1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

148

πραότερον φθέγγεται λέγων, Πενθήσω πολλοὺς τῶν ἡμαρτηκότων. Οὐχ ἁπλῶς ἡμαρτηκότων, ἀλλὰ τῶν μὴ μετανοησάντων. Καὶ οὐκ εἶπε, πάντας, ἀλλὰ, Πολλούς· καὶ οὐδὲ τούτους ποιεῖ φανεροὺς, διδοὺς κἀντεῦθεν ῥᾳδίαν αὐτοῖς τὴν πρὸς τὴν μετάνοιαν ἐπάνοδον· καὶ δῆλον ποιῶν, ὅτι δύναται μετάνοια τὰ πεπλημμελημένα διορθῶσαι, τοὺς μὴ μετανοοῦντας πενθεῖ, τοὺς τὰ ἀνίατα νοσοῦντας, τοὺς ἐν τῷ τραύματι μένοντας. Ἐννόησον τοίνυν ἀποστολικὴν ἀρετὴν, ὅταν μηδὲν ἑαυτῷ συνειδὼς πονηρὸν, ὑπὲρ ἀλλοτρίων θρηνῇ κακῶν, καὶ ὑπὲρ τῶν ἑτέροις πεπλημμελημένων ταπεινῶται. Τοῦτο γὰρ μάλιστα τοῦ διδασκάλου, τὸ οὕτω συναλγεῖν ταῖς τῶν μαθητῶν συμφοραῖς, τὸ κόπτεσθαι καὶ πενθεῖν ἐπὶ τοῖς τραύμασι τῶν ἀρχομένων. Εἶτα λέγει καὶ τὸ εἶδος τῆς ἁμαρτίας· Ἐπὶ τῇ ἀσελγείᾳ καὶ ἀκαθαρσίᾳ ᾗ ἔπραξαν. Καὶ αὐτὸς μὲν ἐνταῦθα πορνείαν αἰνίττεται· εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, καὶ ἅπαν εἶδος ἁμαρτίας τούτῳ δύναται καλεῖσθαι τῷ ὀνόματι. Εἰ γὰρ καὶ κατ' ἐξοχὴν ὁ πόρνος καὶ ὁ μοιχὸς λέγεται ἀκάθαρτος, ἀλλ' ὅμως καὶ τὰ ἄλλα ἁμαρτήματα ἀκαθαρσίαν ἐμποιεῖ τῇ ψυχῇ. ∆ιὰ δὴ τοῦτο καὶ ὁ Χριστὸς ἀκαθάρτους καλεῖ τοὺς Ἰουδαίους, οὐχὶ πορνείαν αὐτοῖς ἐγκαλῶν μόνον, ἀλλὰ καὶ πονηρίαν ἑτέραν. ∆ιὸ καί φησι, ποιῆσαι καὶ τὸ ἔξω καθαρόν· καὶ, ὅτι Οὐ τὰ εἰσερχόμενα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐξερχόμενα· καὶ ἀλλαχοῦ εἴρηται, Ἀκάθαρτος παρὰ Κυρίῳ πᾶς ὑψηλοκάρδιος. Καὶ εἰκότως. Οὐδὲν γὰρ ἀρετῆς καθαρώτερον, οὐδὲν κακίας ἀκαθαρτότερον· ἡ μὲν γὰρ ἡλίου λαμπροτέρα ἐστὶν, ἡ δὲ βορβόρου δυσωδεστέρα. Καὶ ταῦτα μαρτυρήσαιεν ἂν καὶ αὐτοὶ οἱ ἐν τῷ βορβόρῳ κυλινδούμενοι, καὶ οἱ ἐν τῷ σκότῳ διάγοντες, ὅταν μικρὸν γοῦν τις αὐτοὺς διαβλέψαι παρασκευάζῃ. Ἕως μὲν γὰρ ἂν καθ' ἑαυτοὺς ὦσι, καὶ μεθύωσι τῷ πάθει, καθάπερ ἐν σκότῳ διατρίβοντες ἀσχημόνως κεῖνται μετὰ πολλῆς τῆς αἰσχρότητος, αἰσθανόμενοι μὲν καὶ τότε ἔνθα εἰσὶν, οὐκ ἀκριβῶς δέ· ἐπειδὰν δὲ ἴδωσί τινα αὐτοὺς ἐλέγχοντα