1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

146

ἑαυτοὺς ὦμεν, καὶ τὴν ἐκεῖθεν ἀποστήσομεν βοήθειαν· ἐκείνης δὲ ἀποστάσης, πολλὴν τὸ σῶμα δέξεται λύμην, οὐ σφιγγόμενον ἄνωθεν. Ἵν' οὖν μὴ τοῦτο γένηται, βασκανίαν καὶ φθόνον ἀπελάσαντες, καὶ τῆς τῶν πολλῶν ὑπεριδόντες δόξης, ἀγάπην καὶ ὁμόνοιαν ἀσπαζώμεθα. Οὕτω γὰρ καὶ τῶν παρόντων, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΚΗʹ. Ἔστω δὲ, αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν, ἀλλ' ὑπάρχων πανοῦργος, δόλῳ ὑμᾶς ἔλαβον. Μή τινα ὧν ἀπέστειλα πρὸς ὑμᾶς, δι' αὐτοῦ

ἐπλεονέκτησα ὑμᾶς; Παρεκάλεσα Τίτον, καὶ συναπέστειλα τὸν ἀδελφόν. Μήτι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν;

οὐ τοῖς αὐτοῖς ἴχνεσιν;

αʹ. Ἀσαφῶς σφόδρα εἴρηται ταυτὶ τῷ Παύλῳ τὰ ῥήματα, ἀλλ' οὐ μάτην οὐδὲ εἰκῆ. Ἐπειδὴ γὰρ περὶ χρημάτων ὁ λόγος καὶ ἀπολογίας τῆς ὑπὲρ τούτων, εἰκότως συνεσκίασται τὰ εἰρημένα. Τί ποτ' οὖν ἐστι τὸ εἰρημένον; Εἶπεν, ὅτι Οὐκ ἔλαβον, ἀλλ' ἕτοιμός εἰμι καὶ προσδοῦναι καὶ δαπανῆσαι· καὶ πολλὰ περὶ τούτου καὶ ἐν τῇ προτέρᾳ καὶ ἐν ταύτῃ διελέχθη τῇ Ἐπιστολῇ. Νῦν δὲ ἕτερόν τι λέγει, ὥσπερ ἐξ ἀντιθέσεως εἰσάγων τὸν λόγον, καὶ λύων προηγουμένως. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐγὼ μὲν ὑμᾶς οὐκ ἐπλεονέκτησα· ἔχει δέ τις ἴσως εἰπεῖν, ὅτι Αὐτὸς μὲν οὐκ ἔλαβον, πανοῦργος δὲ ὢν παρεσκεύασα τοὺς ὑπ' ἐμοῦ ἀποσταλέντας εἰς οἰκεῖον πρόσωπον αἰτῆσαί τι παρ' ὑμῶν, καὶ δι' ἐκείνων αὐτὸς ἐδεξάμην, τοῦ δοκεῖν εἰληφέναι ἐμαυτὸν ἔξω τιθεὶς, δι' ἑτέρων λαμβάνων. Ἀλλ' οὐδὲ τοῦτο ἔχοι τις ἂν εἰπεῖν· καὶ μάρτυρες ὑμεῖς. ∆ιὸ καὶ κατ' ἐρώτησιν προάγει τὸν λόγον, λέγων· Παρεκάλεσα Τίτον, καὶ συναπέστειλα τὸν ἀδελφόν. Μήτι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; οὐχ ὁμοίως καὶ αὐτὸς ἐμοὶ περιεπάτησε; Τουτέστιν, οὐδὲ αὐτὸς ἔλαβεν. Εἶδες πόση ἐπίτασις ἀκριβείας, τῷ μὴ μόνον ἑαυτὸν καθαρὸν τηρεῖν τοῦ λήμματος, ἀλλὰ καὶ τοὺς ὑπ' αὐτοῦ πεμπομένους οὕτω ῥυθμίζειν, ἵνα μηδὲ μικρὰν δῷ πρόφασιν τοῖς ἐπιλαμβάνεσθαι βουλομένοις. Τοῦτο γὰρ πολλῷ μεῖζον οὗ πεποίηκεν ὁ πατριάρχης. Ἐκεῖνος μὲν γὰρ ἀπὸ τῆς νίκης ἐπαν 61.590 ελθὼν, τοῦ βασιλέως διδόντος λάφυρα, οὐκ ἔφη λήψεσθαι, πλὴν ὧν ἔφαγον ἐκεῖνοι· οὗτος δὲ οὔτε τῆς ἀναγκαίας τροφῆς οὔτε αὐτὸς ἀπήλαυσεν, οὔτε τοὺς κοινωνοὺς ἀφῆκε μετασχεῖν, ἐκ πολλοῦ τοῦ περιόντος ἐπιστομίζων τῶν ἀναισχύντων τὰ στόματα. ∆ιὰ τοῦτο οὐδὲ ἀποφαίνεται, οὐδὲ λέγει ὅτι οὐδὲ ἐκεῖνοι ἔλαβον, ἀλλ' ὃ πολλῷ τούτου μεῖζον ἦν, αὐτοὺς παράγει μάρτυρας τοὺς Κορινθίους τοῦ μηδὲν αὐτοὺς εἰληφέναι, ἵνα μὴ ἐξ οἰκείου προσώπου δοκῇ μαρτυρεῖν, ἀλλ' ἀπὸ τῆς ἐκείνων ψήφου· ὅπερ εἰώθαμεν ἐπὶ τῶν σφόδρα ὡμολογημένων, καὶ ὑπὲρ ὧν θαῤῥοῦμεν, ποιεῖν. Εἴπατε γὰρ, φησὶ, μή τις τῶν παρ' ὑμῶν ἀποσταλέντων ἐπλεονέκτησεν ὑμᾶς; Οὐκ εἶπε, Μή τις ἔλαβέ τι παρ' ὑμῶν; ἀλλὰ πλεονεξίαν τὸ πρᾶγμα καλεῖ, καθαπτόμενος αὐτῶν, καὶ σφόδρα ἐντρέπων, καὶ δεικνὺς ὅτι τὸ παρὰ ἄκοντος λαβεῖν, πλεονεξία. Καὶ οὐκ εἶπε, Μὴ Τίτος; ἀλλὰ, Μή τις; Οὐδὲ γὰρ τοῦτο ἂν ἔχοιτε εἰπεῖν, φησὶν, ὅτι ὁ δεῖνα μὲν οὐκ ἔλαβεν, ἕτερος δὲ ἔλαβεν. Οὐδὲ εἷς τῶν ἀφικομένων. Παρεκάλεσα Τίτον. Καὶ τοῦτο πληκτικῶς. Οὐ γὰρ εἶπεν, Ἔπεμψα Τίτον, ἀλλὰ, Παρεκάλεσα, δεικνὺς ὅτι καὶ εἰ ἔλαβε, δικαίως ἂν ἔλαβεν, ἀλλ' ὅμως καὶ οὕτω καθαρὸς ἔμεινε. ∆ιὸ πάλιν αὐτοὺς ἐρωτᾷ λέγων, Μή τι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν; Τί ἐστι, Τῷ αὐτῷ πνεύματι; Τῇ χάριτι τὸ πᾶν ἀνατίθησι, καὶ δείκνυσιν, ὅτι ὅλον τὸ ἐγκώμιον τοῦτο, οὐ