1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

134

πιστοῦται, ἐπ' οὐδενὸς τῶν προτέρων τοῦτο ποιήσας; Ὅτι ἴσως τοῦτο ἀρχαιότερον ἦν καὶ ἀδηλότερον· ἐκεῖνα δὲ καὶ αὐτοῖς γνώριμα, ἡ μέριμνα τῶν Ἐκκλησιῶν, καὶ τὰ ἄλλα πάντα. Θέα τοίνυν τὸν πόλεμον ὅσος, εἴ γε δι' αὐτὸν τὴν πόλιν ἐφρούρει. Ὅταν δὲ τὸν πόλεμον εἴπω, τὸν ζῆλον λέγω τοῦ Παύλου· εἰ γὰρ μὴ σφοδρὸς ἔπνει, οὐκ ἂν εἰς τοσαύτην ἀνῆψε τὸν ἐθνάρχην μανίαν. Ταῦτα ψυχῆς ἀποστολικῆς, τὸ πάσχειν τοσαῦτα, καὶ μηδαμοῦ περιτρέπεσθαι, ἀλλὰ φέρειν γενναίως τὰ ἐμπίπτοντα, καὶ μὴ ὁμόσε χωρεῖν τοῖς κινδύνοις μηδὲ ἐπιπηδᾷν. Ὅρα γοῦν ἐνταῦθα πῶς ἠνέσχετο διαφυγεῖν τὴν πολιορκίαν, διὰ θυρίδος χαλασθεὶς ἐν σαργάνῃ. Εἰ γὰρ καὶ ἐπεθύμει τῆς ἐντεῦθεν ἀποδημίας, ἀλλ' ὅμως καὶ τῆς τῶν ἀνθρώπων ἤρα σωτηρίας. ∆ιὸ πολλάκις καὶ τοιαῦτα ἐμηχανᾶτο, τηρῶν ἑαυτὸν τῷ κηρύγματι· καὶ οὐ παρῃτεῖτο οὐδὲ ἀνθρωπίνοις χρήσασθαι μηχανήμασιν, ἡνίκα ἀπῄτει καιρός· οὕτως ἦν νήφων καὶ ἐγρηγορώς. Ἔνθα μὲν γὰρ ἄφυκτα ἦν κακὰ, τῆς χάριτος ἔδει μόνης· ἔνθα δὲ σύμμετρος ὁ πειρασμὸς, πολλὰ καὶ οἴκοθεν ἐπινοεῖ· καὶ ἐνταῦθα πάλιν τῷ Θεῷ τὸ πᾶν λογιζόμενος. Καὶ καθάπερ τις σπινθὴρ πυρὸς ἀσβέστου εἰς πέλαγος ἐμπεσὼν, κυμάτων πολλῶν ἐπιόντων βαπτίζοιτο, καὶ πάλιν ἀνέρχοιτο λαμπρός· οὕτω δὴ καὶ ὁ μακάριος Παῦλος, νῦν μὲν 61.573 ἐχώννυτο κινδυνεύων, νῦν δὲ αὐτοὺς διαδὺς, φαιδρότερος ἀνῄει, τῷ πάσχειν κακῶς περιγινόμενος. γʹ. Αὕτη γὰρ ἡ λαμπρὰ νίκη, τοῦτο τῆς Ἐκκλησίας τὸ τρόπαιον, οὕτως ὁ διάβολος βάλλεται, πασχόντων ἡμῶν κακῶς. Ἡμῶν γὰρ πασχόντων ἁλίσκεται, καὶ πάσχει κακῶς, ὅταν ἡμᾶς ποιεῖν βούλεται. Ὅπερ καὶ ἐπὶ Παύλου συνέβαινε· καὶ ὅσῳ μεῖζον ἐπῆγε τοὺς κινδύνους, τοσούτῳ μᾶλλον ἡττᾶτο. Οὐδὲ γὰρ ἓν εἶδος κατεσκεύαζε πειρασμῶν, ἀλλὰ ποικίλον καὶ διάφορον. Τὰ μὲν γὰρ πόνον εἶχε, τὰ δὲ ἀθυμίαν, τὰ δὲ φόβον, τὰ δὲ ὀδύνην, τὰ δὲ φροντίδα, τὰ δὲ αἰσχύνην, τὰ δὲ πάντα ὁμοῦ· ἀλλ' ὅμως ἐν πᾶσιν ἐκράτει. Καὶ καθάπερ στρατιώτης εἷς τὴν οἰκουμένην πολεμοῦσαν ἔχων ἅπασαν, ἐν