1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

126

τὸν ἀδικήσαντα. Ἀλλ' ἡμῖν οὐχ ἡδὺ, ἀλλὰ τὸ μὴ παθεῖν κακῶς. Ἐπαινῶ σφόδρα ὑμᾶς καὶ ἀποδέχομαι, ταῖς ἀλλοτρίαις οὐκ ἐφηδομένους συμφοραῖς, ἀλλὰ τὴν οἰκείαν ζητοῦντας ἀσφάλειαν. Φέρε οὖν καὶ ταύτην ὑμῖν ἐγγυήσομαι. Ἂν γὰρ παρὰ ἀνθρώπων πάσχωμεν κακῶς, ὑποτεμνόμεθα τοῦ χρέους οὐκ ὀλίγον, φέροντες γενναίως τὰ γινόμενα. Οὐκ ἄρα ἀδικούμεθα· λογίζεται γὰρ εἰς τὸ ὄφλημα ἡμῖν τὴν ἐπήρειαν ὁ Θεὸς, οὐ κατὰ τὸν τοῦ δικαίου λόγον, ἀλλὰ κατὰ τὸν τῆς φιλανθρωπίας. ∆ιὰ τοῦτο καὶ ἄνωθεν οὐκ ἤμυνε παθόντι κακῶς. Πόθεν τοῦτο δῆλον, φησίν; Ἔπαθον ὑπὸ τῶν Βαβυλωνίων οἱ Ἰουδαῖοί ποτε κακῶς, καὶ ὁ Θεὸς οὐκ ἐκώλυσεν, ἀλλ' ἀπήγοντο παῖδες καὶ γυναῖκες· ἀλλὰ μετὰ ταῦτα ἡ αἰχμαλωσία αὕτη κατὰ ἀναλογίαν τῶν ἁμαρτημάτων αὐτοῖς γέγονε παραμυθία. ∆ιὰ τοῦτο τῷ Ἡσαΐᾳ φησὶ, Παρακαλεῖτε, παρακαλεῖτε τὸν λαόν μου, ἱερεῖς· λαλήσατε ἐπὶ τὴν καρδίαν Ἱερουσαλὴμ, ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς· καὶ πάλιν, ∆ὸς ἡμῖν εἰρήνην· πάντα γὰρ ἀπέδωκας ἡμῖν. Καὶ ὁ ∆αυΐδ φησιν, Ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου. Καὶ ἡνίκα τὸν Σεμεεὶ καταρώμενον ἔφερε, λέγει, Ἄφες αὐτὸν, ὅπως ἴδῃ Κύριος τὴν ταπείνωσίν μου, καὶ ἀνταποδῷ μοι ἀντὶ τῆς ἡμέρας ταύτης. Ὅταν γὰρ μὴ ἀμύνῃ ἀδικουμένοις, τότε μάλιστα ὠφελούμεθα· λογίζεται γὰρ ἡμῖν εἰς κατόρθωμα, ἂν εὐχαρίστως ἐνέγκωμεν. ʹ. Ὥστε ὅταν ἴδῃς πλούσιον ἁρπάζοντα πένητα, ἀφεὶς τὸν ἐπηρεαζόμενον, δάκρυσον τὸν ἁρπάζοντα. Ὁ μὲν γὰρ ἀποτίθεται ῥύπον, ὁ δὲ προστρίβεται ῥύπον. Οὕτω καὶ ὁ τοῦ Ἑλισσαίου παῖς ἔπαθεν, ἐπὶ τοῦ Νεεμάν· εἰ γὰρ καὶ μὴ ἥρπασεν, ἀλλὰ τὸ ἐν ἀπάτῃ λαβεῖν, ἀδικία. Τί οὖν γέγονεν; ἔλαβε μετὰ τῆς ἀδικίας καὶ τὴν λέπραν· καὶ ὁ μὲν ἀδικηθεὶς, ὠφελεῖτο, ὁ δὲ ἀδικήσας, τὰ μέγιστα βλάπτεται. Τοῦτο καὶ νῦν ἐπὶ τῆς ψυχῆς γίνεται. Καὶ τοσοῦτον τοῦτό ἐστιν, ὅτι τοῦτο μόνον πολλάκις ἵλεων τὸν Θεὸν ἐποίησε· κἂν ὁ πάσχων κακῶς ἀνάξιος ᾖ βοηθείας, 61.562 ὅταν μεθ' ὑπερβολῆς τοῦτο πάθῃ, καὶ εἰς τὴν ἑαυτοῦ συγγνώμην τὸν Θεὸν ἐπισπᾶται, καὶ εἰς τὴν ἄμυναν τοῦ ποιοῦντος ἐντεῦθεν μόνον. ∆ιὸ καὶ τοῖς βαρβάροις ἔλεγεν ὁ Θεὸς ἄνωθεν, Ἐγὼ μὲν παρέδωκα αὐτοὺς εἰς ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά· διὰ τοῦτο τὰ ἀνήκεστα πείσονται. