1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

138

οὐκέτι, τὸ τῆς κεφαλαλγίας. Ἄγγελον τοίνυν σατᾶν λέγει Ἀλέξανδρον τὸν χαλκέα, τοὺς περὶ Ὑμέναιον καὶ Φιλητὸν, πάντας τοὺς ἀντικειμένους τῷ λόγῳ, τοὺς φιλονεικοῦντας αὐτῷ καὶ πολεμοῦντας, τοὺς ἐμβάλλοντας εἰς δεσμωτήριον, τοὺς δέροντας, τοὺς ἀπάγοντας· ἐπειδὴ τὰ τοῦ σατανᾶ ἔπραττον. Ὥσπερ οὖν υἱοὺς διαβόλου καλεῖ τοὺς Ἰουδαίους τὰ ἐκείνου ζηλοῦντας, οὕτω καὶ ἄγγελον σατᾶν ἅπαντα τὸν ἀντιπίπτοντα. Τοῦτο οὖν φησιν, Ἐδόθη μοι σκόλοψ, ἵνα με κολαφίζῃ· οὐχ ὡς τοῦ Θεοῦ τοὺς τοιούτους ὁπλίζοντος, μὴ γένοιτο, οὐ κολάζοντος οὐδὲ τιμωρουμένου, ἀλλὰ συγχωροῦντος καὶ ἀφιέντος τέως. Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα· τουτέστι, πολλάκις. γʹ. Καὶ τοῦτο πολλῆς ταπεινοφροσύνης, τὸ μὴ κρύψαι ὅτι οὐκ ἔφερε τὰς ἐπιβουλὰς, ὅτι ἔκαμνε, καὶ δεήσεως ἐδεῖτο ὑπὲρ ἀπαλλαγῆς. Καὶ εἶπέ μοι· Ἀρκεῖ σοι ἡ χάρις μου ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Τουτέστιν, Ἀρκεῖ σοι ὅτι νεκροὺς ἐγείρεις, ὅτι τυφλοὺς θεραπεύεις, ὅτι λεπροὺς καθαίρεις, ὅτι τὰ ἄλλα θαυματουργεῖς· μὴ ζήτει καὶ τὸ ἀκίνδυνον καὶ τὸ ἀδεὲς καὶ τὸ χωρὶς πραγμάτων κηρύττειν. Ἀλλὰ ἀλγεῖς, καὶ ἀθυμεῖς; Μὴ δόξῃ τοῦτο ἀσθενείας εἶναι ἐμῆς, τὸ πολλοὺς εἶναι τοὺς ἐπιβουλεύοντας καὶ δέροντάς σε καὶ ἐλαύνοντας καὶ μαστίζοντας· τοῦτο μὲν αὐτὸ δείκνυσί μου τὴν δύναμιν· Ἡ γὰρ δύναμίς μου, φησὶν, ἐν ἀσθενείᾳ τελειοῦται· ὅταν διωκόμενοι τῶν διωκόντων περιγίνησθε, ὅταν ἐλαυνόμενοι τῶν ἐλαυνόντων κρατῆτε, ὅταν δεσμούμενοι τοὺς δεσμοῦντας τρέπησθε. Μὴ τοίνυν ζήτει τὰ περιττά. Ὁρᾷς πῶς ἄλλην μὲν αἰτίαν αὐτὸς τίθησιν, ἄλλην δὲ ὁ Θεός; Αὐτὸς μὲν γὰρ λέγει, Ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί· τὸν δὲ Θεὸν εἰρηκέναι φησὶν, ὑπὲρ τοῦ δεῖξαι τὴν δύναμιν αὐτοῦ, τοῦτο συγχωρεῖ. Οὐ τοίνυν περιττὸν μόνον ζητεῖς, ἀλλὰ καὶ ἐπισκοτοῦν τῇ τῆς δυνάμεώς μου δόξῃ πρᾶγμα. Τὸ γὰρ, Ἀρκεῖ σοι, τοῦτο δηλοῦντός ἐστιν, ὡς οὐκ ὀφείλοντος προστεθῆναι ἑτέρου τινὸς, ἀλλ' ὡς τοῦ παντὸς ἀπηρτισμένου. Ὥστε κἀντεῦθεν δῆλον, ὅτι