1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

142

καλεῖ. Ἀρχόμενος μὲν οὖν ἔλεγεν, Ὡς ἄφρονα δέξασθέ με, καὶ, Ὡς ἐν ἀφροσύνῃ· νυνὶ δὲ τὸ, ὡς, ἀνελὼν, ἄφρονα ἑαυτὸν καλεῖ. Μετὰ γὰρ τὸ κατασκευάσαι διὰ τῶν εἰρημένων ἅπερ ἤθελε, θαῤῥῶν λοιπὸν καὶ ἀφειδῶς ἐπιλαμβάνεται τοῦ τοιούτου ἐλαττώματος, παιδεύων ἅπαντας μηδέποτε ἀνάγκης οὐκ οὔσης, ἑαυτόν τινα ἐγκωμιάζειν, ὅπου γε καὶ αἰτίας ὑποκειμένης, ἄφρονα ἑαυτὸν ὁ Παῦλος ὠνόμασεν. Εἶτα καὶ τὴν αἰτίαν τῶν εἰρημένων οὐκ ἐπὶ τοὺς ψευδαποστόλους, ἀλλ' ἐπὶ τοὺς μαθητὰς ἅπασαν περιτρέπει. Ὑμεῖς γὰρ, φησὶν, ἠναγκάσατε. Εἰ μὲν γὰρ ἐκαυχῶντο, καὶ μὴ μετὰ τῆς ὑμετέρας τοῦτο ἐποίουν πλάνης, μηδὲ ὑμᾶς ἀπώλλυον, οὐκ ἂν οὕτω προήχθην εἰς τούτους ἐμαυτὸν καθεῖναι τοὺς λόγους· ἐπειδὴ δὲ ὁλόκληρον Ἐκκλησίαν διέφθειρον, πρὸς τὸ συμφέρον ὑμῖν ὁρῶν, ἠναγκάσθην ἄφρων γενέσθαι. Καὶ οὐκ εἶπεν· Ἔδεισα γὰρ μὴ τὰ πρωτεῖα παρ' ὑμῖν ἐνεγκάμενοι, τὰ παρ' ἑαυτῶν κατασπείρωσιν· ἀλλὰ τοῦτο μὲν οὖν ἀνωτέρω τέθεικεν εἰπὼν, Φοβοῦμαι μή πως, ὡς ὁ ὄφις Εὔαν ἠπάτησεν, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ αὐθεντικώτερον, καὶ μετὰ πλείονος ἐξουσίας, ἔχων ἐκ τῶν εἰρημένων τὴν παῤῥησίαν. Ἐγὼ γὰρ ὤφειλον ὑφ' ὑμῶν συνίστασθαι. Εἶτα καὶ τὴν αἰτίαν τίθησι· καὶ οὐ λέγει πάλιν τὰς ἀποκαλύψεις, οὐδὲ τὰ σημεῖα μόνον, ἀλλὰ καὶ τοὺς πειρασμούς. Οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερλίαν ἀποστόλων. Ὅρα πῶς πάλιν καὶ ἐνταῦθα ἐξουσιαστικώτερον φθέγγεται. Ἔμπροσθεν μὲν γὰρ ἔλεγε· Λογίζομαι μηδὲν ὑστερηκέναι· 61.584 ἐνταῦθα δὲ ἀποφαντικῶς οὕτως, ὅπερ εἶπον, μετὰ τὰς ἀποδείξεις, θαῤῥῶν φθέγγεται λοιπόν· οὐ μὴν δὲ οὕτως ἀφίσταται τοῦ μέτρου, οὐδὲ τοῦ οἰκείου ἤθους. Ὥσπερ γὰρ μέγα τι εἰρηκὼς καὶ τὴν ἀξίαν ὑπερβαῖνον τὴν ἑαυτοῦ, ὅτι μετὰ τῶν ἀποστόλων ἑαυτὸν ἠρίθμησεν, οὕτω μετριάζει πάλιν, καὶ ἐπάγει λέγων· Εἰ καὶ οὐδέν εἰμι, τὰ σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν. Μὴ τοῦτο ἴδῃς, φησὶν, εἰ εὐτελὴς ἐγὼ καὶ μικρὸς, ἀλλ' εἰ μὴ τούτων