1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

131

ἀπολέσθαι μᾶλλον ἤθελεν, ἢ τὸν σώσαντα εὐδοκιμοῦντα ἰδεῖν. Τί τούτου χαλεπώτερον γένοιτ' ἂν τοῦ πάθους; Οὐκ ἄν τις ἁμάρτοι διαβόλου γέννημα τοῦτο εἰπών· καὶ ἐν μὲν ἐκείνῳ κενοδοξίας καρπὸς, μᾶλλον δὲ καὶ ῥίζα· ἀμφότερα γὰρ ταυτὶ τὰ κακὰ ἑαυτὰ συγκατασκευάζειν εἴωθεν. Οὕτω δὴ καὶ τότε ἐβάσκαινεν ὁ Σαοὺλ, ἐπειδὴ εἶπον, Ἐπάταξε ∆αυῒδ ἐν μυριάσιν· οὗ τί γένοιτ' ἂν ἀλογώτερον; Τί γὰρ, εἰπέ μοι, φθονεῖς; ὅτι ἐπῄνεσεν ὁ δεῖνα; Καὶ μέντοι χαίρειν ἔδει· ἄλλως δὲ οὐδὲ οἶδας, εἰ ἀληθὴς ὁ ἔπαινος ᾖ. Καὶ διὰ τοῦτο πενθεῖς, ὅτι οὐκ ὢν θαυμαστὸς ἐπῃνέθη; Καὶ μὴν ἐλεεῖν χρή. Καὶ γὰρ ἐὰν μὲν ἀγαθὸς ᾖ, οὐδεὶς φθονεῖ ἐπαινουμένου, ἀλλ' ἐπαινεῖ μετὰ τῶν εὐφημούντων· εἰ δὲ μὴ τοιοῦτος, τί δάκνῃ; τί κατὰ σαυτοῦ τὸ ξίφος ὠθεῖς; Ὅτι θαυμαστὸς τοῖς ἀνθρώποις; Ἀλλὰ ἀνθρώποις τοῖς σήμερον οὖσι, καὶ αὔριον οὐκ οὖσιν. Ἀλλ' ὅτι δόξης ἀπολαύει; Ποίας, εἰπέ μοι; περὶ ἧς ὁ προφήτης φησὶν, ὅτι ἄνθος ἐστὶ χόρτου; ∆ιὰ τοῦτο οὖν βασκαίνεις, ὅτι οὐκ ἀχθοφορεῖς, οὐδὲ χόρτου περιφέρεις φορτία τοιαῦτα; Εἰ δὲ αὐτός σοι ζηλωτὸς εἶναι δοκεῖ διὰ τοῦτο, τί μὴ καὶ δρυτόμοι καθ' ἑκάστην ἀχθοφοροῦντες ἡμέραν, καὶ ἐν τῇ πόλει εἰσιόντες; Οὐδὲν γὰρ τούτου ἄμεινον τοῦτο τὸ φορτίον, ἀλλὰ καὶ χεῖρον. Ἐκεῖνο μὲν γὰρ τὸ σῶμα πιέζει μόνον· τοῦτο δὲ καὶ τὴν ψυχὴν πολλάκις παρέβλαψε, καὶ μείζονα παρέσχε τὴν ἀγωνίαν τῆς ἡδονῆς. Κἂν γὰρ λέγων εὐδοκιμῇ, μείζονα ἔχει τὸν φόβον [φθόνον?] τῆς εὐφημίας· μᾶλλον δὲ, τὴν μὲν βραχεῖαν, τὸν δὲ διηνεκῆ. Ἀλλὰ παρὰ ἄρχουσιν εὐδοκιμεῖ; Κἀκεῖ πάλιν φθόνος καὶ κίνδυνος. Ὃ γὰρ σὺ πρὸς αὐτὸν πάσχεις, τοῦτο καὶ ἕτεροι πλείους. Ἀλλ' ἐπαινεῖται συνεχῶς; Τοῦτο δουλείαν ποιεῖ πικράν. Οὐ γὰρ τολμήσει τι πρᾶξαι ἀδεῶς τῶν κατὰ γνώμην, ἵνα μὴ προσκρούσῃ τοῖς δοξάζουσιν