τῶν ἐν ἀρετῇ βιούντων, ἢ καὶ φανέντα μόνον, τότε σαφέστερον αὑτῶν διαγινώσκουσι τὴν ἀθλιότητα, καὶ ὥσπερ ἀκτῖνος ἀφεθείσης, οὕτω περιστέλλουσι τὴν οἰκείαν ἀσχημοσύνην, καὶ τοὺς συνειδότας ἐρυθριῶσι, κἂν ὁ μὲν δοῦλος, ὁ δὲ ἐλεύθερος ᾖ, καὶ ὁ μὲν βασιλεὺς, ὁ δὲ ἀρχόμενος. Οὕτω 61.593 ἰδὼν τὸν Ἠλίαν ὁ Ἀχαὰβ ᾐσχύνετο, καὶ μηδέπω μηδὲν εἰρηκότος ἐκείνου, ἀπὸ τῆς ὄψεως αὐτοῦ μόνης ἁλούς· καὶ σιγῶντος τοῦ κατηγόρου, τὴν καταδικάζουσαν αὐτὸν ἔφερε ψῆφον, τὰ τῶν ἑαλωκότων φθεγγόμενος, καὶ λέγων, Εὕρηκάς με ὁ ἐχθρός μου. Οὕτως αὐτὸς ὁ Ἠλίας τῷ τυράννῳ τότε ἐκείνῳ μετὰ πολλῆς διελέγετο τῆς παῤῥησίας. Οὕτως ὁ Ἡρώδης, οὐ φέρων τὴν ἀπὸ τῶν ἐλέγχων αἰσχύνην (καὶ γὰρ ἔδειξε σαφέστερον, λάμψασα μέγα καὶ διαυγὲς ἡ τῆς προφητικῆς γλώττης φωνὴ), ἐνέβαλεν εἰς τὸ δεσμωτήριον τὸν Ἰωάννην· καθάπερ γυμνὸς ὢν, καὶ τὸν λύχνον σβέσαι ἐπιχειρῶν, ἵνα πάλιν ἐν τῷ σκότῳ ᾖ. Μᾶλλον δὲ αὐτὸς μὲν οὐκ ἐτόλμησε σβέσαι, ἀλλ' ὥσπερ ὑπὸ τὸν μόδιον εἰς τὸ οἴκημα τέθεικεν· ἡ δὲ ἀθλία καὶ ταλαίπωρος ἐκείνη τοῦτο γενέσθαι κατηνάγκασεν. Ἀλλ' οὐδὲ οὕτω καλύψαι ἴσχυσαν τὸν ἔλεγχον, ἀλλὰ μειζόνως ἀνῆψαν. Οἵ τε γὰρ ἐρωτῶντες, διὰ τί Ἰωάννης εἰς τὸ δεσμωτήριον οἰκεῖ, τὴν αἰτίαν ἐμάνθανον, οἵ τε μετὰ ταῦτα γῆν καὶ θάλατταν οἰκοῦντες ἅπαντες, οἵ τε τότε γενόμενοι, οἵ τε νῦν, οἵ τε αὖθις ἐσόμενοι, σαφῶς ἔγνωσάν τε καὶ εἴσονται τὰ πονηρὰ ταῦτα δράματα, τά τε τῆς ἀσελγείας, τά τε τῆς μιαιφονίας αὐτῶν, καὶ χρόνος οὐδεὶς τὴν μνήμην τούτων ἐξαλεῖψαι δυνήσεται. γʹ. Τοσοῦτόν ἐστιν ἀρετὴ, οὕτως ἀθάνατον ἔχει τὴν μνήμην, οὕτω καὶ ἀπὸ ῥημάτων μόνων καταπλήττει τοὺς ἀντικειμένους αὐτῇ. Τίνος γὰρ ἕνεκεν ἐνέβαλεν αὐτὸν εἰς τὸ δεσμωτήριον; διὰ τί μὴ κατεφρόνησε; μὴ γὰρ εἰς δικαστήριον αὐτὸν ἔμελλεν ἕλκειν; μὴ γὰρ δίκην ἀπῄτησε τῆς μοιχείας; οὐχὶ ἔλεγχος ἦν τέως τὰ λεγόμενα μόνον; Τί τοίνυν δέδοικε καὶ τρέμει; οὐχὶ ῥήματα ἦν καὶ λόγος ψιλός; Ἀλλὰ μᾶλλον πραγμάτων ἔδακνεν. Οὐκ ἤγαγεν εἰς δικαστήριον, ἀλλ' εἰς ἕτερον τοῦ συνειδότος εἷλκεν αὐτὸν κριτήριον, καὶ πάντας