ἀπήλαυσας, ὧν παρ' ἀποστόλου ἀπολαῦσαι ἐχρῆν. Καὶ οὐκ εἶπεν, εὐτελὴς, ἀλλ', ὃ κατώτερον ἦν, Οὐδέν. Τί γὰρ ὄφελος μέγαν εἶναι, καὶ μηδένα ὠφελεῖν; ὥσπερ οὖν οὐδὲ ἰατροῦ κέρδος ἐμπείρου, μηδένα τῶν καμνόντων ἰωμένου. Μὴ τοίνυν, φησὶ, τοῦτο ἐξέταζε, ὅτι οὐδὲν ἐγὼ, ἀλλ' ἐκεῖνο σκόπει, ὅτι ἐν οἷς ὑμᾶς εὖ παθεῖν ἔδει, οὐδὲν ὑστέρησα, ἀλλ' ἐγὼ τὴν πεῖραν ἔδωκα τῆς ἐμῆς ἀποστολῆς. Οὐ τοίνυν ἔδει λόγων τῶν παρ' ἐμοῦ. Ταῦτα δὲ ἔλεγεν, οὐ τοῦ συνίστασθαι χρῄζων· πῶς γὰρ, ὁ καὶ τὸν οὐρανὸν μικρὸν ἡγούμενος πρὸς τὸν τοῦ Χριστοῦ πόθον; ἀλλὰ τῆς σωτηρίας τῆς ἐκείνων ἐφιέμενος. Εἶτα ἵνα μὴ λέγωσι, Καὶ τί πρὸς ἡμᾶς, εἰ καὶ μηδὲν ὑστέρησας τῶν ὑπερλίαν ἀποστόλων; διὰ τοῦτο ἐπήγαγεν, ὅτι Ἐν ὑμῖν κατειργάσθη τὰ σημεῖα τοῦ ἀποστόλου, ἐν πάσῃ ὑπομονῇ καὶ σημείοις καὶ τέρασι. Βαβαὶ πηλίκον πέλαγος κατορθωμάτων ἐν ὀλίγοις ῥήμασι παρέδραμε. Καὶ θέα ποῖον πρῶτον τίθησι· τὴν ὑπομονήν. Τοῦτο γὰρ ἀποστόλου δεῖγμα, τὸ φέρειν πάντα γενναίως. Τοῦτο μὲν γὰρ ἐν βραχεῖ, διὰ μικρᾶς λέξεως· τὸ δὲ τῶν σημείων, ἅπερ οὐκ ἦν αὐτοῦ κατορθώματα, διὰ πλειόνων. Ἐννόησον γὰρ πόσα δεσμωτήρια, πόσας πληγὰς, πόσους κινδύνους, πόσας ἐπιβουλὰς, πόσας νιφάδας πειρασμῶν ἐνταῦθα ᾐνίξατο, πόσους πολέμους ἐμφυλίους, ἐξωτικοὺς, πόσας ὀδύνας, πόσας προσβολὰς διὰ τοῦ ὀνόματος τῆς ὑπομονῆς· διὰ τῶν σημείων πάλιν, πόσους νεκροὺς ἐγερθέντας, πόσους τυφλοὺς θεραπευθέντας, πόσους 61.585 λεπροὺς καθαρισθέντας, πόσους δαίμονας ἐλαθέντας. Ταῦτα ἀκούοντες, μανθάνωμεν, εἰ εἰς ἀνάγκην ἐμπέσωμεν τοιούτων διηγημάτων, συντέμνειν ἡμῶν τὰ κατορθώματα· ὃ καὶ αὐτὸς ἐποίησεν. βʹ. Εἶτα ἵνα μὴ λέγωσί τινες, Εἰ γὰρ καὶ μέγας, καὶ πολλὰ εἰργάσω, ἀλλ' οὐ τοσαῦτα, ὅσα ἐν ταῖς λοιπαῖς Ἐκκλησίαις οἱ ἀπόστολοι, ἐπήγαγε· Τί γάρ ἐστιν ὃ ἡττήθητε ὑπὲρ τὰς λοιπὰς Ἐκκλησίας; Οὐκ ἐλάττονος, φησὶ, μετέσχετε χάριτος τῶν λοιπῶν. Ἀλλ' ἴσως εἴποι τις ἂν, Τί δήποτε πρὸς τοὺς ἀποστόλους τρέπει τὸν λόγον, τὴν πρὸς τοὺς ψευδαποστόλους μάχην ἀφείς; Ἐκ περιουσίας ἀναστῆσαι βουλόμενος αὐτῶν τὰ