1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

122

κηρυχθῆναι ἔδει, ἡμεῖς δὲ παρελίπομεν, καλῶς ἠνείχεσθε· διὰ γὰρ τοῦτο προσέθηκεν, Ὃν οὐκ ἐκηρύξαμεν. Εἰ δὲ τὰ αὐτὰ κεφάλαια τῆς πίστεως, τί τὸ πλέον; ὅσα γὰρ ἂν εἴπωσιν, οὐδὲν πλέον ἐροῦσιν ὧν ἡμεῖς εἰρήκαμεν. Καὶ ὅρα πῶς αὐτὸ ἀκριβῶς τίθησιν· οὐ γὰρ εἶπεν, Εἰ μὲν ὁ ἐρχόμενος πλεῖόν τι λέγει· ἔλεγον γάρ τι πλέον, μετὰ πλείονος δημηγοροῦντες ἐξουσίας, καὶ πολλοῦ τοῦ κάλλους τῶν ῥημάτων· διόπερ οὐκ εἶπε τοῦτο, ἀλλὰ τί; Ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει· ὅπερ οὐ χρείαν 61.556 εἶχε τῆς διὰ τῶν λόγων κατασκευῆς· Ἢ πνεῦμα ἕτερον λαμβάνετε· οὐδὲ γὰρ ἐνταῦθα λόγων ἦν χρεία· τουτέστι, πλουσιωτέρους ὑμᾶς ποιεῖ κατὰ τὴν χάριν· Ἢ εὐαγγέλιον ἕτερον, ὃ οὐκ ἐδέξασθε· οὐδὲ τοῦτο λόγων ἐδεῖτο πάλιν, Καλῶς ἠνείχεσθε. Σὺ δέ μοι σκόπει πῶς πανταχοῦ τῷ διορισμῷ κέχρηται, τῷ δηλοῦντι ὅτι οὐδὲν περιττὸν, οὐδὲν πλέον τι παρ' αὐτῶν εἰσενήνεκται. Εἰπὼν γὰρ, ὅτι Εἰ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει, ἐπήγαγεν, Ὃν οὐκ ἐκηρύξαμεν καὶ πνεῦμα ἕτερον λαμβάνετε, προσέθηκεν, Ὃ οὐκ ἐλάβετε· ἢ εὐαγγέλιον ἕτερον, ἐπήγαγεν, Ὃ οὐκ ἐδέξασθε· διὰ πάντων δηλῶν, ὅτι οὐχ ἁπλῶς, εἰ πλέον τι λέγουσι, προσέχειν δεῖ, ἀλλὰ εἴ τι πλέον λέγουσιν ὃ λεχθῆναι ἔδει, καὶ παρ' ἡμῶν παρελείφθη. Εἰ δὲ οὐδὲ ἔδει, διὸ οὐδὲ παρ' ἡμῶν εἴρηται, ἵνα τί πρὸς αὐτοὺς κεχήνατε; γʹ. Καίτοι εἰ τὰ αὐτὰ λέγουσι, φησὶ, τίνος ἕνεκεν αὐτοὺς κωλύεις; Ὅτι ὑποκρίσει κεχρημένοι, ἕτερα εἰσάγουσι δόγματα. Ἀλλὰ τοῦτο μὲν τέως οὐ λέγει, ἀλλ' ὕστερον αὐτὸ τίθησιν, ὅταν λέγῃ, Μετασχηματίζονται εἰς ἀποστόλους Χριστοῦ· τέως δὲ ἐκ τῶν ἀνεπαχθεστέρων ἀπάγει τῆς αὐθεντίας αὐτῶν τοὺς μαθητάς· καὶ οὐκ ἐκείνοις βασκαίνων, ἀλλὰ τούτους ἀσφαλιζόμενος. Ἐπεὶ τὸν Ἀπολλὼ διὰ τί οὐ κωλύει, καίτοι ἄνδρα λόγιον ὄντα, καὶ δυνατὸν ἐν ταῖς Γραφαῖς, ἀλλὰ καὶ παρακαλεῖ, καὶ ἐπαγγέλλεται πέμψειν αὐτόν; Ὅτι μετὰ τῆς παιδεύσεως ἐκεῖνος καὶ τὴν τῶν δογμάτων ὀρθότητα διετήρει· οὗτοι δὲ τοὐναντίον. ∆ιόπερ αὐτοῖς πολεμεῖ, καὶ τοῖς μαθηταῖς ἐγκαλεῖ πρὸς αὐτοὺς