1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

147

τῶν ἡμετέρων πόνων, ἀλλὰ τῆς τοῦ Πνεύματος δωρεᾶς κατόρθωμα ἦν, καὶ τῆς χάριτος. Καὶ γὰρ χάρις ἦν μεγίστη, τὸ καὶ ὑστεροῦντας καὶ λιμώττοντας μὴ λαμβάνειν διὰ τὴν τῶν μαθητευομένων οἰκοδομήν. Οὐ τοῖς αὐτοῖς ἴχνεσιν; Τουτέστιν, οὐδὲ μικρὸν παρήλλαξαν ἐκεῖνοι ταύτην τὴν ἀκρί 61.591 βειαν, ἀλλὰ τὸν αὐτὸν κανόνα διετήρησαν. Πάλιν δοκεῖτε, ὅτι ὑμῖν ἀπολογούμεθα; Εἶδες πῶς πανταχοῦ δέδοικε μὴ κολακείας δόξαν λάβῃ; εἶδες φρόνησιν ἀποστολικὴν, πῶς συνεχῶς αὐτὸ τίθησι; Καὶ γὰρ ἔμπροσθεν ἔλεγεν, Οὐ πάλιν ἑαυτοὺς συνιστάνομεν, ἀλλ' ἀφορμὴν διδόντες ὑμῖν καυχήματος· καὶ ἐν προοιμίοις τῆς Ἐπιστολῆς, Μὴ χρῄζομεν συστατικῶν ἐπιστολῶν; Τὰ δὲ πάντα ὑπὲρ τῆς οἰκοδομῆς ὑμῶν. Πάλιν αὐτοὺς θεραπεύει. Καὶ οὐδὲ ἐνταῦθα σαφῶς φησιν, ὅτι ∆ιὰ τοῦτο οὐ λαμβάνομεν, διὰ τὴν ἀσθένειαν ὑμῶν, ἀλλ' ἵνα οἰκοδομήσωμεν ὑμᾶς· σαφέστερον μὲν ἢ πρότερον εἰπὼν, καὶ ἐκκαλύψας ὅπερ ὤδινεν, οὐ μὴν πληκτικῶς. Οὐ γὰρ εἶπε, ∆ιὰ τὴν ἀσθένειαν ὑμῶν, ἀλλ', Ἵνα οἰκοδομηθῆτε. Φοβοῦμαι γὰρ μή πως ἐλθὼν, οὐχ οἵους θέλω, εὕρω ὑμᾶς, καὶ ἐγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε. Μέλλει μέγα τι καὶ φορτικὸν λέγειν. ∆ιὰ τοῦτο καὶ τὴν ἀπολογίαν τίθησι, τῷ τε εἰπεῖν, ὅτι Πάντα ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς, καὶ τῷ προσθεῖναι, ὅτι Φοβοῦμαι, τὸ τραχὺ καταστέλλων τῶν μελλόντων λεχθήσεσθαι. Τοῦτο γὰρ οὐκέτι αὐθαδείας ἦν οὐδὲ ἐξουσίας διδασκαλικῆς, ἀλλὰ κηδεμονίας πατρικῆς, ὅταν τῶν ἡμαρτηκότων μᾶλλον φοβῆται, καὶ τρέμῃ τὸ μέλλον αὐτοὺς διορθοῦν. Ἀλλ' οὐδὲ οὕτως αὐτῶν κατατρέχει, οὐδὲ ἀποφαίνεται, ἀλλ' ἐνδοιάζων φησὶ, Μή πως ἐλθὼν οὐχ οἵους θέλω. Οὐκ εἶπεν, ἐναρέτους, ἀλλ', Οὐχ οἵους θέλω, διὰ πάντων τὰ τῆς φιλίας ἐνδεικνύμενος ὀνόματα. Καὶ τὸ Εὕρω δὲ, τὸ παρὰ προσδοκίαν δηλοῦντός ἐστιν, ὡσπεροῦν καὶ τὸ Εὑρεθῶ ὑμῖν. Οὐ γὰρ προαιρέσεως τὸ πρᾶγμα, ἀλλὰ ἀνάγκης τὴν αἰτίαν παρ' ὑμῶν λαμβανούσης. ∆ιό φησιν, Εὑρεθῶ οἷον οὐ θέλετε. Ἐνταῦθα οὐκ εἶπεν, Οἷον οὐ θέλω· ἀλλὰ πληκτικώτερον, Οἷον οὐ βούλεσθε. Λοιπὸν γὰρ αὐτοῦ βούλημα ἦν, οὐχὶ προηγούμενον μὲν, βούλημα δ' οὖν ὅμως. Ἠδύνατο μὲν γὰρ πάλιν εἰπεῖν, Οἷον οὐ θέλω, καὶ οὕτω δεῖξαι τὴν ἀγάπην· ἀλλ' οὐ βούλεται ἐκλῦσαι τὸν ἀκροατήν. Μᾶλλον δὲ καὶ τραχύτερος ὁ λόγος οὕτως ἐγίνετο· νῦν δὲ καὶ ἔπληξε μειζόνως, καὶ ἡμερώτερον ἑαυτὸν ἔδειξε. Τοῦτο γὰρ αὐτοῦ τῆς σοφίας ἐστὶν ἴδιον, τὸ βαθύτερον τέμνοντα, ἡμερώτερον πλήττειν. Εἶτα ἐπειδὴ ἀσαφῶς εἶπεν, ἐκκαλύπτει αὐτὸ λέγων, Μή πως ἔρις, ζῆλοι, θυμοὶ, καταλαλιαὶ, ψιθυρισμοὶ, φυσιώσεις. Καὶ ὃ πρῶτον ἔμελλε τιθέναι, τοῦτο ὕστερον τίθησι· κατ' αὐτοῦ γὰρ ἀπενοοῦντο. Ἵνα οὖν μὴ δόξῃ προηγουμένως τὸ ἑαυτοῦ ζητεῖν, τὸ κοινὸν λέγει πρῶτον. βʹ. Ταῦτα γὰρ πάντα ἀπὸ βασκανίας ἐτίκτετο, αἱ διαβολαὶ, αἱ κατηγορίαι, αἱ διαστάσεις. Ὥσπερ γάρ τις ῥίζα μονηρὰ ἡ βασκανία τὸν θυμὸν, τὴν κατηγορίαν, τὴν ἀπόνοιαν, τὰ ἄλλα πάντα ἔτικτε, καὶ παρ' αὐτῶν ηὔξετο μειζόνως. Μὴ πάλιν ἐλθόντα με ταπεινώσῃ ὁ Θεός μου πρὸς ὑμᾶς. Καὶ τὸ, Πάλιν, πλήττοντος ἦν. Ἀρκεῖ γὰρ τὰ πρότερα, φησίν· ὃ καὶ ἀρχόμενος ἔλεγεν, ὅτι Φειδόμενος ὑμῶν οὐκ ἦλθον εἰς Κόρινθον. Εἶδες πῶς καὶ ἀγανάκτησιν δείκνυσι καὶ φιλοστοργίαν; Τί δέ ἐστι, Ταπεινώσῃ; Καὶ μὴν δόξα αὕτη ἐστὶ, τὸ ἐγκαλεῖν, τὸ τιμωρεῖσθαι, τὸ εὐ 61.592 θύνας ἀπαιτεῖν, τὸ ἐν τάξει δικαστοῦ καθέζεσθαι· ἀλλ' ὅμως ταπείνωσιν αὐτὸ καλεῖ. Τοσοῦτον ἀπεῖχεν αἰσχύνεσθαι τῇ ταπεινώσει ἐκείνῃ, ὅτι ἡ παρουσία τοῦ σώματος ἀσθενὴς, καὶ ὁ λόγος ἐξουθενημένος ὅτι καὶ διηνεκῶς ἠβούλετο ἐν τούτῳ εἶναι, καὶ τοὐναντίον ἀπηύχετο. Καὶ λέγει αὐτὸ προϊὼν σαφέστερον, καὶ ταπείνωσιν τοῦτο μάλιστα ἡγεῖται, τὸ εἰς τοιαύτην ἐμπεσεῖν ἀνάγκην τοῦ κολάζειν, τοῦ τιμωρεῖσθαι. Καὶ τίνος ἕνεκεν οὐκ εἶπε, Μὴ ἐλθὼν ταπεινωθῶ, ἀλλὰ, Μὴ ἐλθόντα με ταπεινώσῃ ὁ Θεός μου; Ὅτι εἰ μὴ δι' αὐτὸν, οὐκ ἂν ἐπεστράφην, οὐκ ἂν ἐφρόντισα. Οὐδὲ γὰρ ὡς ἐξουσίαν ἔχων καὶ αὐθαδιζόμενος ἀπαιτῶ δίκην, ἀλλὰ διὰ τὸ αὐτοῦ ἐπίταγμα. Ἀνωτέρω μὲν οὖν αὐτὸ τίθησι λέγων, Εὑρεθῶ οἷον οὐ θέλετε· ἐνταῦθα δὲ καθυφίησι, καὶ ἡμερώτερον καὶ