1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

151

προημαρτηκόσι καὶ τοῖς λοιποῖς πᾶσιν, ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι. Εἰ γὰρ ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα, παρεγενόμην δεύτερον καὶ εἶπον, λέγω δὲ καὶ νῦν διὰ τῆς Ἐπιστολῆς· ἀνάγκη με λοιπὸν ἀληθεῦσαι. Μὴ γὰρ δὴ νομίσητε ἔλαττον ἔχειν τὰ γράμματα τῆς παρουσίας· ὥσπερ γὰρ παρὼν ἔλεγον, οὕτω καὶ ἀπὼν νῦν γράφω. Εἶδες κηδεμονίαν πατρικήν; εἶδες διδασκαλίαν καὶ πρέπουσαν πρόνοιαν; Οὔτε ἐσίγησεν, οὔτε ἐκόλασεν, ἀλλὰ καὶ προλέγει πολλάκις, καὶ μένει διηνεκῶς ἀπειλῶν, καὶ ἀναβάλλεται τὴν τιμωρίαν· καὶ εἰ μένοιεν ἀδιόρθωτοι, τότε ἀπειλεῖ τὴν πεῖραν ἐπαγαγεῖν. Τί δὲ προείρηκας παρὼν, καὶ ἀπὼν νῦν γράφεις; Ὅτι, ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι. ∆είξας πρότερον ὅτι οὐ δύναται, ἂν μὴ ἀναγκασθῇ, τοῦτο ποιῆσαι, καὶ πένθος τὸ πρᾶγμα καλέσας καὶ 61.597 ταπείνωσιν· Μή πως γὰρ, φησὶν, ἐλθόντα με ὁ Θεός μου ταπεινώσῃ πρὸς ὑμᾶς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων· καὶ ἀπολογησάμενος αὐτοῖς, ὅτι καὶ ἅπαξ καὶ δεύτερον καὶ τρίτον προεῖπε, καὶ ὅτι πάντα ποιεῖ καὶ μηχανᾶται, ὥστε ἀνακρούσασθαι τὴν τιμωρίαν, καὶ τῷ φόβῳ τῶν ῥημάτων βελτίους ποιῆσαι, τότε τὸ φορτικὸν τοῦτο καὶ φοβερὸν ἔθηκε λέγων, Ὅτι, ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι. Οὐκ εἶπε, Τιμωρήσομαι καὶ κολάσω καὶ ἀπαιτήσω δίκην, ἀλλὰ πάλιν πατρικοῖς ῥήμασι καὶ αὐτὴν τὴν τιμωρίαν τίθησι, δεικνὺς αὐτοῦ τὰ σπλάγχνα καὶ τὴν συναλγοῦσαν αὐτοῖς διάνοιαν, διότι ἀεὶ φειδόμενος ἀνεβάλλετο. Εἶτα, ἵνα μὴ καὶ νῦν νομίσωσιν, ὅτι πάλιν ἀναβολὴ καὶ ἁπλῶς ἀπειλὴ ῥημάτων, διὰ τοῦτο καὶ ἔμπροσθεν εἴρηκεν· Ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα· καὶ, Ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐκέτι ἀναβαλοῦμαι, εἰ ἀδιορθώτους εὕροιμι, ὃ μὴ γένοιτο, ἀλλὰ ἐπάξω πάντως, καὶ στήσω ὅπερ εἴρηκα. Εἶτα μετὰ πολλοῦ τοῦ θυμοῦ καὶ σφοδρᾶς τῆς ἀγανακτήσεως πρὸς τοὺς κωμῳδοῦντας αὐτὸν ὡς ἀσθενῆ, καὶ τὴν παρουσίαν αὐτοῦ χλευάζοντας, καὶ λέγοντας, Ἡ παρουσία ἀσθενὴς, καὶ ὁ λόγος ἐξουθενημένος, ὡς πρὸς τούτους γοῦν ἀποτεινόμενος, φησίν· Ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ; Τοῦτο γὰρ ὁμοῦ μὲν πλήττων, ὁμοῦ δὲ κἀκείνων καθαπτόμενος εἴρηκεν. