1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

130

ἂν ἀπολογίαν ἔχοι; οὐδ' ἂν λόγον τινά. Καινὸν γὰρ τοῦτο τὸ τῆς ἀπάτης εἶδος. Οἱ μὲν γὰρ ἀπατῶντες καὶ παρέχουσι, καὶ κολακεύουσιν· οὗτοι δὲ καὶ ἀπατῶσι, καὶ λαμβάνουσι, καὶ ὑβρίζου 61.567 σιν. Ὅθεν οὐδὲ σκιὰν ἂν σχοίητε συγγνώμης, ὅτι τοὺς μὲν ταπεινοῦντας ἑαυτοὺς δι' ὑμᾶς, ἵνα ὑμεῖς ὑψωθῆτε, διαπτύετε, τοὺς δὲ ὑψοῦντας ἑαυτοὺς, ἵνα ὑμεῖς ταπεινωθῆτε, θαυμάζετε. Μὴ γὰρ καὶ ἡμεῖς οὐκ ἠδυνάμεθα ταῦτα ποιεῖν; Ἀλλ' οὐ βουλόμεθα, τὸ συμφέρον ὑμῶν σκοποῦντες. Ἐκεῖνοι μὲν γὰρ τὰ ὑμέτερα καθαιροῦντες, τὰ ἑαυτῶν σκοποῦσιν. Ὁρᾷς πανταχοῦ, ἐξ ὧν παῤῥησιάζεται πρὸς αὐτοὺς, ἐκ τούτων αὐτοὺς καὶ φοβεῖ; Εἰ γὰρ διὰ τοῦτο αὐτοὺς τιμᾶτε, φησὶν, ἐπειδὴ τύπτουσιν, ὑβρίζουσι· δυνάμεθα καὶ ἡμεῖς ταῦτα ποιεῖν, δουλοῦσθαι, τύπτειν, ἐπαίρεσθαι καθ' ὑμῶν. γʹ. Εἶδες πῶς ὅλην ἐπ' αὐτοὺς ἄγει τὴν αἰτίαν καὶ τῆς ἐκείνων ἀπονοίας, καὶ τῆς δοκούσης εἶναι ἀφροσύνης ἑαυτοῦ; Οὐ γὰρ ἵνα ἐμαυτὸν δείξω λαμπρότερον, ἀλλ' ἵνα ὑμᾶς ἀπαλλάξω ταύτης τῆς πικρᾶς δουλείας, ἀναγκάζομαι μικρόν τι καυχᾶσθαι. ∆εῖ δὲ οὐχ ἁπλῶς τὰ λεγόμενα ἐξετάζειν, ἀλλὰ καὶ τὴν αἰτίαν προστιθέναι. Ἐπεὶ καὶ Σαμουὴλ ἐγκώμιον ὑπὲρ ἑαυτοῦ συνέθηκε μέγα, ὅτε τὸν Σαοὺλ ἔχριε, λέγων· Ὄνον τινὸς ὑμῶν εἴληφα, ἢ μόσχον, ἢ ὑπόδημα; ἢ ἐξεπίασά τινα ὑμῶν; Ἀλλ' ὅμως οὐδεὶς ἐγκαλεῖ. Τὸ δὲ αἴτιον, οὐ καλλωπίζων ἑαυτὸν ἔλεγεν, ἀλλ' ἐπειδὴ βασιλέα καθιστᾷν ἔμελλεν, ἐν ἀπολογίας τάξει βούλεται παιδεῦσαι ἐκεῖνον πρᾶον καὶ ἥμερον εἶναι. Καὶ σκόπει σύνεσιν προφήτου, μᾶλλον δὲ Θεοῦ φιλανθρωπίαν. Ὅτε μὲν γὰρ ἀποστρέψαι αὐτοὺς ἠβούλετο, πολλὰ φορτικὰ συναγαγὼν, ἔλεγε περὶ τοῦ μέλλοντος βασιλεύειν· οἷον, ὅτι μυλωθρίδας τὰς γυναῖκας αὐτῶν ποιήσει, ποιμένας τοὺς ἄνδρας, ἡμιόνων ἐπιστάτας (καὶ γὰρ μετὰ ἀκριβεῖας ἐπεξῄει τὴν τῆς βασιλείας θεραπείαν)· ἐπειδὴ δὲ εἶδεν οὐδενὶ τούτων κωλυομένους, ἀλλὰ ἀνίατα νοσοῦντας, καὶ οὕτως αὐτῶν φείδεται, καὶ ῥυθμίζει τὸν βασιλέα πρᾶον εἶναι. ∆ιὰ τοῦτο καὶ αὐτὸν παράγει μάρτυρα. Οὐ γὰρ δὴ ἐδικάζετό