1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

127

δυσκόλως ἐπιτεύξονται τῆς βασιλείας; Πάλιν τὴν βλακείαν αὐτῶν αἰνιττόμενος, οὐ τὴν τυραννίδα τῶν χρημάτων, ἀλλὰ τὴν σφοδρὰν αὐτῶν δουλείαν. Καὶ τοῦτο καὶ ἐξ ὧν ὁ Παῦλος συνεβούλευσε δῆλον. Ἐκείνης μὲν γὰρ ἀπάγει τῆς ἐπιθυμίας λέγων, Οἱ δὲ βουλόμενοι πλουτεῖν, ἐμπίπτουσιν εἰς πειρασμόν· ἐπὶ δὲ ταύτης οὐκέτι, ἀλλὰ πρὸς καιρὸν μόνον διαλύσας, καὶ τοῦτο συμφώνως, πάλιν ἐπὶ τὸ συνέρχεσθαι συμβουλεύει. ∆έδοικε γὰρ τὰ κύματα τῆς ἐπιθυμίας, μήποτε ναυάγιον ἐργάσηται χαλεπόν. Τοῦτο καὶ ὀργῆς εὐτονώτερον πάθος· ὀργίζεσθαι μὲν γὰρ οὐκ ἔνι, μηδενὸς ὄντος τοῦ παροξύνοντος· ἐπιθυμεῖν δὲ ἀνάγκη, καὶ τῆς ὄψεως τῆς εἰς τοῦτο κινούσης μὴ φαινομένης. ∆ιὸ ταύτην μὲν οὐκ ἐξέκοψε 61.563 καθάπαξ, ἀλλὰ τὸ, Εἰκῆ, προσέθηκεν· οὔτ' αὐτὴν ἐπιθυμίαν ἀνεῖλεν, ἀλλὰ τὴν ἄδικον· ∆ιὰ γὰρ τὰς ἐπιθυμίας, φησὶν, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω. Θησαυρίζειν δὲ οὔτε εἰκῆ, οὔτε μὴ εἰκῆ συνεχώρησε. Ταῦτα μὲν γὰρ τὰ πάθη χρείας ἕνεκεν ἡμῖν ἐνεφυτεύθη· ὑπὲρ μὲν παιδοποιίας ἐπιθυμία, ὑπὲρ δὲ βοηθείας τῶν ἀδικουμένων ὀργή· ἐπιθυμία δὲ χρημάτων οὐδαμῶς. Οὐκοῦν οὐδέ ἐστι φυσικὸν τὸ πάθος. Ὥστε ὅταν ὑπὸ τούτου ἁλῷς, τοσούτῳ μᾶλλον τὰ αἴσχιστα πείσῃ. ∆ιὰ δὴ τοῦτο καὶ δεύτερον ἐπιτρέπων γάμον ὁ Παῦλος, ἐπὶ χρημάτων πολλὴν ἀπαιτεῖ τὴν ἀκρίβειαν, λέγων, ∆ιὰ τί οὐ μᾶλλον ἀδικεῖσθε; διὰ τί οὐ μᾶλλον ἀποστερεῖσθε; Καὶ περὶ μὲν παρθενίας διαλεγόμενος, φησίν· Ἐπιταγὴν Κυρίου οὐκ ἔχω· καὶ, Πρὸς τὸ συμφέρον ὑμῖν λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω· ὅταν δὲ περὶ χρημάτων ὁ λόγος αὐτῷ, Ἔχοντες, φησὶ, σκεπάσματα καὶ τροφὴν, τούτοις ἀρκεσθησόμεθα. Πῶς οὖν, φησὶ, τούτῳ μᾶλλον ἁλίσκονται πολλοί; Ὅτι οὐχ οὕτως εἰσὶ πρὸς αὐτὸ παραταττόμενοι, ὡς πρὸς ἀσέλγειαν καὶ πορνείαν· ὡς εἴ γε ὁμοίως ἐδόκει εἶναι δεινὸν, οὐκ ἂν ταχέως ἑάλωσαν. Οὕτω καὶ αἱ ἄθλιαι παρθένοι ἐκεῖναι 61.564 τοῦ νυμφῶνος ἐξεβλήθησαν, ἐπειδὴ τὸν μείζονα ἀνταγωνιστὴν καταβαλοῦσαι, ὑπὸ τοῦ ἀσθενεστέρου καὶ μηδὲν ὄντος ἐβλήθησαν. Μετὰ τούτου κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι εἴ τις ἐπιθυμίας κρατῶν, ὑπὸ χρημάτων νικᾶται, οὐδὲ ἐπιθυμίας πολλάκις κρατεῖ, ἀλλὰ ἀπὸ φύσεως ἔλαχε τὸ μὴ σφόδρα ἐνοχλεῖσθαι ἐντεῦθεν· οὐ γὰρ πάντες ὁμοίως εἰσὶ κατωφερεῖς. Ταῦτ' οὖν εἰδότες, καὶ τὸ ὑπόδειγμα τῶν παρθένων συνεχῶς παρ' ἑαυτοῖς στρέφοντες, φεύγωμεν τὸ πονηρὸν τοῦτο θηρίον. Εἰ γὰρ παρθενία οὐδὲν ὤνησεν, ἀλλ' ἀπώλοντο μετὰ μυρίους πόνους καὶ ἱδρῶτας ἐκεῖναι διὰ τὴν φιλαργυρίαν· τίς ἡμᾶς ἐξαιρήσεται, εἰ τούτῳ περιπέσοιμεν τῷ πάθει; ∆ιὸ παρακαλῶ πάντα ποιεῖν μήτε ἁλῶναι, μήτε ἁλόντας ἐναπομεῖναι, ἀλλὰ καὶ διαῤῥῆξαι τὰ χαλεπὰ ταῦτα δεσμά. Οὕτω γὰρ δυνησόμεθα πρὸς τὸν οὐρανὸν στῆναι, καὶ τῶν μυρίων ἐπιτυχεῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Κ∆ʹ.

Οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ.

αʹ. Τί λέγεις; οἱ Χριστὸν κηρύττοντες, οἱ χρήματα μὴ λαμβάνοντες, οἱ

Εὐαγγέλιον ἕτερον μὴ ἐπεισάγοντες, ψευδαπόστολοι; Ναὶ, φησί· καὶ δι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα, ὅτι ταῦτα ὑποκρίνονται πάντα, ἵνα ἀπατήσωσιν. Ἐργάται δόλιοι. Ἐργάζονται μὲν γὰρ, ἀλλ' ἀνασπῶσι τὰ πεφυτευμένα. Ἐπειδὴ γὰρ ἴσασιν, ὅτι ἑτέρως οὐκ ἂν γένοιντο εὐπαράδεκτοι, τὸ προσωπεῖον λαβόντες τῆς ἀληθείας, οὕτω τὸ δρᾶμα τῆς πλάνης ὑποκρίνονται. Καὶ μέντοι χρήματα, φησὶν, οὐ λαμβάνουσιν. Ἵνα πλείονα λάβωσιν, ἵνα ψυχὴν ἀπολέσωσι. Μᾶλλον δὲ καὶ τοῦτο ψεῦδος· καὶ