1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

133

ὑπεκρίνοντο τὴν ἀδελφότητα, ἔβαλλον· καὶ πολλῆς ἐδεῖτο τῆς εὐτονίας, καὶ πολλῆς τῆς συνέσεως. Ἐν κόπῳ καὶ μόχθῳ. Κίνδυνοι πόνους, πόνοι κινδύνους διεδέχοντο ἐπάλληλοι καὶ συνεχεῖς, καὶ οὐδὲ μικρὸν ἀναπνεῦσαι συνεχώρουν. Ἐν ὁδοιπορίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει καὶ γυμνότητι, χωρὶς τῶν παρεκτός. βʹ. Πλείονα τὰ παραλειφθέντα τῶν ἀπαριθμηθέντων· μᾶλλον δὲ οὐδὲ αὐτὰ τὰ ἀπαριθμηθέντα ὅσα, ἔστιν εἰπεῖν· οὐδὲ γὰρ κατ' εἶδος αὐτὰ τέθεικεν, ἀλλ' ὧν μὲν εὔληπτος ἦν ὁ ἀριθμὸς καὶ βραχὺς, ἐμνήσθη τούτων, τρὶς καὶ τρὶς, λέγων, καὶ ἅπαξ· τῶν δὲ ἄλλων οὐκέτι οὕτω, διὰ τὸ πολλάκις ὑπομεμενηκέναι. Καὶ οὐ λέγει τὰ ἐξ αὐτῶν κατορθώματα, οἷον τοσούσδε καὶ τοσούσδε ἐπέστρεψεν, ἀλλ' ἃ ἔπαθε μόνον ὑπὲρ τοῦ κηρύγματος· ὁμοῦ μὲν μετριάζων, ὁμοῦ δὲ δεικνὺς, ὅτι κἂν μηδὲν γένηται, ἔστι τι πλέον πονουμένῳ· οὕτω γὰρ τὰ τῶν μισθῶν ἐστι πεπληρωμένα. Ἡ ἐπισύστασίς μου καθ' ἡμέραν. Οἱ θόρυβοι, αἱ ταραχαὶ, αἱ πολιορκίαι τῶν δήμων, καὶ τῶν πόλεων ἔφοδοι. Τούτῳ γὰρ μάλιστα πάντων ἐπολέμουν οἱ Ἰουδαῖοι, ἐπειδὴ μάλιστα πάντων αὐτοὺς συνέχεε, καὶ μέγιστος τῆς μανίας ἔλεγχος ἦν, μεταταξάμενος ἀθρόον. Καὶ πολὺς ὁ πόλεμος ἔπνει κατ' αὐτοῦ, παρὰ τῶν οἰκείων, παρὰ τῶν ἀλλοτρίων, παρὰ τῶν ὑποκρινομένων· καὶ πανταχοῦ κύματα καὶ κρημνοὶ, ἐν τῇ οἰκουμένῃ, ἐν τῇ ἀοικήτῳ, ἐν τῇ γῇ, ἐν τῇ θαλάσσῃ, ἔξωθεν, ἔσωθεν. Καὶ οὐδὲ τῆς ἀναγκαίας ηὐπόρει τροφῆς, οὐδὲ ψιλῆς περιβολῆς, ἀλλ' ὁ τῆς οἰκουμένης ἀγωνιστὴς γυμνὸς ἠγωνίζετο, καὶ λιμώττων ἐπύκτευε· τοσοῦτον ἀπεῖχε τοῦ χρηματίζεσθαι. Καὶ οὐκ ἐδυσχέραινεν, ἀλλὰ χάριτας ᾔδει τούτων τῷ ἀγωνοθέτῃ. Ἡ μέριμνα πασῶν τῶν Ἐκκλησιῶν. Τοῦτο τὸ κεφάλαιον ἁπάντων, ὅτι καὶ ἡ ψυχὴ διεσπᾶτο, καὶ ἡ διάνοια διετέμνετο. Εἰ γὰρ καὶ μηδὲν ἔξωθεν προσέβαλεν, ἱκανὸς ὁ ἔνδον πόλεμος, τὰ κύματα τὰ ἐπάλληλα, αἱ νιφάδες τῶν φροντίδων, ὁ πόλεμος τῶν λογισμῶν. Εἰ γὰρ οἰκίας τις μιᾶς προνοῶν, καὶ οἰκέτας ἔχων καὶ ἐπιτρόπους καὶ οἰκονόμους, οὐδὲ ἀναπνεῖ πολλάκις ὑπὸ τῶν