αὐτόν· δεσμὰ γὰρ αὐτῷ χαλεπὰ ἡ περιφάνεια. Ὥστε ὅσῳ ἂν πλείοσι γνώριμος ᾖ, τοσούτῳ πλείους ἔχει δεσπότας, καὶ ἐπιτείνεται τὰ τῆς δουλείας αὐτῷ, τῶν κυρίων αὐτοῦ πανταχοῦ φαινο 61.569 μένων. Καὶ ὁ μὲν οἰκέτης, ὅταν ἀπαλλαγῇ τῆς ὄψεως τοῦ δεσπότου, καὶ ἀναπνεῖ καὶ μετ' ἐλευθερίας ἐστὶν ἁπάσης· οὗτος δὲ πανταχοῦ δεσπόταις περιτυγχάνει· πάντων γὰρ δοῦλός ἐστι τῶν ἐν ἀγορᾷ φαινομένων. Κἂν κατεπείγῃ τι τῶν ἀναγκαίων, οὐ τολμᾷ εἰς ἀγορὰν ἐμβαλεῖν, [εἰ] μὴ καὶ τῶν οἰκετῶν ἑπομένων καὶ τοῦ ἵππου, καὶ τῆς ἄλλης φαντασίας συγκεκροτημένης, ἵνα μὴ οἱ δεσπόται καταγνῶσι. Κἂν φίλον ἴδῃ τινὰ τῶν γνησίων, οὐ θαῤῥεῖ μετὰ ἰσοτιμίας αὐτῷ διαλεχθῆναι· δέδοικε γὰρ τοὺς δεσπότας, μὴ καθέλωσιν αὐτὸν ἀπὸ τῆς δόξης. Ὥστε ὅσῳ περιφανέστερός ἐστι, τοσούτῳ μᾶλλον δεδούλωται. Κἂν πάθῃ τι τῶν ἀηδῶν, ἡ ὕβρις χαλεπωτέρα, ὅσῳ καὶ πλείους ἔχει τοὺς μάρτυρας, καὶ παρ' ἀξίαν τὸ πρᾶγμα εἶναι δοκεῖ. Οὐ μόνον δὲ ἡ ὕβρις, ἀλλὰ καὶ ἡ συμφορά. Καὶ γὰρ πολλοὺς ἔχει τοὺς ἐφηδομένους· ὥσπερ οὖν κἂν ἀγαθοῦ τινος ἀπολαύσῃ, πλείους τοὺς φθονοῦντας 61.570 καὶ βασκαίνοντας καὶ καθελεῖν ἐσπουδακότας. Τοῦτο οὖν ἀγαθὸν, εἰπέ μοι; τοῦτο δόξα; Οὐδαμῶς· ἀλλὰ ἀδοξία, καὶ δουλεία, καὶ δεσμὰ, καὶ πᾶν ὁτιοῦν ἂν εἴποι τις φορτικόν. Εἰ δὲ καὶ οὕτως ἐπέραστόν σοι ἡ παρὰ ἀνθρώπων δόξα, καὶ πάνυ σε θορυβεῖ παρὰ πολλῶν κροτούμενος ὁ δεῖνα· ὅταν ἴδῃς ἀπολαύοντα τῶν κρότων, πρὸς τὸν μέλλοντα αἰῶνα διάβηθι τῷ λογισμῷ, καὶ τὴν ἐκεῖ δόξαν· καὶ ὥσπερ θηρίον ἐπιὸν σπεύδων διαφυγεῖν, εἰς οἰκίσκον εἰσελθὼν ἀποκλείεις τὰς θύρας· οὕτω καὶ νῦν ἐπὶ τὴν μέλλουσαν ζωὴν κατάφυγε, καὶ τὴν ἀπόῤῥητον δόξαν ἐκείνην. Οὕτω γὰρ καὶ ταύτην καταπατήσεις, καὶ ἐκείνης ἐπιλήψῃ ῥᾳδίως, καὶ τῆς ἀληθοῦς ἐλευθερίας ἀπολαύσεις, καὶ τῶν αἰωνίων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΚΕʹ.