1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

124

ὅμως καὶ ἐν τῇ ὑφέσει τοῦ λόγου, λανθανόντως πάλιν πλήττει· τὸ γὰρ, Παρὼν, σφόδρα ἐμφαντικὸν, καὶ τὸ, Ὑστερηθείς· ἵνα γὰρ μὴ λέγωσι, Τί οὖν, εἰ εἶχες; ἐπήγαγε, Καὶ ὑστερηθεὶς οὐ κατενάρκησα ὑμῶν. Ἐνταῦθα πάλιν μετρίως αὐτοὺς πλήττει, ὡς ὀκνηρῶς τὴν τοιαύτην τιθέντας φορὰν, ὡς βαρυνομένους. Εἶτα καὶ ἡ αἰτία, κατηγορίας μεστὴ καὶ ζηλοτυπίας γέμουσα. ∆ιὸ καὶ τέθεικεν αὐτὴν οὐ προηγουμένως, ἀλλ' ὡς διδάσκων πόθεν καὶ παρὰ τίνων ἐτράφη, ὥστε ἀνυπόπτως διεγείρειν πάλιν εἰς τὸν τῆς ἐλεημοσύνης λόγον. Τὸ γὰρ ὑστέρημά μου, φησὶ, προσανεπλήρωσαν οἱ ἀδελφοὶ ἐλθόντες ἀπὸ Μακεδονίας. Εἶδες πῶς παροξύνει πάλιν, εἰς μέσον ἄγων τοὺς διακονησαμένους; Πρότερον γὰρ εἰς ἐπιθυμίαν αὐτοὺς ἄγων τοῦ μαθεῖν τίνες ἂν εἶεν οὗτοι, ὅτε ἔλεγεν, Ἄλλας Ἐκκλησίας ἐσύλησα, τότε καὶ ὀνομαστὶ αὐτοὺς τίθησιν· ὅπερ καὶ εἰς ἐλεημοσύνην αὐτοὺς προέτρεπε. Τοὺς γὰρ ἡττηθέντας ἐν τῷ μὴ θρέψαι τὸν Ἀπόστολον, πείθει καὶ ἐν τῇ τῶν πενήτων μὴ ἡττηθῆναι βοηθείᾳ. Τοῦτο δὲ καὶ αὐτοῖς Μακεδόσιν ἐπιστέλλων λέγει, ὅτι Ἐν ταῖς χρείαις μου ἐπέμψατέ μοι καὶ ἅπαξ καὶ δὶς, καὶ ἐν ἀρχῇ τοῦ εὐαγγελίου· ὅπερ καὶ ἐγκώμιον μέγιστον αὐτῶν ἦν, ὅτι ἐξ αὐτῶν τῶν προοιμίων ἔλαμψαν. Ἀλλ' ὅρα πανταχοῦ τὴν χρείαν αὐτοῦ τιθέντα, καὶ οὐδαμοῦ περιουσίαν. Τῷ μὲν οὖν εἰπεῖν, ὅτι 61.559 Παρὼν, καὶ, Ὑστερηθεὶς, ἔδειξεν ὅτι παρὰ Κορινθίων ἔδει τραφῆναι· τῷ δὲ εἰπεῖν, ὅτι Τὸ ὑστέρημά μου προσανεπλήρωσαν, δείκνυσιν ὅτι οὐδὲ ᾔτησε. Καὶ αἰτίαν τίθησιν οὐκ οὖσαν. Ποίαν δὴ ταύτην; Τὸ παρ' ἑτέρων λαβεῖν· Τὸ γὰρ ὑστέρημά μου, φησὶ, προσανεπλήρωσαν οἱ ἐλθόντες. ∆ιὰ τοῦτό φησιν, Οὐ κατενάρκησα, οὐ διὰ τὸ μὴ θαῤῥεῖν. Καὶ μὴν διὰ τοῦτο αὐτὸ ποιεῖ, καὶ δείκνυσι διὰ τῶν ἑξῆς· ἀλλ' οὐ λέγει αὐτὸ σαφῶς, ἀλλὰ συσκιάζει, ἀφεὶς τῷ συνειδότι τῶν ἀκροωμένων. Καὶ λανθανόντως αὐτὸ ἐνδείκνυται διὰ τῶν ἑξῆς, λέγων, Καὶ ἐν παντὶ ἀβαρῆ ἐμαυτὸν ἐτήρησα, καὶ τηρήσω. Μὴ γὰρ νομίσητε, φησὶ, ταῦτα λέγειν με, ἵνα λάβω. Τὸ δὲ, Τηρήσω, βαρύτερον, εἰ μηδ' ἔτι αὐτοῖς