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Ἐπειδὴ βούλεσθε δοκιμάζειν εἰ ἐν ἐμοὶ ὁ Χριστὸς οἰκεῖ, καὶ εὐθύνας ἀπαιτεῖτε, καὶ διὰ τοῦτό με κωμῳδεῖτε, ὡς εὐτελῆ καὶ εὐκαταφρόνητον, ἅτε ἔρημον ὄντα τῆς δυνάμεως ἐκείνης· εἴσεσθε ὅτι οὐκ ἐσμὲν ἔρημοι, εἰ παράσχοιτε πρόφασιν, ὃ μὴ γένοιτο. Τί οὖν; εἰπέ μοι· διὰ τοῦτο κολάζεις, ἐπειδὴ δοκιμὴν ζητοῦσιν; Οὐχὶ, φησίν· εἰ γὰρ τοῦτο ἐζήτουν, ἐκ πρώτης ἂν ἐκόλασα ἁμαρτόντας, καὶ οὐκ ἀνεβαλόμην. Ὅτι δὲ οὐ τοῦτο ζητεῖ, προϊὼν τοῦτο σαφέστερον ἔδειξεν εἰπὼν, Εὔχομαι δὲ μηδὲν ποιῆσαι ὑμᾶς κακὸν, οὐχ ἵνα μὴ ἡμεῖς δόκιμοι φανῶμεν, ἀλλὰ ὑμεῖς δόκιμοι ἦτε, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν. βʹ. Οὐ τοίνυν αἰτιολογικῶς αὐτὸ τίθησιν, ἀλλὰ μᾶλλον ἀγανακτῶν, μᾶλλον καθαπτόμενος τῶν καταφρονούντων αὐτοῦ. Ἐγὼ μὲν οὐ βούλομαι, φησὶ, δοῦναι πεῖραν ὑμῖν τοιαύτην· εἰ δὲ αὐτοὶ παρέχετε τὴν αἰτίαν, καὶ βουληθείητέ με ἐκκαλέσασθαι, εἴσεσθε διὰ τῶν ἔργων αὐτῶν. Καὶ ὅρα πῶς φορτικὸν ποιεῖ τὸν λόγον. Οὐ γὰρ εἶπεν, Ἐπειδὴ δοκιμὴν ζητεῖτε ἐμοῦ, ἀλλὰ, Τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ· δεικνὺς ὅτι εἰς ἐκεῖνον ἡμάρτανον. Καὶ οὐχ ἁπλῶς εἶπε, Τοῦ ἐνοικοῦντος, ἀλλὰ, Τοῦ λαλοῦντος, δεικνὺς πνευματικὰ ὄντα τὰ ῥήματα. Εἰ δὲ οὐκ ἐνδείκνυται αὐτοῦ τὴν ἰσχὺν, οὐδὲ κολάζει· λοιπὸν γὰρ ἀφ' ἑαυτοῦ τὸν λόγον ἐκεῖ μετήγαγε, φοβερωτέραν ποιῶν τὴν ἀπειλήν· οὐ δι' ἀσθένειαν· δύναται γάρ· ἀλλὰ διὰ μακροθυμίαν. Μὴ τοίνυν τὴν ἀνοχὴν αὐτοῦ ἀσθένειάν τις λογιζέσθω. Τί γὰρ θαυμάζεις, εἰ οὐκ ἐπεξέρχεται νῦν ἁμαρτάνουσιν, οὐδὲ ἀπαιτεῖ δίκην ἀνεχόμενος καὶ μακροθυμῶν, ὅπου γε καὶ σταυρωθῆναι αὐτὸς 61.598 ὑπέμεινε, καὶ τοιαῦτα πάσχων οὐκ ἐκόλαζε; ∆ιὸ καὶ ἐπήγαγε, Ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ, ἀλλὰ δύναται ἐν ὑμῖν. Καὶ γὰρ εἰ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ. Πολλὴν ἀσάφειαν ἔχει τὰ ῥήματα, καὶ τοῖς ἀσθενεστέροις θόρυβον