1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

135

Σκόπει δέ· Ὑπέστη ναυά 61.574 γιον, ἵνα τὸ ναυάγιον παύσῃ τῆς οἰκουμένης· νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκεν, ἵνα τοῦ βυθοῦ τῆς πλάνης ἀνιμήσηται· ἐν κόπῳ γέγονεν, ἵνα τοὺς κοπιῶντας ἀναπαύσῃ· πληγὰς ὑπέμεινεν, ἵνα τοὺς ὑπὸ τοῦ διαβόλου πληγέντας ἰάσηται· ἐν φυλακαῖς διέτριψεν, ἵνα τοὺς ἐν φυλακῇ καὶ σκότῳ καθημένους εἰς φῶς ἐξαγάγῃ· ἐν θανάτοις πολλάκις, ἵνα θανάτων ἀπαλλάξῃ χαλεπῶν· πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβεν, ἵνα αὐτοὺς τοὺς ταῦτα ποιοῦντας ἐλευθερώσῃ τῆς τοῦ διαβόλου μάστιγος· ἐῤῥαβδίσθη, ἵνα ὑπὸ τὴν ῥάβδον καὶ τὴν βακτηρίαν ἀγάγῃ τοῦ Χριστοῦ· ἐλιθάσθη, ἵνα ἀπαλλάξῃ τῶν ἀναισθήτων λίθων· ἐν ἐρημίᾳ γέγονεν, ἵνα τῆς ἐρημίας ἐξέληται· ἐν ὁδοιπορίαις, ἵνα στήσῃ πλανωμένους, καὶ τὴν εἰς τὸν οὐρανὸν φέρουσαν ὁδὸν ἀνοίξῃ· ἐν πόλεσιν ἐκινδύνευσεν, ἵνα τὴν ἄνω πόλιν ὑποδείξῃ· ἐν λιμῷ καὶ δίψει, ἵνα ἀφέληται τοῦ χαλεπωτέρου λιμοῦ· ἐν γυμνότητι, ἵνα ἀσχημονοῦντας ἐνδύσῃ τὴν στολὴν τοῦ Χριστοῦ· ἐν ἐπιστασίᾳ ὄχλου, ἵνα τῆς περιστάσεως τῶν δαιμόνων ἀπαγάγῃ· ἐπυρώθη, ἵνα σβέσῃ τὰ πεπυρωμένα βέλη τοῦ διαβόλου· διὰ θυρίδος ἀπὸ τείχους ἐχαλάσθη, ἵνα κάτωθεν ἄνω διαπέμψῃ τοὺς ἐῤῥιμμένους χαμαί. Ἔτι οὖν φθεγξόμεθα, οὐδὲ εἰδότες ἅπερ ἔπαθε Παῦλος; ἔτι χρημάτων μνησθησόμεθα; ἔτι γυναικὸς καὶ πόλεως καὶ ἐλευθερίας, ἐκεῖνον αὐτῆς τῆς ζωῆς μυριάκις καταφρονοῦντα ἰδόντες; Ὁ μάρτυς ἅπαξ ἀποθνήσκει· ὁ δὲ μακάριος ἐκεῖνος ἑνὶ σώματι καὶ μιᾷ ψυχῇ τοσούτους κινδύνους ὑπέμεινεν, ὅσοι καὶ ἀδαμάντινον ἱκανοὶ θορυβῆσαι ψυχήν· καὶ ἅπερ ἅπαντες ἐν τοσούτοις σώμασιν οἱ ἅγιοι ἔπαθον, ταῦτα αὐτὸς ἐν ἑνὶ πάντα ἤνεγκε· καὶ καθάπερ εἰς στάδιον τὴν οἰκουμένην εἰσελθὼν, καὶ πρὸς πάντας ἀποδυσάμενος, οὕτως ἵστατο γενναίως. Καὶ γὰρ ᾔδει τοὺς πυκτεύοντας αὐτῷ δαίμονας. ∆ιὸ καὶ λαμπρὸς εὐθέως ἐκ προοιμίων ἐφάνη· ἐξ αὐτῆς τῆς βαλβῖδος καὶ μέχρι τέλους ὅμοιος διέμεινε· μᾶλλον δὲ καὶ ἐπέτεινε τὸν διωγμὸν, ἐγγὺς τοῦ βραβείου γενόμενος. Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι τοσαῦτα πάσχων καὶ ποιῶν, σφόδρα μετριάζειν ᾔδει. Καὶ γὰρ εἰς ἀνάγκην ἐμπεσὼν τῆς διηγήσεως τῶν οἰκείων κατορθωμάτων, ταχέως ἅπαντα παρέδραμε· καίτοι γε μυρίας βίβλους ἐνέπλησεν ἂν, εἰ τῶν εἰρημένων ἕκαστον ἐξαπλῶσαι ἠβούλετο, καὶ τὰς Ἐκκλησίας εἶπεν ἃς ἐμερίμνα, εἰ τὰς φυλακὰς καὶ τὰ ἐν αὐταῖς κατορθώματα, εἰ τῶν ἄλλων καθ' ἑκάστην τὰς περιστάσεις, τὰς ἐφόδους. Ἀλλ' οὐκ ἠθέλησε. Ταῦτ' οὖν καὶ ἡμεῖς εἰδότες, καὶ μετριάζειν μάθωμεν, καὶ μηδέποτε ἐν πλούτῳ καυχᾶσθαι, μηδὲ ἐν τοῖς ἄλλοις βιωτικοῖς, ἀλλ' ἐπὶ ταῖς ὕβρεσι ταῖς διὰ τὸν Χριστὸν, καὶ ἐπὶ ταύταις, ὅταν ἀνάγκη γένηται· ὡς εἰ μηδὲν εἴη τὸ κατεπεῖγον, μηδὲ τούτων μνημονεύωμεν, ἵνα μὴ ἐπαιρώμεθα, ἀλλὰ ἁμαρτημάτων μόνων. Οὕτω γὰρ ἀπαλλαγησόμεθα αὐτῶν ῥᾳδίως, καὶ τὸν Θεὸν ἵλεων ἕξομεν, καὶ τῆς μελλούσης ἐπιτευξόμεθα ζωῆς· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΚΣΤʹ.

Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι. Ἐλεύσομαι γὰρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου.

αʹ. Τί τοῦτο; ὁ τοσαῦτα εἰπὼν, φησὶ, Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι, φησὶν, ὡς

οὐδὲν εἰρηκώς; Οὐχ ὡς οὐδὲν εἰρηκὼς, ἀλλ' ἐπειδὴ μέλλει μεταβαίνειν εἰς ἕτερον εἶδος καυχήσεως, ὃ μισθὸν μὲν οὐκ ἔχει τοσοῦτον, λαμπρότερον δὲ δοκεῖ δεικνύναι τοῖς πολλοῖς, οὐ τοῖς ἀκριβῶς ἐξετάζουσι· φησὶ, Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι. Τὰ γὰρ μεγάλα καυχήματα ταῦτα, ἅπερ ἀπηριθμήσατο, τὰ τῶν πειρασμῶν· ἔχει δὲ καὶ