θαῤῥεῖ, ἀλλὰ καθάπαξ ἀπέγνω τι λαβεῖν παρ' αὐτῶν. ∆είκνυσι δὲ, ὅτι καὶ βάρος ἐνόμιζον εἶναι τοῦτο· διὸ ἔλεγεν, Ἀβαρῆ ἐτήρησα, καὶ τηρήσω. Τοῦτο καὶ ἐν τῇ προτέρᾳ λέγει, Οὐκ ἔγραψα, ἵνα οὕτω γένηται ἐν ἐμοί· καλὸν γάρ μοι ἀποθανεῖν, ἢ τὸ καύχημά μου ἵνα τις κενώσῃ. Καὶ ἐνταῦθα πάλιν, Ἀβαρῆ ὑμῖν ἑαυτὸν ἐτήρησα, καὶ ἔτι τηρήσω. Εἶτα ἵνα μὴ δόξῃ ὑπὲρ τοῦ μᾶλλον ἐπισπάσασθαι αὐτοὺς ταῦτα λέγειν, φησίν· Ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοί. Μὴ νομίσητε, ὅτι διὰ τοῦτο εἶπον, ἵνα λάβω, ἵνα μᾶλλον ἐφελκύσωμαι· Ἔστι γὰρ, φησὶν, ἀλήθεια ἐν ἐμοὶ, ὅτι ἡ καύχησίς μου αὕτη οὐ φραγήσεται ἐν τοῖς κλίμασι τῆς Ἀχαΐας. Ἵνα γὰρ μή τις αὐτὸν νομίσῃ πάλιν ἀλγεῖν ἐπὶ τούτῳ, ἢ ὀργιζόμενον ταῦτα λέγειν, καὶ καύχησιν τὸ πρᾶγμα καλεῖ. Καὶ ἐν τῇ προτέρᾳ δὲ ὁμοίως αὐτὸ κατεσκεύαζεν. Ὥστε γὰρ μηδὲ ἐκεῖ πλῆξαι αὐτοὺς, φησί· Τίς οὖν μοί ἐστιν ὁ μισθός; Ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ. Καὶ ὥσπερ ἐκεῖ μισθὸν, οὕτως ἐνταῦθα καύχημα καλεῖ, ἵνα μὴ σφόδρα αἰσχύνωνται τοῖς λεγομένοις, ὡς αἰτοῦντι μὴ παρέχοντες. Τί γὰρ, ἂν καὶ ὑμεῖς δῶτε, φησίν; ἀλλ' ἐγὼ οὐ δέχομαι. Καὶ τὸ, Οὐ φραγήσεται, ἀπὸ μεταφορᾶς τῶν ποταμῶν, αὐτοῦ φήμης ὡς πανταχοῦ ῥεούσης ὅτι οὐ λαμβάνει. Οὐκ ἐμφράσσετε τῷ δόματι τὴν παῤῥησίαν τὴν ἐμήν. Ἀλλ' οὐκ εἶπεν, Οὐκ ἐμφράσσετε, ὅπερ πληκτικώτερον, ἀλλ', Οὐ φραγήσεται ἐν τοῖς κλίμασι τῆς Ἀχαΐας. Τοῦτο πάλιν καιρίαν διδόντος ἦν, καὶ σφόδρα ἱκανὸν αὐτοὺς καθελεῖν καὶ λυπῆσαι, εἴ γε μόνους αὐτοὺς παρῃτεῖτο. Εἰ γὰρ ἐκαυχᾶτο, πανταχοῦ ἔδει καυχᾶσθαι· εἰ δὲ ἐν ὑμῖν μόνοις, διὰ τὴν ἀσθένειαν ἴσως τὴν ὑμῶν. Ἵν' οὖν μὴ ταῦτα λογιζόμενοι ἀθυμῶσιν, ὅρα πῶς αὐτὸ διορθοῦται· ∆ιὰ τί; ὅτι οὐκ ἀγαπῶ ὑμᾶς; Ὁ Θεὸς οἶδε· ταχέως τὴν λύσιν ἐπαγαγὼν, καὶ εὐαπαλλάκτως. Ἀλλ' ὅμως οὐδὲ οὕτως ἀπήλλαξεν αὐτοὺς τῶν ἐγκλημάτων. Οὐδὲ γὰρ εἶπεν, ὅτι οὐκ Ἐστὲ ἀσθενεῖς, οὐδ' ὅτι [Οὐκ] ἐστὲ ἰσχυροὶ, ἀλλ', Ὅτι ἀγαπῶ ὑμᾶς· ὃ μάλιστα ἐπέτεινεν αὐτῶν τὴν κατηγορίαν. Τοῦ γὰρ μάλιστα φιλεῖν αὐτοὺς ἦν τὸ μὴ λαμβάνειν παρ' αὐτῶν, ἐπειδὴ