1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

128

ἐλάμβανον, ἀλλ' ἐλάνθανον· καὶ τοῦτο δείκνυσιν ἐν τοῖς ἐπιοῦσι. Καὶ ἤδη μὲν γὰρ ᾐνίξατο αὐτὸ εἰπὼν, Ἵνα ἐν ᾧ καυχῶνται εὑρεθῶσιν ὡς καὶ ἡμεῖς· πλὴν ἀλλ' ὕστερον αὐτὸ σαφέστερον ᾐνίξατο εἰπὼν, ὅτι Εἴ τις ὑμᾶς κατεσθίει, εἴ τις λαμβάνει, εἴ τις ἐπαίρεται, τούτου ἀνέχεσθε. Νῦν δὲ ἑτέρωθεν αὐτοὺς διαβάλλει λέγων, Μετασχηματιζόμενοι. Σχῆμα μόνον αὐτοῖς, ἡ δορὰ τοῦ προβάτου ἐπίκειται. Καὶ οὐδὲν θαυμαστόν. Εἰ γὰρ αὐτὸς ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτὸς, τί μέγα, εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης; Ὥστε εἰ δεῖ θαυμάζειν, τοῦτο δεῖ θαυμάζειν, τὸ δὲ τούτων, οὐκέτι. Ὅταν γὰρ ὁ διδάσκαλος αὐτῶν πάντα τολμᾷ, οὐδὲν θαυμαστὸν καὶ τοὺς μαθητὰς ἕπεσθαι. Τί δέ ἐστιν, Ἄγγελον φωτός; Τὸν παῤῥησίαν ἔχοντα λέγειν, τὸν τῷ Θεῷ παρεστῶτα. Εἰσὶ γὰρ καὶ ἄγγελοι σκότους οὗτοι οἱ τοῦ διαβόλου, 61.564 οἱ σκοτεινοὶ καὶ ἄγριοι. Καὶ πολλοὺς ὁ διάβολος οὕτως ἠπάτησε, μετασχηματιζόμενος, οὐ γινόμενος ἄγγελος φωτός. Οὕτω καὶ οὗτοι σχῆμα ἀποστόλου περιφέρουσιν, οὐκ αὐτὴν τὴν δύναμιν· οὐδὲ γὰρ ἰσχύουσιν. Οὐδὲν δὲ οὕτω διαβολικὸν, ὡς τὸ πρὸς ἐπίδειξίν τι ποιεῖν. Τί δέ ἐστι, ∆ιάκονοι δικαιοσύνης; Ὅπερ ἡμεῖς ἐσμεν, Εὐαγγέλιον κηρύσσοντες ὑμῖν δικαιοσύνην ἔχον. Ἢ γὰρ τοῦτό φησιν, ἢ ὅτι δικαίων ἀνδρῶν ἑαυτοῖς περιτιθέασι δόξαν. Πῶς οὖν αὐτοὺς ἐπιγνωσόμεθα; Ἀπὸ τῶν ἔργων αὐτῶν, καθὼς ὁ Χριστὸς εἶπε. ∆ιὸ ἀναγκάζεται τὰ ἑαυτοῦ θεῖναι κατορθώματα καὶ τὴν ἐκείνων κακίαν παράλληλα, ἵνα ἀπὸ τῆς συγκρίσεως φανῶσιν οἱ νόθοι. Καὶ μέλλων πάλιν ἐμβαίνειν εἰς τὰ ἐγκώμια τὰ ἑαυτοῦ, κατηγορεῖ πρῶτον ἐκείνων, ἵνα δείξῃ ἀναγκαίαν οὖσαν αὐτοῦ τὴν ὑπόθεσιν, ἵνα μή τις ἐγκαλέσῃ ὡς περὶ ἑαυτοῦ λέγοντι, καί φησι, Πάλιν λέγω. Καὶ γὰρ ἤδη πολλῇ προδιορθώσει ἐχρήσατο· Ἀλλ' ὅμως οὐκ ἀρκοῦμαι τοῖς εἰρημένοις, ἀλλὰ καὶ πάλιν λέγω, μή τίς με δόξῃ ἄφρονα εἶναι. Τοῦτο γὰρ ἐκείνων ἦν ἔργον, τὸ, αἰτίας μὴ οὔσης, καυχᾶσθαι. Σὺ δέ μοι σκόπει ὅτι, ὁσάκις ἐμβαίνειν μέλλει εἰς τοὺς οἰκείους ἐπαίνους, προανακρούεται. Τὸ μὲν γὰρ πρᾶγμα ἀφροσύνης ἐστὶ, φησὶ, τὸ καυχᾶσθαι· ἐγὼ δὲ οὐχ ὡς ἀνοηταίνων αὐτὸ ποιῶ, ἀλλὰ ἀναγκαζόμενος. Εἰ δὲ οὐ πείθεσθε, ἀλλὰ καὶ ἀνάγκην οὖσαν ὁρῶντες, καταγνώσεσθε, οὐδὲ οὕτω παραιτήσομαι. Εἶδες πῶς ἔδειξε πολλὴν οὖσαν τὴν ἀνάγκην τοῦ λέγειν; Ὁ γὰρ μηδὲ ταύτην 61.565 ὑποστελλόμενος τὴν ὑποψίαν, ἐννόησον ὅσην βίαν ὑπέμεινεν εἰς τὸ λέγειν, καὶ πῶς ὤδινε καὶ ἐβιάζετο εἰπεῖν. Ἀλλ' ὅμως καὶ οὕτω μετρίως τῷ πράγματι κέχρηται. Οὐ γὰρ εἶπεν, Ἵνα καυχήσωμαι. Καὶ μικρὸν μέλλων καυχᾶσθαι, πάλιν καὶ ἑτέρᾳ κέχρηται παραιτήσει, λέγων, Ὃ λαλῶ, οὐ κατὰ Κύριον λαλῶ, ἀλλ' ὡς ἐν ἀφροσύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως. Ὁρᾷς πῶς τὸ καυχᾶσθαι οὐκ ἔστι κατὰ Κύριον; Ὅταν γὰρ πάντα ποιήσητε, φησὶ, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν. Ἀλλ' αὐτὸ μὲν καθ' ἑαυτὸ οὐκ ἔστι κατὰ Κύριον· ἀπὸ δὲ τῆς διανοίας τοῦτο γίνεται. ∆ιὰ τοῦτο εἶπεν, Ὃ λαλῶ· οὐ τὴν αἰτίαν διαβάλλων, ἀλλὰ τὰ ῥήματα. Ἐπεὶ ὁ σκοπὸς οὕτω θαυμαστὸς, ὡς καὶ τὰ ῥήματα σεμνύνειν. Ὥσπερ γὰρ ὁ φονεὺς τῶν σφόδρα κεκωλυμένων ὢν, ἀπὸ διανοίας πολλάκις ηὐδοκίμησε, καὶ τὸ περιτέμνεσθαι οὐκ ὂν κατὰ Κύριον, ἀπὸ τῆς διανοίας τοῦτο γέγονεν· οὕτω καὶ τὸ καυχᾶσθαι. Καὶ τί δήποτε οὐ κέχρηται ἀκριβολογίᾳ τοσαύτῃ; Ὅτι πρὸς ἕτερον ἐπείγεται, καὶ ἐκ περιουσίας καὶ τοῖς ἐπιλαμβάνεσθαι βουλομένοις χαρίζεται μόνον, ἵνα εἴπῃ τὰ ὠφελοῦντα· καὶ γὰρ ἱκανὰ ἦν πᾶσαν ἀνελεῖν τὴν ὑποψίαν λεχθέντα. Ἀλλ' ὡς ἐν ἀφροσύνῃ. Πρότερόν φησιν, Ὄφελον ἠνείχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ· νυνὶ δὲ, Ὡς ἐν ἀφροσύνῃ. Ὅσῳ γὰρ πρόεισι, τοσούτῳ μᾶλλον ἐκκαθαίρει τὸν λόγον. Εἶτα, ἵνα μὴ νομίσῃς πανταχοῦ ἀνοηταίνειν αὐτὸν, προσέθηκεν, Ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως. Κατὰ τοῦτο τὸ μέρος, φησίν· ὥσπερ καὶ ἀλλαχοῦ ἔλεγεν, Ἵνα μὴ καταισχυνθῶμεν· καὶ προσετίθει, Ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως. Καὶ ἀλλαχοῦ πάλιν εἰπὼν, Ἢ ἃ βουλεύομαι κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρ' ἐμοὶ τὸ, Ναὶ, ναὶ, καὶ τὸ, Οὒ, οὔ; καὶ δείξας, ὅτι οὐ