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδὲν τὸν Θεὸν οὕτω παροξῦνον, ὡς τὸ ἁρπάζειν καὶ βιάζεσθαι καὶ πλεονεκτεῖν. Τί δήποτε; Ὅτι σφόδρα εὔκολον ταύτης ἀπέχεσθαι τῆς ἁμαρτίας. Οὐ γάρ ἐστι φυσικὴ ἐνοχλοῦσα ἐπιθυμία, ἀλλὰ ἀπὸ ῥᾳθυμίας γίνεται. Πῶς οὖν ῥίζαν κακῶν αὐτὴν ὁ Ἀπόστολος καλεῖ; Καὶ γὰρ ἐγὼ τοῦτο λέγω· ἀλλὰ παρ' ἡμᾶς ἡ ῥίζα αὕτη, οὐ παρὰ τὴν φύσιν τοῦ πράγματος. Καὶ, εἰ βούλεσθε, ποιησώμεθα σύγκρισιν, καὶ ἴδωμεν ποῖον τυραννικώτερον, χρημάτων ἢ σωμάτων ἐπιθυμία· ὃ γὰρ ἂν εὑρεθείη μεγάλους ἄνδρας καταβεβληκὸς, τοῦτό ἐστι τὸ χαλεπώτερον. Οὐκοῦν ἴδωμεν τίνα μέγαν κατέσχε χρημάτων ἐπιθυμία. Οὐδένα, ἀλλὰ οἰκτροὺς σφόδρα καὶ ἀπεῤῥιμ[μ]ένους, τὸν Γιεζῆ, τὸν Ἀχαὰβ, τὸν Ἰούδαν, τοὺς ἱερεῖς τοὺς Ἰουδαϊκούς· ἐπιθυμία δὲ σωμάτων τοῦ μεγάλου προφήτου περιεγένετο τοῦ ∆αυΐδ. Καὶ ταῦτα λέγω, οὐ συγγνώμην διδοὺς τοῖς ὑπὸ ἐπιθυμίας τοιαύτης ἁλισκομένοις, ἀλλὰ μᾶλλον αὐτοὺς νήφειν παρασκευάζων. Ὅταν γὰρ δείξω μέγα τὸ πάθος, τότε μάλιστα αὐτοὺς δείκνυμι συγγνώμης ἁπάσης ἀπεστερημένους. Εἰ μὲν γὰρ ἠγνόεις τὸ θηρίον, εἶχες εἰς αὐτὸ τοῦτο καταφυγεῖν· νυνὶ δὲ εἰδὼς καὶ ἐμπίπτων, οὐκ ἂν σχοίης ἀπολογίαν τινά. Μετὰ δὲ τοῦτον, τὸν τούτου παῖδα μετὰ πλείονος εἷλεν ὑπερβολῆς· καίτοι σοφώτερος ἐκείνου οὐδεὶς γέγονε, καὶ πᾶσαν δὲ τὴν ἄλλην ἐπῆλθεν ἀρετήν· ἀλλ' ὅμως ὑπὸ τούτου οὕτω σφοδρῶς ἑάλω, ὡς καὶ ἐν τοῖς καιρίοις δέξασθαι τὴν πληγήν. Καὶ ὁ μὲν πατὴρ ἀνέστη, καὶ ἀνεμαχήσατο τὴν πάλην, καὶ πάλιν ἐστεφανώθη· οὗτος δὲ οὐδὲν τοιοῦτον ἐπεδείξατο. ∆ιὰ τοῦτο καὶ Παῦλος ἔλεγε· Κρεῖσσόν ἐστι γαμῆσαι, ἢ πυροῦσθαι· καὶ ὁ Χριστὸς, Ὁ δυνάμενος χωρεῖν, χωρείτω. Περὶ δὲ χρημάτων οὐχ οὕτως, ἀλλ', Ὃς ἀφῆκε τὰ ὑπάρχοντα αὑτοῦ, ἑκατονταπλασίονα λήψεται. Πῶς οὖν, φησὶ, περὶ τῶν πλουτούντων εἶπεν, ὅτι