1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

120

ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου 61.554 ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

61.553 ΟΜΙΛΙΑ ΚΓʹ.

Ὄφελον ἠνείχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ, ἀλλὰ καὶ ἀνέχεσθέ μου. αʹ. Μέλλων ἐμβαίνειν εἰς τοὺς οἰκείους ἐπαίνους, πολλῇ κέχρηται τῇ

προδιορθώσει. Καὶ οὐχ ἅπαξ, οὐδὲ δεύτερον τοῦτο ποιεῖ· καίτοι γε ἱκανὴ ἦν ἡ ἀνάγκη τῆς ὑποθέσεως ἀπολογήσασθαι ὑπὲρ αὐτοῦ, καὶ τὰ πολλάκις εἰρημένα αὐτῷ. Ὁ γὰρ ἁμαρτημάτων μεμνημένος, ὧν ὁ Θεὸς οὐκ ἐμέμνητο, καὶ διὰ τοῦτο λέγων ἀνάξιος εἶναι καὶ τῆς προσηγορίας αὐτῆς τῶν ἀποστόλων, καὶ τοῖς σφόδρα ἀναισθήτοις εὔδηλός ἐστιν οὐ διὰ δόξαν ταῦτα λέγων, ἃ μέλλει νῦν ἐρεῖν. Καὶ γὰρ, εἰ δεῖ τι καὶ θαυμαστὸν εἰπεῖν, εἰς δόξαν αὐτὸν μάλιστα τοῦτο παρέβλαπτε, τὸ περὶ ἑαυτοῦ τι λέγειν· καὶ προσίσταται τοῦτο τοῖς πολλοῖς. Ἀλλ' ὅμως οὐδὲν τούτων ὑπείδετο, ἀλλ' εἰς ἓν εἶδε, τὴν τῶν ἀκουόντων σωτηρίαν. Ὥστε οὖν μηδὲ βλάψαι τούτῳ τοὺς ἀνοήτους, τῷ μεγάλα περὶ ἑαυτοῦ εἰπεῖν, ἐκ περιουσίας κέχρηται ταῖς πολλαῖς ταύταις προδιορθώσεσι, καί φησιν, Εἴθε ἠνείχεσθέ μου μικρά τινα ἀνοηταίνοντος· μᾶλλον δὲ καὶ ἀνέχεσθε. Εἶδες σύνεσιν; Τὸ μὲν γὰρ εἰπεῖν, Εἴθε, κυρίους αὐτοὺς ποιοῦντός ἐστι· τὸ δὲ καὶ ἀποφήνασθαι, σφόδρα θαῤῥοῦντος αὐτῶν ἐστι τῇ ἀγάπῃ, καὶ ἐνδεικνυμένου ὅτι καὶ φιλεῖ καὶ φιλεῖται· μᾶλλον δὲ οὐκ ἀπὸ ἀγάπης ψιλῆς ἁπλῶς, ἀλλ' ἀπό τινος ἔρωτος θερμοῦ καὶ μανικοῦ φησι δεῖν αὐτοὺς ἀνασχέσθαι καὶ ἀνοηταίνοντος. ∆ιὸ καὶ ἐπήγαγε, Ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ. Οὐκ εἶπεν, Ἀγαπῶ γὰρ ὑμᾶς, ἀλλ' ὃ πολλῷ τούτου σφοδρότερον ἦν τίθησι. Ζηλότυποι γάρ εἰσιν αἱ ψυχαὶ αἱ σφόδρα τῶν ἐρωμένων περικαιόμεναι, καὶ οὐκ ἂν ἄλλως τεχθείη ζηλοτυπία, ἀλλ' ἢ ἀπὸ σφοδρᾶς φιλίας. Εἶτα