τις πρὸς αὐτὸν τότε, οὐδὲ ἐνεκάλει ἵνα ἀπολογήσηται, ἀλλ' ἵνα ἐκεῖνον ποιήσῃ βελτίονα, ταῦτα ἔλεγε. ∆ιὸ καὶ ἐπήγαγε καθαιρῶν αὐτοῦ τὸ φύσημα, Ἐὰν ἀκούσητε ὑμεῖς καὶ ὁ βασιλεὺς ὑμῶν, τὰ καὶ τά ἐστιν ὑμῖν ἀγαθά· ἐὰν δὲ μὴ ἀκούσητε, τὰ ἐναντία ἅπαντα. Καὶ Ἀμμὼς δὲ ἔλεγεν, Οὐκ ἤμην προφήτης, οὐδὲ υἱὸς προφήτου, ἀλλ' ἢ αἰπόλος ἤμην συκάμινα κνίζων. Καὶ ἀνέλαβέ με ὁ Θεός. Οὐκ ἐπαίρων δὲ ἑαυτὸν ἔλεγεν, ἀλλὰ ἐπιστομίζων τοὺς ὑποπτεύοντας αὐτὸν οὐχ ὡς προφήτην, καὶ ἵνα δείξῃ ὅτι οὐκ ἀπατᾷ, οὐδὲ οἴκοθεν λέγει ταῦτα ἃ λέγει. Καὶ ἕτερος δὲ πάλιν τὸ αὐτὸ τοῦτο ἐμφαίνων ἔλεγεν· Ἀλλὰ μὲν ἐγὼ ἐνεπλήσθην ἰσχύος Κυρίου ἐν πνεύματι καὶ δυναστείᾳ. Καὶ ὁ ∆αυῒδ δὲ, ὅταν τὰ κατὰ τὴν ἄρκτον καὶ τὸν λέοντα διηγεῖτο, οὐχὶ καλλωπιζόμενος, ἀλλ' οἰκοδομῶν τι μέγα καὶ θαυμαστὸν, ἔλεγεν. Ἐπειδὴ γὰρ ἠπιστεῖτο ὅτι περιέσται τοῦ βαρβάρου γυμνὸς, ὁ μηδὲ ὅπλα ἐνεγκεῖν δυνάμενος, ἠναγκάσθη παρασχεῖν ἀποδείξεις τῆς οἰκείας ἀνδρείας. Καὶ τὸ κράσπεδον ὅτε ἀφεῖλε τοῦ Σαοὺλ, οὐκ ἐπιδεικνύμενος ἔλεγεν ἅπερ ἔλεγεν, ἀλλὰ πονηρὰν διακρουόμενος ὑποψίαν, ἣν κατεσκέδασαν αὐτοῦ λέγοντες, ὅτι ἀνελεῖν αὐτὸν ἤθελε. ∆εῖ τοίνυν 61.568 πανταχοῦ τὴν αἰτίαν ζητεῖν. Ὁ γὰρ πρὸς τὸ συμφέρον τῶν ἀκουόντων ὁρῶν, κἂν ἐγκωμιάζῃ ἑαυτὸν, οὐ μόνον οὐκ ἐγκαλεῖσθαι ἄξιος, ἀλλὰ καὶ στεφανοῦσθαι· κἂν σιγᾷ τότε, ἐγκαλεῖσθαι ἄξιος. Ἐπεὶ καὶ ὁ ∆αυῒδ τότε εἰ ἐσίγησεν ἐπὶ τοῦ Γολιὰθ, οὐκ ἂν εἴασαν αὐτὸν ἐξελθεῖν ἐπὶ τὴν παράταξιν, οὐδὲ τὸ λαμπρὸν ἐκεῖνο ἔστησε τρόπαιον. ∆ιὸ δὴ τοῦτο λέγει ἀναγκασθεὶς, καὶ οὐχὶ τοῖς ἀδελφοῖς ἀλλὰ τῷ βασιλεῖ· ἦ γὰρ ἂν παρ' αὐτοῖς ἠπιστήθη· ὁ γὰρ φθόνος ἐνέφραττεν αὐτῶν τὰς ἀκοάς. ∆ιόπερ ἐκείνους ἀφεὶς, τῷ μηδέπω βασκαίνοντι διαλέγεται. δʹ. ∆εινὸν γὰρ ἡ βασκανία, δεινὸν, καὶ τῆς οἰκείας ἀναπείθει καταφρονεῖν σωτηρίας. Οὕτω καὶ Κάϊν ἑαυτὸν ἀπώλεσε, καὶ πρὸ τούτου πάλιν ὁ τὸν τούτου πατέρα ἀνελὼν διάβολος. Οὕτως ὁ Σαοὺλ δαίμονα πονηρὸν ἐκάλεσε κατὰ τῆς ἑαυτοῦ ψυχῆς· καὶ καλέσας, τῷ ἰατρῷ πάλιν ἐβάσκαινε. Τοιοῦτον γὰρ ὁ φθόνος· ᾔδει ὅτι ἐσώθη, καὶ