1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

141

τοῦτο ἐν τῷ σήματι οἱ βασιλεῖς τοῖς ἁλιεῦσι. Καὶ οἱ μὲν ὥσπερ δεσπόται τοῦ τόπου τὰ ἔνδον κατέχουσιν, οἱ δὲ ὡς πάροικοι καὶ γείτονες ἠγάπησαν τὴν αὔλειον αὐτοῖς ἀφορισθῆναι θύραν, ἀπὸ τῶν ἐνταῦθα καὶ τοῖς ἀπίστοις ἐπιδεικνύντες, ὅτι πλείων ἐν τῇ ἀναστάσει ἡ ὑπεροχὴ ἔσται τοῖς ἁλιεῦσιν. Εἰ γὰρ ἐνταῦθα οὕτως ἐν τοῖς τάφοις, πολλῷ μᾶλλον ἐν τῇ ἀναστάσει. Καὶ ἀντήλλακται ἡ τάξις· οἱ μὲν βασιλεῖς οἰκετῶν καὶ ὑπηρετῶν, οἱ δὲ ἀρχόμενοι βασιλέων τὴν ἀξίαν περίκεινται, μᾶλλον δὲ καὶ λαμπροτέραν. Καὶ ὅτι οὐ κολακεία τὸ πρᾶγμα, αὕτη δείκνυσιν ἡ ἀλήθεια· ἀπὸ γὰρ ἐκείνων καὶ οὗτοι λαμπρότεροι γεγόνασι. Πολὺ γὰρ τῶν ἄλλων τάφων τῶν βασιλικῶν τὰ σήματα ταῦτα σεμνότερα· ἐκεῖ μὲν γὰρ πολλὴ ἡ ἐρημία, ἐνταῦθα δὲ πολλὴ ἡ πανήγυρις. Εἰ δὲ βούλει καὶ ταῖς βασιλικαῖς παραβαλεῖν αὐλαῖς τοὺς τάφους τούτους, πάλιν ἐνταῦθα τὰ νικητήρια. Ἐκεῖ μὲν γὰρ πολλοὶ οἱ σοβοῦντες, ἐνταῦθα δὲ πολλοὶ οἱ καλοῦντες καὶ ἐπισπώμενοι πλουσίους, πένητας, ἄνδρας, γυναῖκας, δούλους, ἐλευθέρους· ἐκεῖ πολὺς ὁ φόβος, ἐνταῦθα ἄφατος ἡ ἡδονή. Ἀλλὰ γλυκὺ θέαμα χρυσοφοροῦντα βασιλέα καὶ ἐστεφανωμένον ἰδεῖν, καὶ παρεστῶτας στρατηγοὺς, ἄρχοντας, ταξιάρχους, φυλάρχους, ὑπάρχους. Ἀλλὰ τὰ ἐνταῦθα τοσούτῳ σεμνότερα καὶ φρικωδέστερα, ὡς ἐκεῖνα σκηνὴν εἶναι καὶ παιδιὰν νομίσαι πρὸς ταῦτα. Ἅμα γὰρ ἐπέβης τῶν οὐδῶν, καὶ πρὸς τὸν οὐρανὸν ὁ τόπος τὴν διάνοιαν παρέπεμψε, πρὸς τὸν ἄνω βασιλέα, πρὸς τὸ στρατόπεδον τὸ τῶν ἀγγέλων, πρὸς τὸν θρόνον τὸν ὑψηλὸν, πρὸς τὴν δόξαν τὴν ἀπρόσιτον. Καὶ ἐνταῦθα μὲν ὑπέταξεν ἄρχοντι τῶν ὑποκειμένων τὸν μὲν λῦσαι, τὸν δὲ δῆσαι· τὰ δὲ ὀστᾶ 61.583 τῶν ἁγίων οὐ ταύτην ἔχει τὴν ἐξουσίαν τὴν οἰκτρὰν καὶ ταπεινὴν, ἀλλ' ἐκείνην τὴν πολλῷ μείζονα. ∆αίμονας γὰρ παρίστησι καὶ βασανίζει, καὶ τῶν δεσμῶν ἐκείνων τῶν πικροτάτων ἀπολύει τοὺς δεδεμένους. Τί φοβερώτερον τοῦ δικαστηρίου τούτου; Οὐδενὸς ὁρωμένου, οὐδενὸς ἐπικειμένου ταῖς πλευραῖς τοῦ δαίμονος, φωναὶ καὶ σπαραγμοὶ, μάστιγες, βάσανοι, γλῶσσαι ἐμπιπράμεναι, τοῦ δαίμονος οὐ φέροντος τὴν θαυμαστὴν δύναμιν ἐκείνην. Καὶ οἱ τὰ σώματα φορέσαντες, τῶν ἀσωμάτων κρατοῦσι δυνάμεων· ἡ κόνις καὶ τὰ ὀστᾶ καὶ ἡ τέφρα τὰς ἀοράτους ἐκείνας διαξαίνει φύσεις. ∆ιὰ δὴ τοῦτο ὑπὲρ μὲν τοῦ βασιλικὰς ἰδεῖν αὐλὰς οὐδεὶς ἄν ποτε ἀποδημήσειε· βασιλεῖς δὲ πολλοὶ πολλάκις ἀποδεδημήκασι ταύτης ἕνεκεν τῆς θεωρίας. 61.584 Τῆς γὰρ μελλούσης κρίσεως ἴχνη καὶ σύμβολα τὰ μαρτύρια τῶν ἁγίων παρέχεται, δαιμόνων μαστιζομένων, ἀνθρώπων κολαζομένων καὶ ἐλευθερουμένων. Εἶδες τῶν ἁγίων τὴν δύναμιν καὶ τετελευτηκότων; εἶδες τῶν ἁμαρτωλῶν τὴν ἀσθένειαν καὶ ζώντων; Φύγε τοίνυν τὴν κακίαν, ἵνα κρατῇς τῶν τοιούτων, καὶ δίωκε μετὰ σπουδῆς ἁπάσης τὴν ἀρετήν. Εἰ γὰρ τὰ ἐνταῦθα τοιαῦτα, ἐννόησον ἡλίκα τὰ μέλλοντα. Καὶ τῷ ἔρωτι τούτῳ διηνεκῶς κατεχόμενος, ἐπιλαμβάνου τῆς αἰωνίου ζωῆς· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΚΖʹ. Γέγονα ἄφρων καυχώμενος· ὑμεῖς με ἠναγκάσατε. Ἐγὼ γὰρ ὤφειλον

ὑφ' ὑμῶν συνίστασθαι. αʹ. Ἀπαρτίσας τὸν περὶ τῶν οἰκείων ἐγκωμίων λόγον, οὐκ ἔστη μέχρι τούτου,

ἀλλὰ ἀπολογεῖται πάλιν, καὶ συγγνώμην ὑπὲρ τῶν εἰρημένων αἰτεῖ, ἀνάγκης εἶναι λέγων τὸ πρᾶγμα, οὐ προαιρέσεως. Ἀλλ' ὅμως καὶ ἀνάγκης οὔσης, ἄφρονα ἑαυτὸν