κεχηνόσι, λέγων, ὅτι Εἰ μέν τι τῶν ὀφειλόντων λεχθῆναι παρελίπομεν ἡμεῖς, ἐπλήρωσαν δὲ ἐκεῖνοι, οὐ κωλύομεν προσέχειν· εἰ δὲ πάντα ἀπήρτισται παρ' ἡμῶν, καὶ οὐδὲν λέλειπται, πόθεν ὑμᾶς εἷλον ἐκεῖνοι; ∆ιὸ καὶ ἐπάγει λέγων, Λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπερλίαν ἀποστόλων· οὐκέτι πρὸς ἐκείνους, ἀλλὰ πρὸς τοὺς περὶ Πέτρον ποιούμενος τὴν σύγκρισιν. Ὥστε εἰ ἐμοῦ τι πλέον ἴσασι, κἀκείνων. Καὶ ὅρα πῶς κἀνταῦθα μετριάζει. Οὐ γὰρ εἶπεν, ὅτι Οὐδέν μου πλέον εἶπαν οἱ ἀπόστολοι· ἀλλὰ πῶς; Λογίζομαι· οὕτω νομίζω, ὅτι οὐδὲν ὑστέρησα τῶν ὑπερλίαν ἀποστόλων. Ἐπειδὴ γὰρ καὶ τοῦτο ἐλάττωμα αὐτοῦ ἐδόκει εἶναι τὸ προλαβόντας ἐκείνους ὄνομα ἔχειν πλέον, καὶ μείζων περὶ ἐκείνους ἦν ἡ δόξα, καὶ ἔμελλον οὗτοι παρεισάγειν ἑαυτοὺς, διὰ τοῦτο πρὸς αὐτοὺς ποιεῖται τὴν σύγκρισιν μετὰ τοῦ προσήκοντος αὐτῷ σχήματος. ∆ιὸ καὶ μετ' ἐγκωμίων αὐτῶν μέμνηται, οὐχ ἁπλῶς τῶν ἀποστόλων εἰπὼν, ἀλλὰ, Τῶν ὑπερλίαν, Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην δηλῶν. Εἰ δὲ καὶἰδιώτης τῷ λόγῳ, ἀλλ' οὐ τῇ γνώσει. Ἐπειδὴ γὰρ τούτῳ ἐκεῖνοι ἐπλεονέκτουν οἱ διαφθείροντες Κορινθίους, τῷ μὴ εἶναι ἰδιῶται, καὶ τοῦτο τίθησι, δεικνὺς ὅτι οὐκ ἐπαισχύνεται τούτῳ, ἀλλὰ καὶ ἐγκαλλωπίζεται. Καὶ οὐκ εἶπεν, Εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλὰ κἀκεῖνοι· τοῦτο γὰρ ἐδόκει διαβάλλοντος εἶναι κἀκείνους, καὶ τούτους ἐπαίροντος· ἀλλ' αὐτὸ καθαιρεῖ τὸ πρᾶγμα τὸ τῆς ἔξω σοφίας. Καὶ ἐν μὲν τῇ προτέρᾳ Ἐπιστολῇ καὶ σφόδρα ἀγωνίζεται περὶ τού 61.557 του λέγων, ὅτι οὐ μόνον οὐδὲν συντελεῖ πρὸς τὸ κήρυγμα τοῦτο, ἀλλὰ καὶ ἐπισκιάζει τῇ δόξῃ τοῦ σταυροῦ· Ἦλθον γὰρ, φησὶν, οὐ καθ' ὑπεροχὴν λόγου ἢ σοφίας πρὸς ὑμᾶς, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ· καὶ ἕτερα πολλὰ τοιαῦτα· ὅτι τῇ γνώσει ἰδιῶται ἦσαν, ἥπερ καὶ ἐσχάτη ἐστὶν ἰδιωτεία. Ὅτε μὲν οὖν ἐν τοῖς μεγάλοις ἔδει συγκρίνειν, τοῖς ἀποστόλοις ἑαυτὸν συγκρίνει· ὅτε δὲ δεῖξαι τὸ δοκοῦν ἐλάττωμα εἶναι, οὐκέτι, ἀλλ' αὐτῷ συμπλέκεται τῷ πράγματι, καὶ δείκνυσι πλεονέκτημα τοῦτο γενόμενον· καὶ ὅτε μὲν οὐδεμία ἀνάγκη