ἔτι τῇ διὰ τῶν λόγων κέχρηται ἀπειλῇ· κενοδοξίας γὰρ μάλιστα καθαρὸς ἦν· καὶ τοῦτο αὐτοῦ δείκνυσιν ἅπας ὁ βίος, καὶ ὁ πρότερος καὶ ὁ μετὰ ταῦτα. ∆ιὰ τοῦτο γοῦν καὶ ἀθρόον μετέστη, καὶ μεταστὰς συνέχεεν Ἰουδαίους, καὶ πᾶσαν ἐκείνην ἔῤῥιψε τὴν παρ' αὐτῶν τιμὴν, καίτοι γε τὸ κεφάλαιον αὐτῶν, καὶ ὁ προστάτης αὐτὸς ἦν. Ἀλλ' οὐδὲν ἐκείνων ἐνενόησεν, ἐπειδὴ τὴν ἀλήθειαν εὗρεν, ἀλλ' ὕβρεις καὶ ἀτιμίας αὐτῶν ἀντηλλάξατο· καὶ γὰρ πρὸς τὴν σωτηρίαν ἑώρα τῶν πολλῶν, τοῦτο πάντα ἡγούμενος. Ὁ γὰρ μήτε γέενναν, μήτε βασιλείαν ἡγούμενός τι εἶναι, μήτε κόσμους μυρίους πρὸς τὸν τοῦ Χριστοῦ πόθον, πῶς ἂν τὴν παρὰ τῶν πολλῶν δόξαν ἐθήρευεν; Οὐδαμῶς· ἀλλὰ καὶ σφόδρα ταπεινός ἐστιν, ὅταν ἐξῇ, καὶ τὸν πρότερον αὐτοῦ στηλιτεύει βίον, ἅτε βλάσφημον καὶ διώκτην καὶ ὑβριστὴν ἀποκαλῶν ἑαυτόν. Καὶ ὁ μα 61.551 θητὴς δὲ αὐτοῦ Λουκᾶς πολλὰ περὶ αὐτοῦ φησι, δηλονότι παρ' αὐτοῦ μαθὼν, ἐκπομπεύοντος αὐτοῦ τῷ προτέρῳ βίῳ οὐχ ἧττον ἢ τῷ μετὰ ταῦτα. γʹ. Ταῦτα δὲ λέγω, οὐχ ἵνα ἀκούωμεν μόνον, ἀλλ' ἵνα καὶ μανθάνωμεν. Εἰ γὰρ ἐκεῖνος τῶν πρὸ τοῦ λουτροῦ πλημμελημάτων ἐμέμνητο, καίτοι πάντων ἀφανισθέντων, τίνα ἂν σχοίημεν συγγνώμην οἱ τῶν μετὰ τὸ λουτρὸν ἀμνημονοῦντες ἡμεῖς; Τί λέγεις, ἄνθρωπε; προσέκρουσας τῷ Θεῷ, καὶ ἐπιλανθάνῃ; ∆ευτέρα αὕτη πρόσκρουσις, δευτέρα ἀπέχθεια. Ποίων οὖν ἁμαρτημάτων αἰτεῖς λύσιν; ὧν οὐδὲ οἶδας αὐτός; Πάνυ γε. Οὐ γὰρ μεριμνᾷς καὶ φροντίζεις πῶς λόγον δώσεις, ὁ μηδὲ μεμνῆσθαι αὐτῶν σπουδάζων, ἀλλὰ παίζων ἐν οὐ παικτοῖς. Ἀλλ' ἔσται καιρὸς, ὅτε οὐκέτι προχωρήσει τὰ τῆς παιδιᾶς ἡμῖν. Καὶ γὰρ δεῖ ἡμᾶς πάντως ἀποθανεῖν (διὰ γὰρ τὴν πολλὴν ἀναισθησίαν τῶν πολλῶν καὶ ὑπὲρ τῶν φανερῶν διαλέγεσθαι δεῖ), καὶ ἀναστῆναι πάντως, καὶ κριθῆναι πάντως, καὶ κολασθῆναι· μᾶλλον δὲ τοῦτο οὐ πάντως, ἐὰν θέλωμεν. Ἐκείνων μὲν γὰρ οὐχ ἡμεῖς κύριοι, οὔτε τῆς τελευτῆς ἡμῶν, οὔτε τῆς ἀναστάσεως, οὔτε τῆς κρίσεως, ἀλλ' ὁ ∆εσπότης ὁ ἡμέτερος· τοῦ μέντοι διδόναι δίκην, ἢ μὴ, ἡμεῖς κύριοι· τοῦτο γὰρ τῶν ἐνδεχομένων ἐστίν. Ἀλλ' ἐὰν θέλωμεν, τῶν ἀδυνάτων αὐτὸ ποιήσομεν, ὡσπεροῦν Παῦλος, ὡς Πέτρος, ὡς οἱ ἅγιοι πάντες· καὶ γὰρ ἐκείνους κολασθῆναι ἀδύνατον. Ἂν τοίνυν