1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

119

ἐθέλωμεν, καὶ ἡμᾶς ὁμοίως ἀδύνατόν τι παθεῖν. Κἂν γὰρ μυρία πεπλημμεληκότες ὦμεν, δυνατὸν ἀνακτήσασθαι, ἕως ἂν ἐνταῦθα ὦμεν. Ἀνακτησώμεθα τοίνυν ἑαυτούς· καὶ ὁ μὲν γέρων ἐννοείτω, ὅτι μικρὸν ὕστερον ἀπελεύσεται, ὅτε ἱκανῶς ἐνετρύφησε τῇ ἡλικίᾳ (καίτοι γε ποία τοῦτο τρυφὴ τὸ ἐν κακίᾳ διάγειν; ἀλλὰ τέως πρὸς τὴν ἐκείνου δόξαν τοῦτό φημι)· ἐννοείτω μετὰ τοῦτο, ὅτι ἔξεστιν αὐτῷ ἐν βραχεῖ χρόνῳ τὸ πᾶν ἀπονίψασθαι. Ὁ νέος πάλιν καὶ αὐτὸς τὸ ἄδηλον λογιζέσθω τῆς τελευτῆς, καὶ ὅτι πολλῶν πολλάκις πρεσβυτέρων μενόντων ἐνταῦθα, οἱ νέοι πρὸ αὐτῶν ἀπηνέχθησαν. Ἵνα γὰρ μὴ πραγματευώμεθα τὴν τελευτὴν ἡμῶν, διὰ τοῦτο ἐν ἀδήλῳ κεῖται. ∆ιὸ καὶ σοφός τις παραινεῖ λέγων, Μὴ ἀνάμενε ἐπιστρέψαι πρὸς Κύριον, καὶ μὴ ἀναβάλλου ἡμέραν ἐξ ἡμέρας· οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα. Ἐκ μὲν γὰρ τοῦ ἀναβάλλεσθαι κίνδυνος καὶ φόβος, ἐκ δὲ τοῦ μὴ ἀναβάλλεσθαι σωτηρία δήλη καὶ ἀσφαλής. Ἔχου τοίνυν τῆς ἀρετῆς. Οὕτω γὰρ, κἂν νέος ἀπέλθῃς, ἀσφαλῶς ἀπῆλθες· κἂν εἰς γῆρας ἔλθῃς, μετὰ πολλῆς ἀπῆλθες τῆς εὐπορίας· καὶ διπλῇ ἑορτὴν διὰ παντὸς ἕξεις τοῦ βίου, κακίας τε ἀπεχόμενος, καὶ ἀρετῆς ἐπειλημμένος. Μὴ λέγε, Ἔσται καιρὸς ὅταν ἐπιστρέψαι δέῃ· ταῦτα γὰρ τὰ ῥήματα σφόδρα παροργίζει τὸν Θεόν. 61.552 Τί δήποτε; Ὅτι αὐτός σοι ἀπείρους αἰῶνας ἐπηγγείλατο, σὺ δὲ οὐδὲ τὴν παροῦσαν ζωὴν ἐθέλεις πονεῖν, τὴν βραχεῖαν ταύτην καὶ πρόσκαιρον, ἀλλ' οὕτως εἶ χαῦνος καὶ ἄνανδρος, ὡς καὶ αὐτῆς ταύτης βραχυτέραν ἐπιζητεῖν. Οὐχ οἱ αὐτοὶ κῶμοι καθ' ἡμέραν; οὐχ αἱ αὐταὶ τράπεζαι; οὐχ αἱ αὐταὶ πόρναι, οὐχὶ τὰ αὐτὰ θέατρα; οὐχὶ τὰ αὐτὰ χρήματα; Μέχρι τίνος ὡς ἐκείνων ὄντων ἐρᾷς; μέχρι τίνος τὴν ἀκόρεστον ἔχεις τῆς κακίας ἐπιθυμίαν; Ἐννόησον ὅτι ὁσάκις ἐπόρνευσας, τοσαυτάκις κατέγνως σαυτοῦ. Καὶ γὰρ τοιοῦτον ἡ ἁμαρτία· ἅμα γέγονε, καὶ τὴν ψῆφον ἤνεγκεν ὁ δικαστής. Ἐμεθύσθης, ἐγαστρίσθης, ἥρπασας; Στῆθι λοιπὸν, ὑπόστρεψον τὴν ἐναντίαν, ὁμολόγησον τῷ Θεῷ χάριν, ὅτι σε οὐκ ἐν μέσοις ἀνήρπασε τοῖς ἁμαρτήμασι· μὴ καὶ ἑτέραν ζήτει προθεσμίαν εἰς τὸ κακῶς ἐργάζεσθαι. Πολλοὶ μεταξὺ πλεονεκτοῦντες ἀνηρπάγησαν, καὶ ἀπῆλθον ἐπὶ φανερὰν δίκην. Φοβήθητι μὴ καὶ σὺ τοῦτο πάθῃς ἀναπολόγητος. Ἀλλὰ πολλοῖς ἔδωκε προθεσμίαν ὁ Θεὸς, καὶ ἐν ἐσχάτῳ γήρᾳ ἐξομολογήσασθαι. Τί οὖν; καὶ σοὶ δώσει; Ἴσως δώσει, φησί. Τί λέγεις ἴσως, καὶ ἐνίοτε, καὶ πολλάκις; ἐννόησον ὅτι περὶ ψυχῆς βουλεύῃ, καὶ τίθει καὶ τὸ ἐναντίον, καὶ λογίζου καὶ λέγε, Τί δὲ, ἐὰν μὴ δῷ; Τί δὲ, ἐὰν δῷ, φησίν; Ἔδωκε μὲν αὐτὸς, πλὴν τοῦτο ἐκείνου ἀσφαλέστερον καὶ κερδαλεώτερον. Ἐὰν μὲν γὰρ ἤδη ἄρξῃ, τὸ πᾶν ἐκέρδανας, ἄν τε λάβῃς, ἄν τε μὴ λάβῃς προθεσμίαν· ἐὰν δὲ ἀεὶ μέλλῃς, δι' αὐτὸ τοῦτο πολλάκις οὐ λήψῃ. Σὺ δὲ εἰς μὲν πόλεμον ἐξιὼν, οὐ λέγεις, Οὐκ ἀνάγκη διαθέσθαι, ἴσως ἐπανήξω· οὐδὲ περὶ γάμου βουλευόμενος λέγεις, Λάβω γυναῖκα πενιχρὰν, πολλοὶ παρὰ δόξαν καὶ οὕτως ἐπλούτησαν· οὐδὲ οἰκίαν οἰκοδομούμενος, Καταβάλω θεμελίους σαθροὺς, πολλαὶ καὶ οὕτως ἔστησαν οἰκίαι· ὑπὲρ δὲ ψυχῆς βουλευόμενος, τοῖς σαθροτέροις ἐγχειρεῖς, τὸ ἴσως καὶ πολλάκις καὶ ἐνίοτε τιθεὶς, καὶ τοῖς ἀδήλοις ἐπιτρέπεις σαυτόν; Οὐ τῷ ἀδήλῳ, φησὶν, ἀλλὰ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ· φιλάνθρωπος γὰρ ὁ Θεός. Οἶδα κἀγώ· ἀλλ' ὁ φιλάνθρωπος οὗτος κἀκείνους οὓς εἶπον ἀνήρπασε. Τί δὲ, ἂν καὶ χρόνον λαβὼν ὅμοιος μένῃς; ὁ γὰρ τοιοῦτος καὶ ἐν γήρᾳ ῥᾴθυμος ἔσται. Οὒ, φησίν· Ὁ γὰρ λογισμὸς οὗτος καὶ μετὰ τὰ ὀγδοήκοντα ἔτη, ἐννενήκοντα ἐπιζητεῖ, καὶ μετὰ τὰ ἐννενήκοντα, ἑκατὸν, καὶ μετὰ τὰ ἑκατὸν, ἀργότερος ἔσται. Καὶ οὕτως ὁ βίος ἅπας ἀναλωθήσεται μάτην, καὶ συμβήσεται τὰ περὶ τῶν Ἰουδαίων εἰρημένα καὶ ἐπὶ σοί· ὅτι Ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι αὐτῶν. Καὶ εἴθε ἐν ματαιότητι μόνον, ἀλλὰ μὴ καὶ ἐπὶ κακῷ. Ὅταν γὰρ ἀπέλθωμεν ἐκεῖ τὸ βαρὺ τῶν ἁμαρτημάτων φορτίον φέροντες (τοῦτο γάρ ἐστιν, ἐπὶ κακῷ), τροφὴν ἀποίσομεν τῷ πυρὶ, καὶ πολλὴν τῷ σκώληκι τράπεζαν. ∆ιὸ δέομαι καὶ ἀντιβολῶ στῆναί 61.553 ποτε γενναίως, καὶ ἀποστῆναι κακίας, ἵνα καὶ τῶν ἐπηγγελμένων τύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας