1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

129

δύναται πανταχοῦ ἅπερ ἐπαγγέλλεται καὶ πληροῦν, ἐπειδὴ οὐ κατὰ σάρκα βουλεύεται, ἵνα μὴ τὴν ὑπόνοιαν ταύτην καὶ ἐπὶ τοῦ δόγματος ἑλκύσωσί τινες, φησί· Πιστὸς δὲ ὁ Θεὸς, ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο Ναὶ καὶ Οὔ. βʹ. Καὶ ὅρα πόσα ἔμπροσθεν εἰπὼν, πάλιν καὶ ἑτέρας τίθησιν ἀπολογίας, προστιθεὶς οὕτω, καὶ λέγων, Ἐπεὶ πολλοὶ καυχῶνται κατὰ σάρκα, κἀγὼ καυχήσομαι. Τί ἐστι, Κατὰ σάρκα; Ἀπὸ τῶν ἔξωθεν, ἀπὸ εὐγενείας, ἀπὸ πλούτου, ἀπὸ σοφίας, ἀπὸ τοῦ περιτομὴν ἔχειν καὶ προγόνους Ἑβραίους, ἀπὸ τῆς τῶν πολλῶν δόξης. Καὶ θέα σύνεσιν· ἐκεῖνα τίθησιν ἅπερ οὐδένα δείκνυσιν, καὶ τότε καὶ ἀφροσύνην. Εἰ γὰρ τὸ ἐπὶ τοῖς ὄντως ἀγαθοῖς καυχᾶσθαι ἀφροσύνη, πολλῷ μᾶλλον ἐπὶ τοῖς μηδὲν οὖσι. Καὶ τοῦτό ἐστιν ὅπερ, Οὐ κατὰ Κύριον, καλεῖ. Οὐ γὰρ ὄφελος Ἑβραῖον εἶναι, καὶ ὅσα τοιαῦτα. Μὴ τοίνυν νομίσητε, ὅτι ὡς ἀρετὴν αὐτὰ τίθημι· ἀλλ' ἐπειδὴ ἐκεῖνοι καυχῶνται, ἀναγκάζομαι κἀγὼ ἐντεῦθεν τὴν σύγκρισιν ποιήσασθαι· ὅπερ καὶ ἀλλαχοῦ ποιεῖ λέγων, Εἴ τις δοκεῖ πεποιθέναι ἐν σαρκὶ, ἐγὼ μᾶλλον. Καὶ ἐκεῖ, διὰ τοὺς πεποιθότας ἐπὶ τούτῳ. Ὥσπερ ἂν εἴ τις γένους λαμπροῦ ὢν, καὶ φιλόσοφον ἑλόμενος βίον, ἴδοι μέγα φρονοῦντας ἑτέρους ἐπὶ εὐγενείᾳ, καὶ 61.566 βουλόμενος καθελεῖν αὐτῶν τὸ φύσημα, ἀναγκασθείη τὴν οἰκείαν περιφάνειαν εἰπεῖν, οὐχὶ καλλωπιζόμενος, ἀλλὰ ἐκείνους ταπεινῶν. Τοῦτο δὴ καὶ ὁ Παῦλος ποιεῖ. Εἶτα ἀποστὰς ἐκείνων, ἐπὶ Κορινθίους ὁλόκληρον τὴν αἰτίαν κενοῖ λέγων· Ἡδέως ἀνέχεσθε τῶν ἀφρόνων. Ὥστε ὑμεῖς αἴτιοι τούτων, καὶ μᾶλλον ἢ ἐκεῖνοι. Εἰ γὰρ μὴ ὑμεῖς αὐτῶν ἠνείχεσθε, καὶ παρεβλάπτεσθε τό γε ἐκείνων μέρος, οὐδὲν ἐφθεγξάμην· ἀλλὰ τῆς ὑμετέρας κήδομαι σωτηρίας, καὶ συγκαταβαίνω. Καὶ ὅρα πῶς καὶ τὴν ἐπιτίμησιν μετ' ἐγκωμίου τίθησιν. Εἰπὼν γὰρ, Ἡδέως ἀνέχεσθε τῶν ἀφρόνων, ἐπήγαγε, Φρόνιμοι ὄντες. Ἀφροσύνης γὰρ τὸ καυχᾶσθαι καὶ ἐπὶ τοιούτοις. Καίτοι ἐχρῆν ἐπιτιμῆσαι, καὶ εἰπεῖν, Μὴ ἀνέχεσθε τῶν ἀνοήτων· ἀλλὰ μετὰ πλείονος αὐτὸ ποιεῖ περιουσίας. Ἐκείνως μὲν γὰρ ἔδοξεν ἂν ὡς ἀπεστερημένος αὐτῶν ἐπιτιμᾷν· νυνὶ δὲ δείξας ἑαυτὸν καὶ ἐν τούτοις κρατοῦντα, καὶ οὐδὲν εἶναι ταῦτα νομίζοντα, μειζόνως αὐτοὺς διορθοῦται. Τέως δὲ πρὶν ἢ εἰς τὰ ἐγκώμια ἐμβάλλειν καὶ τὴν σύγκρισιν, καὶ τὴν πολλὴν Κορινθίων δουλοπρέπειαν ὀνειδίζει αὐτοῖς, ὅτι μεθ' ὑπερβολῆς αὐτοῖς καθυπεκλίνοντο. Καὶ σκόπει πῶς κωμῳδεῖ. Ἀνέχεσθε γὰρ, φησὶν, εἴ τις ὑμᾶς κατεσθίει. Πῶς οὖν ἔλεγες, Ἵνα ἐν ᾧ καυχῶνται εὑρεθῶσι καθὼς καὶ ἡμεῖς; Ὁρᾷς ὅτι δείκνυσιν αὐτοὺς λαμβάνοντας, καὶ οὐχ ἁπλῶς λαμβάνοντας, ἀλλὰ καὶ μεθ' ὑπερβολῆς; τὸ γὰρ κατεσθίειν τοῦτο δηλοῖ. Εἴ τις ὑμᾶς καταδουλοῖ. Καὶ τὰ χρήματα ὑμῶν, φησὶ, καὶ τὰ σώματα, καὶ τὴν ἐλευθερίαν ἐξεδώκατε. Τοῦτο γὰρ μεῖζον τοῦ λαβεῖν, τὸ μὴ μόνον τῶν χρημάτων, ἀλλὰ καὶ ὑμῶν αὐτῶν κυρίους εἶναι. Ὃ καὶ ἔμπροσθεν δηλοῖ λέγων, Εἰ ἄλλοι τῆς ἐξουσίας ὑμῶν μετέχουσιν, οὐ πολλῷ μᾶλλον ἡμεῖς; Εἶτα τὸ χαλεπώτερον προστίθησι λέγων, Εἴ τις ἐπαίρεται. Οὐδὲ γὰρ σύμμετρος ὑμῶν ἡ δουλεία, οὐδὲ ἥμεροι οἱ δεσπόται, ἀλλὰ φορτικοὶ καὶ ἐπαχθεῖς. Εἴ τις ὑμᾶς εἰς πρόσωπον δέρει. Εἶδες πάλιν ἐπίτασιν τυραννίδος; Ταῦτα δὲ ἔλεγεν, οὐχ ὅτι εἰς ὄψιν ἐτύπτοντο, ἀλλ' ὅτι διέπτυον αὐτοὺς καὶ ἠτίμαζον· διὸ προσέθηκε, Κατὰ ἀτιμίαν λέγω. Τῶν γὰρ εἰς ὄψιν τυπτομένων οὐκ ἔλαττον πάσχετε. Τί τοίνυν τούτου γένοιτ' ἂν ἰσχυρότερον; ποία δὲ ταύτης τῆς δεσποτείας πικροτέρα, ὅταν καὶ τὰ χρήματα ὑμῶν καὶ τὴν ἐλευθερίαν καὶ τὴν τιμὴν ἀφελόμενοι, μηδὲ οὕτως ὦσιν ἥμεροι, μηδὲ ἐν τάξει δούλων ἐῶσιν ὑμᾶς μένειν, ἀλλὰ καὶ παντὸς ἀργυρωνήτου ὑβριστικώτερον ὦσιν ὑμῖν κεχρημένοι; Ὡς ὅτι ἡμεῖς ἠσθενήσαμεν. Ἀσαφὲς τὸ εἰρημένον. Ἐπειδὴ γὰρ φορτικὸν ἦν, διὰ τοῦτο οὕτως αὐτὸ τέθεικεν, ἵνα κλέψῃ τὴν ἐπάχθειαν τῇ ἀσαφείᾳ. Ὃ γὰρ βούλεται εἰπεῖν, τοῦτό ἐστι· Μὴ γὰρ οὐ δυνάμεθα καὶ ἡμεῖς ταῦτα ποιεῖν; Ἀλλ' οὐ ποιοῦμεν. Τίνος οὖν ἕνεκεν αὐτῶν ἀνέχεσθε, ὡς ἡμῶν μὴ δυναμένων ταῦτα ποιεῖν; Ἔγκλημα μὲν οὖν καὶ τὸ μωραινόντων ἀνέχεσθαι· τὸ δὲ καὶ οὕτω καταφρονούντων ὑμῶν, ἁρπαζόντων, ἐπαιρομένων, τυπτόντων, οὐδ'