μέσοις στρέφοιτο τοῖς τάγμασι τῶν πολεμίων, καὶ μηδὲν πάσχοι δεινόν· οὕτω καὶ ὁ Παῦλος μόνος ἐν βαρβάροις, ἐν Ἕλλησι, πανταχοῦ γῆς, πανταχοῦ θαλάσσης φαινόμενος, ἀχείρωτος ἔμενε. Καὶ ὥσπερ τις σπινθὴρ εἰς καλάμην καὶ χόρτον ἐμπίπτων, πρὸς τὴν ἑαυτοῦ φύσιν μετατίθησι τὰ καιόμενα· οὕτω καὶ οὗτος ἅπασιν ἐπιὼν, πάντας μεθίστα πρὸς τὴν ἀλήθειαν, χειμάῤῥου δίκην πάντα ἐπιὼν, καὶ ἀνατρέπων τὰ κωλύματα. Καὶ καθάπερ τις ἀθλητὴς αὐτὸς παλαίων, τρέχων, πυκτεύων, ἢ στρατιώτης τειχομαχῶν, πεζομαχῶν, ναυμαχῶν· οὕτω πᾶν εἶδος μετῄει μάχης, καὶ πῦρ ἐνέπνει, καὶ πᾶσιν ἀπρόσιτος ἦν· ἐνὶ σώματι καταλαμβάνων τὴν οἰκουμένην, μιᾷ γλώττῃ πάντας τρεπόμενος. Οὐχ οὕτως αἱ πολλαὶ σάλπιγγες ἐνέπιπτον τοῖς λίθοις τῆς τῶν Ἱεριχουντίων πόλεως, καὶ καθῄρουν αὐτοὺς, ὡς ἡ τούτου φωνὴ ἠχοῦσα τὰ ὀχυρώματα τὰ διαβολικὰ καὶ ῥίπτει χαμαὶ, καὶ τοὺς ἐναντίους πρὸς αὐτὸν μεθίστησι. Καὶ ἡνίκα συνέλεξεν αἰχμαλώτων πλῆθος, αὐτοὺς τούτους ὁπλίσας, οἰκεῖον στρατόπεδον πάλιν ἐποίει, καὶ δι' αὐτῶν ἐκράτει θαυμαστῶς. ∆αυῒδ τὸν Γολιὰθ καταφέρει ἀπὸ λίθου μόνον ἑνός· ἀλλ' εἰ τὰ Παύλου κατορθώματα ἐξετάσεις, παιδὸς ἔργον ἐκεῖνο, καὶ ὅσον ποιμένος καὶ στρατηγοῦ τὸ μέσον, τοσοῦτον ὄψει τὸ διάφορον. Οὗτος γὰρ οὐ λίθον ῥίπτων κατέφερε τὸν Γολιὰθ, ἀλλὰ φθεγγόμενος μόνον ἅπασαν τοῦ διαβόλου κατέλυε τὴν φάλαγγα· καὶ καθάπερ λέων βρυχόμενος, καὶ φλόγα ἀπὸ τῆς γλώττης ἀφιεὶς, οὕτω πᾶσιν ἀφόρητος, καὶ πανταχοῦ μετεπήδα συνεχῶς, ἔδραμεν ἐπὶ τούτους, ἦλθεν ἐπ' ἐκείνους, μετέστη πρὸς τούτους, ἀπεπήδησε πρὸς ἑτέρους, ἀνέμου ταχύτερον ἐπιὼν, καὶ καθάπερ μίαν οἰκίαν, ἢ πλοῖον ἓν, τὴν οἰκουμένην ἅπασαν κυβερνῶν, τοὺς μὲν βαπτιζομένους ἀνέλκων, τοὺς δὲ ἰλιγγιῶντας στηρίζων, τοῖς ναύταις παρακελευόμενος, ἐπὶ τῶν αὐχένων καθήμενος, τὴν πρώραν περισκοπῶν, σχοινία τείνων, κώπην μεταχειρίζων; ἱστὸν ἕλκων, πρὸς τὸν οὐρανὸν βλέπων, πάντα αὐτὸς ὢν, καὶ ναύτης, καὶ κυβερνήτης, καὶ πρωρεὺς, καὶ ἱστίον, καὶ πλοῖον, καὶ πάντα πάσχων, ἵνα τὰ ἑτέρων λύσῃ κακά.