ἵνα μὴ νομίσωσιν, ὅτι δυναστείας ἕνεκεν, ἢ τιμῆς, ἢ χρημάτων, ἢ ἄλλου τινὸς τοιούτου, τῆς φιλίας αὐτῶν ἐφίεται, προσέθηκε, Θεοῦ ζήλῳ. Καὶ γὰρ ὁ Θεὸς λέγεται ζηλοῦν, οὐχ ἵνα πάθος ὑποπτεύσῃ τις· καὶ γὰρ ἀπαθὲς τὸ Θεῖον· ἀλλ' ἵνα μάθωσιν ἅπαντες, ὅτι δι' οὐδὲν ἕτερον, ἀλλ' ἢ δι' αὐτοὺς τοὺς ζηλοτυπουμένους πάντα ποιεῖ· οὐχ ἵνα αὐτός τι κερδάνῃ, ἀλλ' ἵνα ἐκείνους διασώσῃ. Ἐπὶ μὲν γὰρ τῶν ἀνθρώπων οὐχ οὕτως ὁ ζῆλος γίνεται, ἀλλὰ διὰ τὴν οἰκείαν ἀνάπαυσιν· οὐ διὰ τὸ καθυβρίζεσθαι τοὺς ἐρωμένους, ἀλλὰ διὰ τὸ μὴ πλήττεσθαι τοὺς φιλοῦντας, καὶ παρευδοκιμεῖσθαι, καὶ ἔλαττον ἔχειν παρὰ τοῖς ἐρωμένοις. Ἐνταῦθα δὲ οὐχ οὕτως. Οὐ γὰρ τούτου μοι μέλει, φησὶ, μὴ ἔλαττον σχῶ παρ' ὑμῖν, ἀλλὰ μὴ ὑμᾶς ἴδω διαφθαρέντας. Τοιοῦτος γὰρ ὁ τοῦ Θεοῦ ζῆλος, τοιοῦτος καὶ ὁ ἐμὸς, σφοδρὸς ὁμοῦ καὶ καθαρός. Εἶτα καὶ ἡ αἰτία ἀναγκαία· Ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνήν. Οὐκοῦν οὐκ ἐμαυτῷ, ἀλλ' ἐκείνῳ ζηλῶ, ᾧ ἡρμοσάμην. Μνηστείας γάρ ἐστι καιρὸς ὁ παρὼν καιρὸς, ὁ δὲ τῶν παστάδων ἕτερος, ὅταν λέγωσιν, Ἀνέστη ὁ νυμφίος. Ὢ καινῶν πραγμάτων! ἐπὶ τοῦ κόσμου παρθένοι μένουσι πρὸ 61.554 τοῦ γάμου, μετὰ δὲ τὸν γάμον οὐκέτι. Ἐνταῦθα δὲ οὐχ οὕτως· ἀλλὰ κἂν μὴ ὦσι παρθένοι πρὸ τοῦ γάμου τούτου, μετὰ τὸν γάμον παρθένοι γίνονται. Οὕτω πᾶσα ἡ Ἐκκλησία παρθένος ἐστί. Καὶ γὰρ πρὸς πάντας διαλεγόμενος ταῦτά φησι, καὶ τοὺς γεγαμηκότας καὶ τὰς γεγαμημένας. Ἀλλ' ἴδωμεν τί φέρων, ἡμᾶς ἡρμόσατο, ποῖα ἕδνα. Οὐ χρυσὸν, οὐκ ἄργυρον, ἀλλὰ τὴν βασιλείαν τῶν οὐρανῶν· διὸ καὶ ἔλεγεν, Ὑπὲρ Χριστοῦ πρεσβεύομεν· καὶ παρακαλεῖ, ὅτε τὴν νύμφην ἔμελλε λαμβάνειν. Τούτου τύπος ἦν τὰ ἐπὶ τοῦ Ἀβραάμ. Καὶ γὰρ ἐκεῖνος τὸν παῖδα τὸν πιστὸν ἔπεμψε μνηστευσόμενον κόρην ἐθνικήν· καὶ ἐνταῦθα ἔπεμψεν ὁ Θεὸς τοὺς οἰκέτας τοὺς ἑαυτοῦ μνηστευσομένους τῷ παιδὶ τὴν Ἐκκλησίαν, καὶ