1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

150

γινομένην ἑστιάσεως διαβολικῆς; Ἀλλὰ τίνος ἕνεκεν οὐκ ἐκέλευσεν ἔνδον ἐν τῷ συμποσίῳ αὐτὸν κατασφαγῆναι, ἔνθα πλείων ἦν αὐτῇ ἡδονή; Ἐδεδοίκει μὴ παραγενόμενος καὶ ὀφθεὶς, ἅπαντας μεταβάλῃ διὰ τῆς ὄψεως, διὰ τῆς παῤῥησίας. ∆ιά τοι τοῦτο τὴν κεφαλὴν ἐπιζητεῖ, τρόπαιον πορνείας λαμπρὸν στῆσαι βουλομένη· καὶ ἔδωκε τῇ μητρὶ αὐτῆς. δʹ. Εἶδες τῆς ὀρχήσεως τὰ ἐπίχειρα, εἶδες τὰ λάφυρα τῆς διαβολικῆς ἐπιβουλῆς; οὐ τὴν κεφαλὴν Ἰωάννου λέγω, ἀλλ' αὐτὸν τὸν συνοικοῦντα. Εἰ γάρ τις ἀκριβῶς ἐξετάσειε, κατὰ τοῦ βασιλέως ἔσται τὸ τρόπαιον, καὶ ἡ νικήσασα ἡττᾶτο, καὶ ὁ ἀποτμηθεὶς ἐστεφανοῦτο καὶ ἀνεκηρύττετο, καὶ μετὰ τὴν τελευτὴν σφοδρότερον κατασείων τῶν ἡμαρτηκότων τὴν διάνοιαν. Καὶ ὅτι οὐ κόμπος τὰ εἰρημένα, αὐτὸν ἐρώτησον τὸν Ἡρώδην· ὃς, ἐπειδὴ τοῦ Χριστοῦ τὰ ση 61.596 μεῖα ἤκουσεν, ἔλεγεν· Οὗτός ἐστιν Ἰωάννης· αὐτὸς ἐγέρθη ἐκ νεκρῶν, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ. Οὕτως ἀκμάζοντα εἶχε τὸν φόβον καὶ διηνεκῆ τὴν ἀγωνίαν· καὶ οὐδεὶς ἀποβαλεῖν τὸ δέος τοῦ συνειδότος ἴσχυσεν, ἀλλ' ἔμεινεν ὁ δικαστὴς ἐκεῖνος ὁ ἀδέκαστος ἄγχων αὐτὸν, καὶ καθ' ἡμέραν δίκην ἀπαιτῶν τῆς σφαγῆς. Ταῦτ' οὖν εἰδότες, μὴ φοβώμεθα τὸ κακῶς παθεῖν, ἀλλὰ τὸ δρᾶσαι κακῶς· τοῦτο μὲν γὰρ νίκη, ἐκεῖνο δὲ ἧττα. ∆ιὸ καὶ ὁ Παῦλος ἔλεγε, ∆ιὰ τί οὐ μᾶλλον ἀδικεῖσθε; Ἀλλ' ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ ταῦτα ἀδελφούς. Ἐν γὰρ τῷ πάσχειν κακῶς οἱ στέφανοι καὶ τὰ βραβεῖα καὶ ἡ ἀνακήρυξις. Καὶ τοῦτο ἐπὶ πάντων ἔστι τῶν ἁγίων ἰδεῖν. Ἐπεὶ οὖν ἅπαντες ἐστεφανώθησαν οὕτως, ἀνεκηρύχθησαν οὕτω, καὶ ἡμεῖς ταύτην ὁδεύωμεν τὴν ὁδόν· καὶ εὐχώμεθα μὲν μὴ εἰσελθεῖν εἰς πειρασμόν· εἰ δὲ παραγένοιτο, μετὰ πολλῆς ἱστάμενοι τῆς ἀνδρείας, τὴν προσήκουσαν ἐπιδειξώμεθα προθυμίαν· ἵνα τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 61.595 ΟΜΙΛΙΑ ΚΘʹ. Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς, ἐπὶ στόμα τος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα. αʹ. Πολλαχόθεν μὲν καὶ ἄλλοθεν, μάλιστα δὲ καὶ ἐκ τούτου, τοῦ Παύλου τὴν φιλοσοφίαν ἔστιν ἰδεῖν, καὶ τὴν πολλὴν φιλοστοργίαν· πῶς πολὺς μὲν ἐν ταῖς παραγγελίαις καὶ σφοδρὸς, ὀκνηρὸς δὲ καὶ μελλητὴς ἐν ταῖς τιμωρίαις. Οὐ γὰρ εὐθέως ἁμαρτάνοντας ἐκόλασεν, ἀλλὰ παρήγγειλεν ἅπαξ καὶ δεύτερον· καὶ οὐδὲ οὕτω παρακούσαντας τιμωρεῖται, ἀλλὰ πάλιν παραγγέλλει λέγων, Τρίτον ἔρχομαι τοῦτο πρὸς ὑμᾶς, καὶ πρὶν ἢ παραγένωμαι, γράφω πάλιν. Εἶτα ἵνα μὴ ἡ μέλλησις ῥᾳθυμίαν ἐργάσηται, ὅρα πῶς καὶ τὸ ἐντεῦθεν διορθοῦται, συνεχῶς ἀπειλῶν, καὶ ἐπανατεινόμενος τὴν πληγὴν, καὶ λέγων, Ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι· καὶ, Μή πως ἐλθὼν πενθήσω πολλούς. Ταῦτα δὲ ποιεῖ καὶ λέγει, καὶ ταύτῃ τὸν ∆εσπότην τῶν ἁπάντων μιμούμενος· ἐπεὶ καὶ ὁ Θεὸς συνεχῶς μὲν ἀπειλεῖ καὶ πολλάκις παραγγέλλει, οὐ πολλάκις δὲ κολάζει καὶ τιμωρεῖται. Τοῦτο δὴ καὶ αὐτὸς ποιεῖ· καὶ διὰ τοῦτο καὶ ἔμπροσθεν ἔλεγεν, ὅτι Φειδόμενος ὑμῶν, οὐκέτι ἦλθον εἰς Κόρινθον. Τί ἐστι, Φειδόμενος ὑμῶν; Ἵνα μὴ εὑρὼν ἡμαρτηκότας καὶ ἀδιορθώτους μείναντας, ἐπάγω κόλασιν καὶ τιμωρίαν. Καὶ ἐνταῦθα, Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς· ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα. Ἄγραφον ἐγγράφῳ συνάπτει· ὃ καὶ ἀλλαχοῦ πεποίηκεν εἰπὼν, ὅτι Ὁ κολλώμενος τῇ πόρνῃ, ἓν σῶμά ἐστιν· ἔσονται γὰρ, φησὶν, οἱ δύο εἰς σάρκα 61.596 μίαν. Καίτοι γε ἐπὶ νομίμου τοῦτο εἴρηται γάμου. ἀλλὰ ἀπεχρήσατο αὐτῷ εἰς τοῦτο συμφερόντως, ὥστε φοβῆσαι μειζόνως. Οὕτω δὴ καὶ ἐνταῦθα ποιεῖ, ἀντὶ μαρτυριῶν τὰς παρουσίας αὐτοῦ τιθεὶς καὶ τὰς παραγγελίας. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἅπαξ εἶπον καὶ δεύτερον, ὅτε παρεγενόμην· λέγω καὶ νῦν διὰ γραμμάτων. Καὶ μὴν ἐὰν ἀκούσητέ μου, ὅπερ ἐπεθύμουν γέγονεν· ἐὰν δὲ παρακούσητε, ἀνάγκη λοιπὸν στῆσαι τὰ εἰρημένα, καὶ ἐπαγαγεῖν τὴν τιμωρίαν. ∆ιό φησι, Προείρηκα, καὶ προλέγω ὡς παρὼν τὸ δεύτερον, καὶ ἀπὼν νῦν γράφω τοῖς