οὐ κεφαλαλγίαν φησίν. Οὐ γὰρ δὴ νοσοῦντες ἐκήρυττον (οὐ γὰρ ἠδύναντο κηρύττειν ἀσθενοῦντες), ἀλλ' ὅτι ἐλαυνόμενοι, διωκόμενοι, πάντων περιεγένοντο. Ἐπειδὴ οὖν ταῦτα ἤκουσα, φησὶν, ἥδιστα οὖν καυχήσομαι ἐν ἀσθενείαις μου. Ἵνα γὰρ μὴ καταπέσωσιν, ἐκείνων τῶν ψευδαποστόλων ἐπὶ τοῖς ἐναντίοις καυχωμένων, καὶ τούτων ὄντων ἐν διωγμοῖς, δείκνυσιν, ὅτι διὰ τοῦτο λαμπρότερος γίνεται, καὶ οὕτω μᾶλλον ἡ δύναμις τοῦ Θεοῦ διαλάμπει, καὶ καυχήσεως ἄξια τὰ γινόμενα. ∆ιό φησιν, Ἥδιστα οὖν καυχήσομαι. Οὐχὶ λυπούμενος ταῦτα εἶπον 61.579 ἅπερ ἀπηριθμησάμην, ἢ τοῦτο ὅπερ εἴρηκα νῦν, ὅτι Ἐδόθη μοι σκόλοψ, ἀλλ' ἐγκαλλωπιζόμενος καὶ πλείονα δύναμιν ἐφελκόμενος. ∆ιὸ καὶ ἐπάγει, Ἵνα ἐπισκηνώσῃ ἐπ' ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ. Ἐνταῦθα καὶ ἕτερόν τι αἰνίττεται, ὅτι ὅσῳ τὰ τῶν πειρασμῶν ἐπετείνετο, τοσούτῳ τὰ τῆς χάριτος ηὔξετο καὶ ἐπέμενε. ∆ιὸ εὐδοκῶ ἐν ἀσθενείαις πολλαῖς. Ποίαις, εἰπέ μοι; Ἐν ὕβρεσιν, ἐν διωγμοῖς, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις. Εἶδες πῶς αὐτὸ νῦν ἀπεκάλυψε σαφέστατα; Λέγων γὰρ τῆς ἀσθενείας τὸ εἶδος, οὐκ εἶπε πυρετοὺς, ἢ περίοδόν τινα τοιαύτην, ἢ ἄλλην ἀῤῥωστίαν σωματικὴν, ἀλλὰ ὕβρεις, διωγμοὺς, στενοχωρίας. Εἶδες ψυχὴν εὐγνώμονα; Ἐπεθύμει ἀπαλλαγῆναι τῶν δεινῶν· ὅτε δὲ ἤκουσε παρὰ τοῦ Θεοῦ, ὅτι οὐ δεῖ τοῦτο γίνεσθαι, οὐ μόνον οὐκ ἠθύμησεν ἀποτυχὼν τῆς εὐχῆς, ἀλλὰ καὶ ηὐφράνθη. ∆ιὸ ἔλεγεν, Εὐδοκῶ, χαίρω, ἐπιθυμῶ, ὑβρίζεσθαι, διώκεσθαι, στενοχωρεῖσθαι ὑπὲρ Χριστοῦ. Ταῦτα δὲ ἔλεγε, κἀκείνους καταστέλλων, καὶ τούτων ἐπαίρων τὰ φρονήματα, ἵνα μὴ αἰσχύνωνται τοῖς Παύλου παθήμασιν. Ἀρκεῖ γὰρ ἡ ὑπόθεσις πάντων ποιῆσαι λαμπροτέρους. Εἶτα καὶ ἄλλην αἰτίαν τίθησιν· Ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι. Τί θαυμάζεις, εἰ τοῦ Θεοῦ ἡ δύναμις τότε διαδείκνυται; καὶ ἐγὼ τότε δυνατός εἰμι· τότε γὰρ μάλιστα ἡ χάρις ἐπῄει. Καθὼς γὰρ περισσεύει τὰ παθήματα αὐτοῦ, περισσεύει καὶ ἡ παράκλησις ἡμῶν. Ὅπου θλίψις, ἐκεῖ καὶ παράκλησις· ὅπου παράκλησις, ἐκεῖ καὶ χάρις. Ὅτε γοῦν ἐνέπεσεν εἰς τὸ