φροντίδων, οὐδενὸς ὄντος τοῦ ἐνοχλοῦντος· οὗτος ὁ οὐκ οἰκίας μιᾶς, ἀλλὰ καὶ πόλεων καὶ δήμων καὶ ἐθνῶν καὶ ὁλοκλήρου τῆς οἰκουμένης τὴν φροντίδα ἔχων, καὶ ὑπὲρ τηλικούτων πραγμάτων, καὶ τοσούτων ὄντων τῶν ἐπηρεαζόντων, καὶ μόνος ὢν, καὶ τοσαῦτα πάσχων, καὶ οὕτω κηδόμενος ὡς οὐδὲ πατὴρ παίδων, ἐννόησον τί ὑπέμενεν. Ἵνα γὰρ μὴ λέγῃς, Τί γὰρ εἰ ἐμερίμνα μὲν, ἐμερίμνα δὲ ἁπλῶς; ἐπήγαγε καὶ τὴν ἐπίτασιν τῆς φροντίδος, λέγων, Τίς ἀσθενεῖ, καὶ 61.572 οὐκ ἀσθενῶ; Οὐκ εἶπεν, Οὐ κοινωνῶ τῇ ἀθυμία· ἀλλ' ὡς ἐν αὐτῷ ὢν τῷ πάθει, ὡς ἐν αὐτῇ ὢν τῇ ἀῤῥωστίᾳ, οὕτω θορυβοῦμαι καὶ ταράσσομαι. Τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Ὅρα πάλιν τὴν ὑπερβολὴν τῆς ὀδύνης, πῶς πάρεστιν ἐν τῇ τῆς πυρώσεως προσηγορίᾳ. Ἐμπίπραμαι, καίομαι, φησίν· ὃ δὴ πάντων μεῖζον ἦν. Ἐκεῖνα μὲν γὰρ εἰ καὶ σφοδρὰ, ἀλλὰ καὶ παροδεύεται ταχέως, καὶ τὴν ἡδονὴν εἶχεν ἀμάραντον· τοῦτο δὲ ἦν τὸ θλῖβον αὐτὸν καὶ στενοχωροῦν, καὶ διατιτρῶσκον αὐτοῦ τὴν διάνοιαν, τὸ καθ' ἕκαστον τῶν ἀσθενούντων τοιαῦτα πάσχειν, εἰ καὶ ὁστισοῦν ἦν. Οὐδὲ γὰρ ὑπὲρ τῶν μειζόνων μὲν ἤλγει, τῶν δὲ ἐλαττόνων κατεφρόνει, ἀλλὰ καὶ τὸν ἀπεῤῥιμμένον ἐν τοῖς ἀναγκαίοις ἐτίθετο. ∆ιὸ καὶ ἔλεγε, Τίς ἀσθενεῖ; δηλῶν ὅτι ὅστις ἐὰν ᾖ· καὶ καθάπερ αὐτὸς ὢν ἡ Ἐκκλησία ἡ κατὰ τὴν οἰκουμένην, οὕτω καθ' ἕκαστον ὠδυνᾶτο μέλος. Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι. Ὁρᾷς ὅτι οὐδαμοῦ ἀπὸ σημείων, ἀλλ' ἀπὸ τῶν διωγμῶν καυχᾶται, καὶ τῶν πειρασμῶν; Τοῦτο γὰρ, φησὶν, ἀσθενείας. Καὶ ποικίλον τὸν πόλεμον δείκνυσι. Καὶ γὰρ οἱ Ἰουδαῖοι αὐτὸν ἐπολέμουν, καὶ τὰ ἔθνη πρὸς αὐτὸν ἵστατο, καὶ οἱ ψευδάδελφοι αὐτῷ ἐπύκτευον, καὶ οἱ ἀδελφοὶ αὐτὸν ἐλύπουν ἀσθενοῦντες καὶ σκανδαλιζόμενοι· πάντοθεν αὐτῷ θόρυβος καὶ ταραχὴ, ἀπὸ τῶν οἰκείων, ἀπὸ τῶν ἀλλοτρίων. Οὗτος ἀποστολικὸς χαρακτήρ· διὰ τούτων ὑφαίνεται Εὐαγγέλιον. Ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου Ἰησοῦοἶδεν, ὅτι οὐ ψεύδομαι. Ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν ∆αμασκηνῶν πόλιν, πιάσαι με θέλων. Τί δήποτε ἐνταῦθα διαβεβαιοῦται καὶ