1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

132

Ἐν ᾧ δ' ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ. αʹ. Ὅρα πάλιν αὐτὸν ἀναδυόμενον, καὶ παραιτήσει χρώμενον, καὶ

προδιορθώσει· καίτοι καὶ ἤδη πολλὰ τοιαῦτα εἴρηκεν· Ὄφελον ἠνείχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ· καὶ πάλιν, Μή τίς με δόξῃ ἄφρονα εἶναι· εἰ δὲ μή γε, κἂν ὡς ἄφρονα δέξασθε· Ὃ λαλῶ, οὐ κατὰ Κύριον, ἀλλ' ὡς ἐν ἀφροσύνῃ· Ἐπεὶ πολλοὶ καυχῶνται κατὰ σάρκα, κἀγὼ καυχήσομαι· καὶ ἐνταῦθα πάλιν, Ἐν ᾧ δ' ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ. Τόλμαν καὶ ἀφροσύνην λαλεῖ τὸ περὶ ἑαυτοῦ μέγα τι λέγειν, καὶ ταῦτα ἀνάγκης οὔσης, παιδεύων ἡμᾶς ἐκ περιουσίας τὸ τοιοῦτον φεύγειν. Εἰ γὰρ μετὰ τὸ πάντα ποιῆσαι, ἀχρείους δεῖ καλεῖν ἑαυτούς· οὐδεμιᾶς κατεπειγούσης αἰτίας, τίνος ἂν εἴη συγγνώμης ἄξιος ἐπαίρων τις ἑαυτὸν καὶ κομπάζων; ∆ιὰ τοῦτο καὶ ὁ Φαρισαῖος ἔπαθεν ἅπερ ἔπαθε, καὶ ἐν λιμένι ναυάγιον ὑπέμεινεν, ὅτι τούτῳ προσέῤῥηξε τῷ σκοπέλῳ. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος μυρίαν ἀνάγκην ὁρῶν, ὅμως ἀναδύεται, καὶ συνεχῶς ἀναμιμνήσκει ὅτι ἀφροσύνης τὸ τοιοῦτόν ἐστι. Καὶ τότε λοιπὸν κατατολμᾷ, τὴν ἀπὸ τῆς ἀνάγκης ἀπολογίαν προβαλλόμενος, καί φησιν, Ἑβραῖοί εἰσι; κἀγώ. Ἰσραηλῖταί εἰσι; κἀγώ. Οὐ γὰρ ἦν πάντας τοὺς Ἑβραίους Ἰσραηλίτας εἶναι· ἐπεὶ καὶ Ἀμμανῖταικαὶ Μωαβῖται τοῦτο ἦσαν. ∆ιὸ ἐπήγαγεν ἐκκαθαίρων τὴν εὐγένειαν, καί φησι, Σπέρμα Ἀβραάμ εἰσι; κἀγώ. ∆ιάκονοι Χριστοῦ εἰσι; παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ. Οὐκ ἠρκέσθη τῇ προτέρᾳ παραιτήσει, ἀλλὰ καὶ ἐντεῦθεν πάλιν αὐτῇ κέχρηται· Παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ. Κρείττων αὐτῶν ἐγὼ καὶ βελτίων. Καίτοι τὰς ἀποδείξεις εἶχε σαφεῖς τῆς ὑπεροχῆς· ἀλλ' ὅμως παραφροσύνην καὶ οὕτω τὸ 61.570 πρᾶγμα καλεῖ. Καὶ μὴν εἰ ψευδαπόστολοι ἦσαν, οὐκ ἔδει κατὰ σύγκρισιν εἰσάγειν τὴν ὑπεροχὴν, ἀλλὰ ἀνελεῖν τὸ εἶναι αὐτοὺς διακόνους. Ἀνεῖλε μὲν οὖν αὐτὸ εἰπὼν, Ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ· νῦν δὲ αὐτὸ οὐ ποιεῖ οὕτως· εἰς γὰρ ἐξέτασιν ἔμελλεν ὁ λόγος προβαίνειν. Οὐδεὶς δὲ, ἐξετάσεως οὐκ οὔσης, ἁπλῶς ἀποφαίνεται, ἀλλὰ πρῶτον κατὰ σύγκρισιν θεὶς τὴν διὰ τῶν πραγμάτων ἀναίρεσιν, ἐπιδείκνυται τὴν καὶ πολὺ στεῤῥὰν οὖσαν. Ἄλλως δὲ, γνώμην αὐτῶν ἐκείνων τίθησιν, οὐκ αὐτοῦ ἀπόφασιν, λέγων, ∆ιάκονοι Χριστοῦ εἰσι. Καὶ εἰπὼν, Ὑπὲρ ἐγὼ, προάγει τὴν σύγκρισιν, καὶ δείκνυσι πῶς οὐκ ἀποφαινόμενος, ἀλλὰ τὴν διὰ τῶν πραγμάτων ἐπίδειξιν ἐπάγων, τὸν χαρακτῆρα τῆς ἀποστολῆς διατηρεῖ. Καὶ ἀφεὶς τὰ σημεῖα πάντα, ἀπὸ τῶν πειρασμῶν ἄρχεται, οὕτω λέγων· Ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως. Τοῦτο ἐκείνου μεῖζον, τὸ καὶ πλήττεσθαι καὶ μαστίζεσθαι. Ἐν φυλακαῖς περισσοτέρως. Καὶ ἐνταῦθα πάλιν ἐπίτασις. Ἐν θανάτοις πολλάκις. Καθ' ἡμέραν γὰρ, φησὶν, ἀποθνήσκω. Ἐνταῦθα δὲ καὶ ἔργῳ· πολλάκις γὰρ εἰς κινδύνους παρεδόθην θάνατον ἔχοντας. Πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον ὑπὸ Ἰουδαίων. ∆ιὰ τί, Παρὰ μίαν, Νόμος ἦν παλαιὸς, τὸν πλέον τῶν τεσσαράκοντα λαβόντα, ἄτιμον εἶναι παρ' αὐτοῖς. Ἵνα οὖν μὴ ἡ τοῦ τύπτοντος ῥύμη καὶ ὁρμὴ πλέον ἐπενεγκοῦσα τοῦ ἀριθμοῦ, ἄτιμον ποιήσῃ, ὥρισαν παρὰ μίαν τύπτεσθαι· ἵνα κἂν πλεονάσῃ ὁ τύπτων, μὴ ὑπὲρ τὰ τεσσαράκοντα ἐκπέσῃ, ἀλλ' εἴσω τοῦ ἀριθμοῦ τοῦ νενομισμένου μείνας, μὴ ἀτιμάσῃ τὸν τυπτόμενον. Τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα. Καὶ τί τοῦτο πρὸς τὸ εὐαγγέλιον; Ὅτι μακρὰς ὁδοὺς 61.571 ἐστέλλετο καὶ διαποντίους. Νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα. Οἱ μὲν ἐν μέσῳ πελάγει φασὶν, οἱ δὲ, ὡς νηχόμενος· ὅπερ καὶ ἀληθέστερον εἰπεῖν. Ἐκεῖνό γε οὔτε θαύματος ἄξιον, οὐδ' ἂν ὡς τῶν ναυαγίων μεῖζον τέθεικε. Κινδύνοις ποταμῶν. Ἠναγκάζετο γὰρ καὶ διαπορθμεύειν ποταμούς. Κινδύνοις λῃστῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ. Πανταχοῦ μοι τὰ ἆθλα προύκειτο, ἐν τόποις, ἐν χώραις, ἐν πόλεσιν, ἐν ἐρημίαις. Κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν ψευδαδέλφοις. Ὅρα ἕτερον εἶδος πολέμου. Οὐ γὰρ οἱ ἐχθροὶ μόνον, ἀλλὰ καὶ οἳ