1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

121

προφήτας ἄνωθεν ταῦτα λέγοντας· Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου. Εἶδες καὶ τὸν προφήτην ἁρμοζόμενον; εἶδες καὶ τὸν Ἀπόστολον μετὰ πολλῆς τῆς παῤῥησίας τοῦτο τὸ ῥῆμα φθεγγόμενον, καὶ λέγοντα, Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ; Εἶδες πάλιν σύνεσιν; Εἰπὼν γὰρ, ὅτι Ὀφείλετέ μου ἀνέχεσθαι, οὐκ εἶπε, ∆ιδάσκαλος γὰρ ὑμῶν εἰμι, καὶ οὐ, ∆ι' ἐμαυτὸν λέγω· ἀλλ' ὃ μάλιστα τούτοις ἔφερεν ἀξίωμα, τοῦτο τίθησιν, ἑαυτὸν μὲν ἐν χώρᾳ τῆς προμνηστρίας, ἐκείνους δὲ ἐν τάξει τῆς νύμφης στήσας· καὶ ἐπάγει λέγων, Φοβοῦμαι δὲ μή πως, ὡς ὄφις Εὔαν ἠπάτησε διὰ τῆς πανουργίας αὑτοῦ, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς τὸν Χριστόν. Εἰ γὰρ καὶ ἡ ἀπώλεια ὑμετέρα, ἀλλὰ ἡ ἀθυμία κοινή. Καὶ σκόπει τὴν σύνεσιν· οὐ γὰρ αὐτὸ ἀποφαίνεται, καίτοι ἦσαν διεφθαρμένοι· καὶ τοῦτο δηλῶν ἔλεγεν, Ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοὴ, καὶ, Πενθήσω πολλοὺς τῶν προημαρτηκότων· ἀλλ' ὅμως οὐκ ἀφίησιν αὐτοὺς ἀναισχυντῆσαι· διό φησι, Μήποτε. Οὔτε γὰρ καταδικάζει, οὔτε σιγᾷ· οὐδέτερον γὰρ ἀσφαλὲς, οὔτε εἰπεῖν φανερῶς, οὔτε κρύψαι διηνεκῶς. ∆ιὸ τὸ μέσον τίθησι λέγων, Μήποτε. Τοῦτο γὰρ οὐδὲ σφόδρα κατεγνωκότος, οὐδὲ σφόδρα θαῤῥοῦντος, ἀλλ' ἐν τῷ μέσῳ τούτων ἑκατέρων ἑστῶτος. Οὕτω μὲν οὖν παρεμυθήσατο· τῇ δὲ μνήμῃ τῆς ἱστορίας εἰς φόβον ἄφατον ἐνέβαλε, καὶ πάσης ἀποστερεῖ συγγνώμης αὐτούς. Εἰ γὰρ καὶ ὁ ὄφις κακοῦργος, κἀκείνη ἀνόητος, ἀλλ' ὅμως οὐδὲν τούτων ἐξήρπασε τὴν γυναῖκα. βʹ. Ὁρᾶτε οὖν μὴ ταῦτα πάθητε, φησὶ, καὶ οὐδὲν ὑμῶν προστήσεται. Καὶ γὰρ καὶ ἐκεῖνος μείζονα ἐπαγγειλάμενος, οὕτως ἠπάτησεν. Ὅθεν δῆλον ὅτι 61.555 καὶ οὗτοι κομπάζοντες, φυσῶντες αὐτοὺς ἐξηπάτων. Καὶ τοῦτο οὐκ ἐντεῦθεν μόνον ἔστι στοχάσασθαι, ἀλλὰ καὶ ἐξ ὧν μετὰ ταῦτα λέγει, ὅτι Εἰ μὲν ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει, ὃν οὐκ ἐκηρύξαμεν, ἢ πνεῦμα ἕτερον λαμβάνετε, ὃ οὐκ ἐλάβετε, ἢ εὐαγγέλιον ἕτερον, ὃ οὐκ ἐδέξασθε, καλῶς ἠνείχεσθε. Καὶ οὐ λέγει, Μή πως ὡς ὁ Ἀδὰμ ἠπατήθη, ἀλλὰ δείκνυσι γυναῖκας ὄντας τοὺς ταῦτα πάσχοντας· γυναικῶν γὰρ τὸ ἀπατᾶσθαι. Καὶ οὐκ εἶπεν, Οὕτω καὶ ὑμεῖς ἀπατηθῆτε· ἀλλὰ ἔτι μένων τῇ μεταφορᾷ, φησὶ, Μή πως φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς Χριστόν. Ἀπὸ τῆς ἀφελείας, οὐκ ἀπὸ τῆς κακουργίας, λέγω· οὔτε ἐκ κακουργίας οὔτε ἐκ τοῦ μὴ πιστεύειν ὑμῶν, ἀλλ' ἐξ ἀφελείας. Ἀλλ' ὅμως οὐδὲ ἐντεῦθεν συγγνώμης ἄξιοι οἱ ἀπατώμενοι· καὶ ἐδήλωσεν ἡ Εὔα. Εἰ δὲ τοῦτο οὐ συγγνώμης ἄξιον, πολλῷ μᾶλλον, ὅταν διὰ κενοδοξίαν τις τοῦτο πάθῃ. Εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει, ὃν οὐκ ἐκηρύξαμεν. ∆είκνυσιν ἐντεῦθεν οὐχὶ διαφθειρομένους Κορινθίους ἐξ αὑτῶν, ἀλλ' ἑτέρωθεν αὐτοῖς ὄντας τοὺς ἀπατῶντας· διό φησιν, Ὁ ἐρχόμενος. Εἰ πνεῦμα ἕτερον λαμβάνετε, εἰ εὐαγγέλιον ἕτερον, ὃ οὐκ ἐδέξασθε, καλῶς ἠνείχεσθε. Τί λέγεις; ὁ Γαλάταις εἰπὼν, Ἐάν τις εὐαγγελίζηται ὑμᾶς παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω, νῦν λέγεις, Καλῶς ἠνείχεσθε; Καὶ μέντοι διὰ τοῦτο οὐκ ἔδει ἀνέχεσθαι, ἀλλ' ἀποπηδᾷν· εἰ δὲ τὰ αὐτὰ λέγουσι, δεῖ ἀνέχεσθαι. Πῶς οὖν λέγεις, Ἐπειδὴ τὰ αὐτὰ λέγουσιν, οὐ δεῖ ἀνέχεσθαι; εἰ γὰρ ἄλλα ἔλεγον, φησὶν, ἔδει ἀνέχεσθαι; Προσέχωμεν τοίνυν· καὶ γὰρ μέγας ὁ κίνδυνος καὶ βαθὺς ὁ κρημνὸς, ἂν ἁπλῶς αὐτὸ παραδράμωμεν, καὶ πάσαις ταῖς αἱρέσεσι πάροδον δίδωσι τὸ εἰρημένον. Τί οὖν ἐστι τὸ νόημα τῶν ῥημάτων τούτων; Οὕτως ἐκόμπαζον ἐκεῖνοι, ὡς ἀτελῶς τῶν ἀποστόλων διδασκόντων, ὡς αὐτῶν πλεῖόν τι εἰσφέροντες. Εἰκὸς γὰρ αὐτοὺς πολλὰ φλυαροῦντας, φορυτὸν ἐπεισάγειν ἀνόητον τοῖς δόγμασι τούτοις. ∆ιὸ καὶ τοῦ ὄφεως καὶ τῆς Εὔας ἀνεμνήσθη οὕτως ἀπατηθείσης τῇ τοῦ πλείονος προσδοκίᾳ. Τοῦτο καὶ ἐν τῇ προτέρᾳ αἰνιττόμενος ἔλεγεν, Ἤδη ἐπλουτήσατε χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ πάλιν, Ἡμεῖς μωροὶ διὰ Χριστὸν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ. Ἐπεὶ οὖν πολλὰ εἰκὸς αὐτοὺς φλυαρεῖν τῇ ἔξωθεν σοφίᾳ κεχρημένους, τοῦτό φησιν, ὅτι Εἰ μέν τι περιττὸν ἔλεγον οὗτοι, καὶ ἕτερον ἐκήρυττον Χριστὸν, ὃν οὐ